- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:181.15-182.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《修辞学》卷三第5章中纯正希腊语(明晰性)的标准,注解者阐明了避免同音异义与模棱两可名称(第三条),解释了占卜者与演说家故意使用歧义和属概念的原因,随后论及名词性的区分与正确呼应(第四条)。
[a 31] καὶ τρίτος τρόπος ποιῶν σαφήνειαν τὸ μὴ ἀμφιβόλοις ὀνόμασι χρᾶσθαι ἤτοι ὁμωνύμοις· ταῦτα δὲ δεῖ παραφυλάττειν, ἤτοι τὸ τοῖς ἰδίοις ὀνόμασι χρᾶσθαι καὶ μὴ τοῖς καθ’ ὅλου, τὸ μὴ ὁμωνύμοις χρῆσθαι φωναῖς, ἃ ποιοῦσιν ἀσάφειαν, ἐὰν μὴ προαιρῆται ὁ ῥήτωρ τἀναντία ἤτοι τὴν ἀσάφειαν καὶ ἔμφασιν ποιῆσαι δεινότητος· εἰ γὰρ τοῦτο αἱρεῖται, χρησιμεύσῃ ἂν εἰς ἀσάφειαν καὶ τὸ τοῖς καθ’ ὅλου χρᾶσθαι καὶ ὁμωνύμοις· [a 33] ὅπερ, τοῦτο τὸ ὁμωνύμοις χρᾶσθαι, ποιοῦσιν οἱ ῥήτορες, καὶ τὸ ἐπεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ὅταν μηδὲν μὲν ἔχωσι λέγειν οἱ ῥήτορες, ἤτοι ὅταν τὰ πράγματα οὐ παρέχωσιν αὐτοῖς ὕλην εἰς τὸ λέγειν, προσποιοῦνται δὲ ὕλην εἰς τὸ λέγειν ἔχειν· καὶ διὰ τὸ προσποιεῖσθαι ἔχειν ὕλας πολλὰς εἰς τὸ λέγειν λέγουσι ταῦτα ἤτοι ὁμωνύμως· ἐπεμβάλλουσι γὰρ μεταξὺ συνδέσμους πολλούς. [a 35] φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς, ὅτι τὸ κύκλῳ ἤτοι τὸ παρεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ἐὰν γένηται πολλὴ ἡ περιβολή, φενακίζει καὶ ἀπατᾷ καὶ ἀσάφειαν ποιεῖ· κἀντεῦθεν συμβαίνει τοὺς ἀκροατὰς πάσχειν καὶ μὴ νοεῖν ἐκ τοῦ λέγειν τοὺς ῥήτορας ἀμφίβολα· ὥσπερ καὶ οἱ πολλοὶ συμπαρανεύουσι καὶ ἀμφιβάλλουσιν, ὅταν ἀκούωσι τῶν μάντεων ἀμφίβολα λεγόντων. [b 1] ἔλαττον δέ ἐστιν ἁμάρτημα τὸ λέγειν τὰ πράγματα αὐτά,1 ἀλλὰ μὴ τὰ γένη αὐτά· καὶ διὰ τοῦτο καὶ οἱ μάντεις οὐ τὰ πράγματα λέγουσι διὰ τὸ εὐόλισθον, ἀλλὰ τὰ γένη αὐτῶν· μᾶλλον γὰρ ἐπιτυγχάνει λέγων τὰ γένη, οἷον καὶ εἴ τις ἐν τῇ χειρὶ αὑτοῦ περικαλύψει κυάμους δέκα ἢ δεκαπέντε, εἶτα προτείνῃ τῷ ἑτέρῳ τὸ εἰπεῖν ‘ζυγὰ τὰ λέγεις ἢ μόνα;’ ἐὰν ἀποκριθῇ ὁ ἐρωτώμενος ἄρτια ἢ περισσά, μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ2 πόσα εἰσίν, ἤτοι παρ’ ὃ ἐὰν εἴπῃ τρία ἢ τέσσαρα ἢ πέντε· καὶ πάλιν ἐὰν εἴπῃ τις, ὅτι ἔσται ἤτοι μέλλει γενέσθαι τόδε ἀορίστως, μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ πότε ἔσται ἤτοι μετὰ τρεῖς ἢ καὶ πέντε ἡμέρας, τουτέστιν ὡρισμένως. [b 4] διὸ καὶ οἱ χρησμολόγοι ἤτοι οἱ μάντεις ἐρωτώμενοι καὶ πότε ἔσται, ἃ λέγουσι γενέσθαι, οὐ προσορίζονται τὸ πότε ἤτοι τὸν καιρόν, ἀλλ’ ἀορίστως λέγουσι τὸ ‘μέλλει τόδε γενέσθαι.’ ἅπαντα δὴ ταῦτα, ἤτοι τὸ ἀντὶ τῶν πραγμάτων λέγειν τὰ γένη αὐτῶν, τὸ μὴ ὡρισμένον λέγειν τὸν καιρόν, τὸ ἐπεμβολὰς ποιεῖν ἐκτεταμένας, ὅμοιά εἰσιν ἤτοι ἀσάφειαν ποιοῦσιν· οἷον εἰ μὲν εἴπῃς ὅτι ‘ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος ἑαυτὸν ἡμῖν νῦν προθήσειν ὑπόθεσιν’, σαφὴς ὁ λόγος διὰ τὸ σύντομον γενέσθαι καὶ τὴν ἀπόδοσιν· ἐὰν δὲ εἰπὼν τὸ ‘ἔμελλεν’ ἐπεμβάλῃς μεταξὺ ‘καὶ γὰρ ἐφιλοτιμεῖτο’, ἀσαφῆ τὸν λόγον ἐποίησας. [b 6] ὥστε φευκτέον τὰ τοιαῦτα ἤτοι τὸ ἀορίστως λέγειν τὸ ὁμώνυμον, τὸ τὰ γένη ἀντὶ τῶν πραγμάτων λέγειν, εἰ μὴ ἕνεκα τοιούτου τινός, ἤγουν εἰ μή που μέλλεις ἀσάφειαν ποιῆσαι· τότε γὰρ καὶ μάλα χρηστέον αὐτοῖς ὡς λυσιτελοῦσιν εἰς τὴν ἀσάφειαν· ἢ εἰ μή που ἔχων πράγματα λέγειν προσποιεῖται λέγειν, καὶ τότε χρηστέον αὐτοῖς. [b 6] τέταρτος τρόπος σαφηνείας τὸ τὰ γένη τῶν ὀνομάτων διαιρεῖν ἤτοι τὰ ἀρσενικά, τὰ θηλυκὰ καὶ τὰ σκεύη ἤτοι τὰ οὐδέτερα, ὡς ὁ Πρωταγόρας ἔλεγεν· δεῖ γὰρ ἀποδιδόναι ταῦτα τὰ γένη ὀρθῶς· οἷον εἰ ἀρσενικὰ λέγεις ὀνόματα, ὀφείλεις καὶ τὰς ἀποδόσεις ἀρσενικὰς ποιεῖν, εἰ δὲ θηλυκὰ λέγεις ὀνόματα, ὀφείλεις ἐπισυνάπτειν αὐτοῖς ὀνόματα θηλυκὰ καὶ τὰς ἀποδόσεις θηλυκάς· ὁ γὰρ Ψαλμῳδὸς ἐπισυνάψας τοῖς θηλυκοῖς καὶ ἀρσενικοῖς ὀνόμασι τὸ ἅ διὰ τοῦ ἅ ἐποίησεν ἀσάφειαν, οἷον “σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας”.
产生明晰的第三种方式是不使用模棱两可的名称,即同音异义词。但必须谨守这些——即使用专有名称而不使用普遍名称,以及不使用造成晦涩的同音异义语声——除非演说家蓄意反其道而行之,即为了制造晦涩以及精明强干的印象;因为如果他选择这样做,使用普遍名称与同音异义词对于制造晦涩就会是有用的。 这正是演说家们所做的事(即这种使用同音异义词的做法),以及在呼应之前在中间插入许多连接词,每当演说家们无话可说,即事理并未为他们提供言说的材料,他们却假装拥有言说的材料之时。正因为假装拥有许多言说的材料,他们便这样说,即同音异义地说;因为他们在中间插入了许多连接词。 恩培多克勒也说,转弯抹角,即在呼应之前在中间插入许多连接词,如果迂回过多,就会哄骗、欺瞒并造成晦涩;由此导致的结果是,由于演说家们说模棱两可的话,听者便受其影响而无法理解;正如大众在听到占卜者们说模棱两可的话时,也一边附和点头一边心存疑虑一样。 说出事物的属而非事物本身是较轻的过失;因此占卜者们由于容易失误,也不说事物本身,而说它们的属;因为说出属更容易说中。例如,如果有人把十颗或十五颗豆子包在自己手里,然后让对方说“你说的是双还是单?”,被问者如果回答“双”或“单”,相较于他说出具体有多少颗(即相较于他说“三颗”或“四颗”或“五颗”),就会更容易说中;又如,如果有人泛泛地说某事“将发生”,即将会到来,相较于他说出它何时发生(即“三天后或五天后”,也就是确切地说),就会更容易说中。 因此神谕者即占卜者们在被问及他们所说将要发生之事何时发生时,并不进一步限定何时,即具体时间,而是泛泛地说“某事将会发生”。所有这些,即用事物的属代替事物本身、不确切地说出时间、做出过长的插入,都是同类的,即都会造成晦涩。例如,如果你说“因此,总是为我们提供诸多言论题旨的伟大的巴西尔,如今将要把他自己作为题旨提供给我们”,言论由于本身及其呼应变得紧凑而显得明晰;但如果你在说了“将要”之后在中间插入“因为他此前满怀抱负”,你就使言论变得晦涩了。 因此应当避免此类做法,即泛泛地说同音异义词以及用属代替事物本身,除非是为了某种目的,也就是除非你打算制造晦涩;因为那时就完全应该使用它们,因其对晦涩十分有用;抑或一个人并没有实际内容可说却假装在说时,那时也应当使用它们。 明晰的第四种方式是区分名词的性,即阳性、阴性和器具即中性,正如普罗泰戈拉所说;因为必须正确地呼应这些性。例如,如果你说阳性名词,你也应当使呼应成为阳性;如果你说阴性名词,你就应当使阴性名词和阴性呼应与它们相连;因为诗篇作者把 ἅ 连在阴性和阳性名词之后,便借着这个 ἅ 造成了晦涩,例如“月亮与群星,它们是你所奠定的”。
- 3.1.5ἔλαττον δέ ἐστιν ἁμάρτημα τὸ λέγειν τὰ πράγματα αὐτά, ἀλλὰ μὴ τὰ γένη αὐτά
对照紧随其后的上下文(“占卜者们由于容易失误,也不说事物本身,而说它们的属”)以及亚里士多德原文(1407b1: ἔλαττον γὰρ ἁμάρτημα διὰ τῶν γενῶν λέγειν),此处的比较意图本应是“说出属而非事物本身是较轻的过失”。抄本字面语序颠倒或错置了对比项(τὰ πράγματα 与 τὰ γένη),在句法理解上须依从论证脉络,解作“说出事物的属而非具体事物本身乃是更少犯错的做法”。
- 3.1.5παρ’ ὃ ἐὰν εἴπῃ
由介词 παρά 与中性单数宾格关系代词 ὅ 构成的短语 παρ’ ὅ,与前文的比较级 μᾶλλον 相应,用以引出比较的基准(“相较于他说……”),这是后世希腊语中习见的用法,在此与后续的条件从句 ἐὰν εἴπῃ 连用以构成两种情况的对比。
