- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:182.31-184.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者根据亚里士多德《修辞学》卷三第5章,阐释了文风明晰的若干规则(性与数的正确呼应、避免辅音冲突、消除断句歧义),并讨论了因感觉动词搭配不当而导致的语法粗谬,以及因过多插入成分打断句子呼应而造成的晦涩。
καὶ τοῖς οὐδετέροις ὀνόμασι δεῖ ἐπισυνάπτειν οὐδέτερα ὀνόματα, οἷον [b 9] ‘ἡ δ’ ἐλθοῦσα καὶ διαλεχθεῖσα’· ὁρᾷς, πῶς τοῖς θηλυκοῖς ὀνόμασι συγκατέμιξε θηλυκά, οἷον καὶ διαλεχθεῖσα, καὶ οὐχὶ ἀρσενικὰ ἢ οὐδέτερα. πέμπτος τρόπος σαφηνείας τὸ ὀνομάζειν τὰ πολλὰ ἤτοι τὸ τὰ πολλὰ πληθυντικῶς λέγειν καὶ ἀποδιδόναι πληθυντικῶς, οἷον [b 10] ‘οἱ δ’ ἐλθόντες ἐτύπτησάν με’, οὐκ εἶπεν ‘ἔτυπτέ με’, καὶ τὸ τὰ ὀλίγα ἤτοι τὰ δυϊκὰ δυϊκῶς λέγειν καὶ τὴν ἀπόδοσιν ποιεῖν δυϊκήν, οἷον ‘αὐτὼ δὲ μάρτυρε ἦτον’· εἰκότως δὲ εἶπε τὰ δύο ὀλίγα, τῶν γὰρ δύο οὐδέν ἐστιν ὀλιγώτερον· καὶ τὸ ἓν ὀρθῶς ὀνομάζειν ἤτοι καὶ τὸ ἑνικὸν ἑνικῶς ἀποδιδόναι, οἷον ‘ὁ δ’ ἐλθὼν ἔτυπτέ με’. [b 11] ὅλως δὲ δεῖ τὸ γεγραμμένον εἶναι εὐανάγνωστον καὶ μὴ τραχὺ καὶ δυσχέρειαν ποιοῦν περὶ τὴν ἐκφώνησιν· τοιαῦτα δ’ εἰσὶ τὰ μὴ ἔχοντα συγκρούσεις συμφώνων, ὡς τὸ ‘Ἀτρεὺς σκῆπτρον κρούει’. καὶ τὸ λεγόμενον δεῖ εἶναι εὔφραστον, ἤτοι ἃ δύναται ῥᾳδίως ἐκφωνεῖν ὁ ἀναγινώσκων καὶ μὴ ἔχειν δυσχέρειαν περὶ τὴν φράσιν αὐτοῦ ὁ ἀναγινώσκων ὡς συγκρούσεις ἔχον συμφώνων, ἤτοι δεῖ εἶναι εὐανάγνωστον. [b 12] ἔστι δὲ τὸ αὐτὸ ἤτοι σαφὴς ὁ λόγος, εἰ εὐανάγνωστός ἐστιν. ὅπερ (τοῦτο τὸ σαφές) οὐκ ἔχουσιν οἱ πολλοὶ σύνδεσμοι, ἤτοι ἔνθα παρεμπλοκὴ γένηται συνδέσμων πολλῶν πρὸ τῆς ἀποδόσεως τοῦ λόγου. οὐδὲ ταῦτά εἰσι σαφῆ, ἃ οὐ ῥᾴδιόν ἐστι διαστίξαι, ἤτοι οὕτως δεῖ ἀναγινώσκειν ἤτοι ‘Ἡρακλέα χρυσοῦν’ ἢ οὕτως ‘χρυσοῦν ῥόπαλον’· ἀσάφεια γὰρ γίνεται διὰ τὸ ἄδηλον εἶναι, τίνι δεῖ τὸ χρυσοῦν ἐπισυνάψαι, Ἡρακλεῖ ἢ τῷ ῥοπάλῳ. [b 14] διαστίξαι ἔργον1 ἤτοι δύσκολον· ἄδηλον γάρ ἐστι, ποίῳ δεῖ προσκεῖσθαι τὸ ἀεί, τῷ προτέρῳ ἤτοι τῷ δέοντος, οἷον “τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι”, ἢ τῷ ὕστερον ἤτοι τῷ ἀξύνετοι, οἷον “τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι”. ἐντεῦθεν περὶ σολοικισμοῦ. [b 18] σολοικίζειν ποιεῖ καὶ τὸ μὴ ἀποδιδόναι, ὅπερ ἁρμόττει ὑποκείμενον ἀμφοῖν2 ἤτοι ἑκατέρᾳ αἰσθήσει, ἐὰν μὴ ἐπιζευγνύῃς, ἤτοι ἐὰν μὴ καθ’ ὅλου εἴπῃς· οἷον τῇ μὲν ὄψει ὑπόκεινται τὰ χρώματα, τῇ δὲ ἀκοῇ οἱ ψόφοι· εἰ μὲν οὖν εἴπῃς καθ’ ὅλου ὅτι ‘αἰσθάνομαι τῶν φωνῶν τῶν φωνούντων ὀξέα’, οὐ σολοικίζεις, ἐὰν δὲ εἴπῃς ‘εἶδον τὴν φωνήν’, σολοικίζεις· οὐ γὰρ ἁρμόττει ἡ φωνὴ ὑποκείμενον εἶναι τῇ ὄψει. ὁμοίως σολοικίζει καὶ ὁ λέγων ‘εἶδε τὸ θερμόν’. [b 20] τὸ μὲν οὖν ἰδών ἐστιν οὐ κοινὸν ἤτοι μερικόν, τὸ δὲ αἰσθάνομαί ἐστι κοινὸν ἤτοι καθ’ ὅλου. δεῖ γοῦν ἐπιζευγνύειν ἤτοι καθ’ ὅλου λέγειν ‘αἰσθάνομαι τῶν φωνῶν’, ἀλλὰ μὴ ‘εἶδον τὰς φωνάς’. ἀσαφὴς δὲ γίνεται ὁ λόγος, ἐὰν μέλλων πολλὰ εἰπεῖν μεταξὺ καὶ ἐπεμβαλεῖν μὴ εἴπῃς πρὸ τῆς ἐπεμβολῆς τὴν ἀπόδοσιν, οἷον τοῦ ἔμελλον ἐστὶν ἀπόδοσις τὸ πορεύεσθαι· οἷον εἰπὼν [b 22] ‘ἔμελλον διαλεχθεὶς ἐκείνῳ’ μὴ εὐθὺς ἀποδώσει3 τὸ πορεύεσθαι, ἀλλὰ μεταξὺ ἐπεμβάλῃ τὸ ‘τάδε καὶ τάδε καὶ ὧδε,’ εἶτα ἐπάξει τὴν ἀπόδοσιν, ἀσαφὴς ὁ λόγος γίνεται. ἐὰν δὲ εἴπῃς ‘ἔμελλον διαλεχθεὶς ἐκείνῳ πορεύεσθαι’, εἶτα ‘καὶ εἰπεῖν τάδε καὶ τάδε καὶ ὧδε,’ σαφὴς ὁ λόγος γίνεται. καὶ πάλιν 〈εἰ〉 εἴπῃς ‘ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος’ καὶ εὐθὺς ἐπάξεις τὴν ἀπόδοσιν ‘ἑαυτὸν ἡμῖν νῦν προθήσειν τῶν λόγων ὑπόθεσιν’, εἶτα ‘ἐφιλοτιμεῖτο γὰρ τοῖς ἑαυτοῦ λόγοις’, σαφὴς ὁ λόγος ἐγένετο. τὸ δὲ ποιεῖν μέγεθος τῷ λόγῳ ἐστὶ τῆς σεμνότητος. εἰ δὲ εἰπὼν ‘ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις’ 〈καὶ〉 τὰ λοιπὰ πρὸ τοῦ ἀποδιδόναι ‘ἑαυτὸν ἡμῖν νῦν’ ἐπεμβάλῃ ‘καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις’, εἶτα ἀποδώσει τὸ ‘ἑαυτὸν νῦν ἡμῖν προθήσειν’, ἀσαφὴς ὁ λόγος ἐγένετο.
并且对于中性名词,应当连接中性名词,例如“而她,既来且谈”;你看,他是如何把阴性[成分],例如“既已交谈”,与阴性名词混合在一起,而没有使用阳性或中性[成分]的。 明晰的第五种方式是称呼多数事物,即以复数说出多数事物并以复数呼应,例如“他们既来,便打了我”,他没有说“[他]打了我”;以及以双数说出少数事物即双数事物并使呼应成为双数,例如“他们二人曾是证人”;他理所当然地把二称为“少数”,因为没有什么比二更少了;以及正确地称呼单一事物,即以单数呼应单数事物,例如“他既来,便打了我”。 总体而言,写下的文字应当易读,而不应粗粝并在发音上造成困难;此类事物就是没有如“阿特柔斯击打权杖”那样的辅音冲突的事物。所说的言语也必须易于表达,即读者能够轻易发音,读者不因其具有辅音冲突而在措辞上遭遇困难,即它应当易读。 如果言论易读,那就是同一回事,即言论是明晰的。许多连接词并不具备此点(这一明晰性),即在言论呼应之前出现许多连接词交织之处。那些不易断句的言论也不明晰,即应当这样读“金赫拉克勒斯”,还是应当这样读“金木棒”;因为究竟应当把“金的”连于赫拉克勒斯还是木棒并不明确,晦涩由此而生。 “断句是一件难事”,即困难;因为并不清楚“永远”应当依附于哪一个:是依附于前者即“恰当的”(如“对于永远恰当的道不能理解”),还是依附于后者即“不能理解”(如“对于恰当的道永远不能理解”)。由此开始论述粗谬的搭配。 如果不进行联结,即不作普遍的陈述,那么不赋予适合二者即各个感觉的基质[与对象],也会造成语法粗谬;例如,颜色从属于视觉,而声音从属于听觉。因此,如果你普遍地说“我察觉到那些尖声发音之人的声音”,你并没有犯下语法粗谬;但如果你说“我看见了声音”,你就犯了语法粗谬;因为声音作为视觉的对象并不合适。同样,说“他看见了热”的人也犯了语法粗谬。 “看见”并不是共通的,即是个别的;而“感知”则是共通的,即是普遍的。无论如何,应当加以联结,即普遍地说“我察觉到了那些声音”,而不要说“我看见了那些声音”。此外,如果你打算在中间说出许多话并加以插入,却在插入之前没有说出呼应,言论就会变得晦涩;例如,“我将要”的呼应是“出发”。例如,在说了“我既与他交谈,便将要……”之后,如果一个人并不立即呼应以“出发”,而在中间插入“某某之事以及如此这般”,然后才引出呼应,言论就会变得晦涩。但如果你说“我既与他交谈,便将要出发”,然后再说“并说出某某之事以及如此这般”,言论就变得明晰了。又如,如果你说“因此,总是为我们提供诸多言论题旨的伟大的巴西尔将要……”,并立即引出呼应“如今将他自己作为言论的题旨提供给我们”,随后再加上“因为他在自己的言论中满怀抱负”,言论就变得明晰了。而在言论中制造宏大篇幅则属于崇高庄重。但如果在说了“因此将要……为我们……诸多题旨……”及其余部分之后,在呼应“如今将他自己对我们……”之前插入“因为他在自己的言论中满怀抱负”,然后才呼应以“如今将他自己提供给我们”,言论就变得晦涩了。
- 3.1.5διαστίξαι ἔργον
διαστίξαι 是限定谓语名词 ἔργον(“难事、费力的工作”)的规范不定式。此处引用赫拉克利特残篇(注解抄本中误作 δέοντος,实为 ἐόντος),探讨副词 ἀεί 究竟修饰前面的分词短语还是后面的述语形容词 ἀξύνετοι 这一句法断句上的两可结构。
- 3.1.5ὅπερ ἁρμόττει ὑποκείμενον ἀμφοῖν
ὅπερ 为关系代词,作关系从句的主语,ὑποκείμενον 作述语补足语(“作为适合二者的基质/对象”)。整个关系从句充当冠词不定式 τὸ μὴ ἀποδιδόναι 的直接宾语。
- 3.1.5οἷον εἰπὼν ‘ἔμελλον διαλεχθεὶς ἐκείνῳ’ μὴ εὐθὺς ἀποδώσει
这是一种破格构式(句式脱节):句子以主格单数阳性分词 εἰπών 开头,后文却转接第三人称限定动词(带否定词 μή 的 ἀποδώσει 以及虚拟语气 ἐπεμβάλῃ、直陈语气将来时 ἐπάξει)。它在语义上充当条件从句(“例如,若某人在说了……之后不立刻呼应……”),与下文的 ἐὰν δὲ εἴπῃς 形成对照。
