- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:180.9-181.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者根据亚里士多德《修辞学》卷三第5章(1407a19–31),阐释了文风明晰的第一条原则(如 μέν 与 δέ 等连接词的恰当次序与迅速呼应),并引入了第二条原则(使用专有名词或固有名称而非普遍名称)。
5. Περὶ σαφηνείας ἐντεῦθεν. ἀρχὴ δὲ τῆς λέξεως τῆς σαφοῦς τὸ ἑλληνίζειν ἤτοι Ἑλληνικὰς λέξεις λέγειν καὶ σαφεῖς, μὴ βαρβαρικάς. τοῦτο δὲ τὸ ἑλληνίζειν ἐν πέντε θεωρεῖται· [a 20] πρῶτον μὲν γίνεται σαφήνεια, ἐὰν [δὲ] ἀποδιδῷ τις τοὺς συνδέσμους, ὡς πεφύκασιν ἀποδίδοσθαι, τὸν πρῶτον πρῶτον καὶ τὸν ὕστερον ὕστερον· οἷον ὁ μὲν πέφυκε πρῶτος ἀποδίδοσθαι καὶ τεθεὶς πρῶτος ἀπαιτεῖ ἀποδοθῆναι τὸν δέ, οἷον ‘ὁ μὲν ἐποίησε τόδε, ὁ δὲ τόδε’· καὶ ὁ ἐγὼ πρῶτος τίθεται, εἶτα οὗτος ἀπαιτεῖ καὶ τὸ οὗτος, οἷον ‘ἐγὼ μὲν ἐποίησα τόδε, ὁ δὲ τόδε’. εἰ δὲ πρῶτον εἴπῃς τὸ δέ, εἶθ’ οὕτω τὸ μέν, ποιεῖς ἀσάφειαν. [a 23] δεῖ δὲ ἀνταποδιδόναι ἀλλήλοις τοὺς συνδέσμους, οἷον τῷ μὲν τὸν δέ, συντόμως, ἕως οὗ μέμνηται ὁ ἀκροατής· οἷον ἡνίκα εἴπῃς τὸ ὁ μέν, εὐθὺς ὀφείλεις ἐπαγαγεῖν τὸν δέ, ἵνα ἔτι ἐν μνήμῃ ἔχῃ ὁ ἀκροατὴς τὴν ἀπόδοσιν τοῦ δέ· ἐὰν δὲ εἰπὼν ‘ὁ μέν’ ἐπάξῃς πολλὰς ἐπεμβολὰς πρὸ τοῦ ἀποδοῦναι τὸν δέ, ἀσάφεια γίνεται καὶ εἰς λήθην ἔρχεται ὁ ἀκροατὴς τοῦ ὅτι ἐρρήθη τὸ μέν καὶ διὰ τοῦτο τοῦ δέ1 μετὰ τὸ εἰπεῖν τὸ μέν ἐν τῷ ἐπεμβάλλειν πολλὰ μεταξὺ πρὸ τῆς τοῦ δέ ἀποδόσεως. [a 24] καὶ μὴ σύνδεσμον πρὸ τοῦ συνδέσμου ἀποδοῦναι τοῦ ἀναγκαίου· οἷον μετὰ τὸ ῥηθῆναι τὸν μέν ἀναγκαῖόν ἐστιν ἀποδοθῆναι τὸν δέ σύνδεσμον· εἰ δὲ εἰπὼν τὸ μὲν ἐπάξεις τὸ γάρ καὶ μετὰ τοῦτο τὸ ἐπεί καὶ οὕτω τὸν δέ, μεγάλην ἀσάφειαν ἐποίησας. [a 25] ὀλιγαχοῦ γὰρ δεῖ· καὶ ἀπαιτεῖ καὶ ἡ τέχνη πρὸ τῆς ἀποδόσεως τοῦ δέ μετὰ τὸ εἰπεῖν τὸ μέν ἑτέρους συνδέσμους ἐπεμβαλεῖν μεταξύ, τὸν γὰρ καὶ τὸν ἐπεί, ἔνθα δεόμεθα κατασκευῶν τῶν πραγμάτων καὶ ἐγκατάσκευον τὸν λόγον ποιῆσαι· οἷον ἐὰν εἴπῃς [a 26] ‘ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς’, σαφῆ ἐποίησας τὸν λόγον· ἀπεδόθη γὰρ τὸ ἐγὼ εἰς τὸ ἐπορευόμην· ἐὰν δὲ εἰπὼν τὸ ἐγὼ οὐκ εὐθὺς ἐπάξῃς τὸ ἐπορευόμην, ἀλλὰ πρὸ τοῦ ἐπορευόμην ἐπεμβάλῃς ἑτέρους ἄλλους συνδέσμους, οἷον ‘ἐπεί μοι εἶπεν· ἦλθέ τε γὰρ κλαίων δεόμενός τε καὶ ἀξιῶν’, εἶτα ἀποδώσεις τὸ ἐπορευόμην, ἀσαφῆ τὸν λόγον ἐποίησας· ἐν τούτοις γὰρ πολλοὶ προβέβληνται σύνδεσμοι καὶ ἐνεβλήθησαν μεταξύ, ἤγουν ὁ ἐπεί καὶ γάρ, πρὸ τοῦ ἀποδοθησομένου συνδέσμου ἤτοι πρὸ τοῦ ἐπορευόμην, ὅπερ ἐστὶν ἀπόδοσις τοῦ δὲ συνδέσμου τοῦ κειμένου ἐν τῷ ‘ἐγὼ δὲ’. [a 29] ὅταν δὲ πολὺ γένηται τὸ μεταξύ, ἤτοι ὅταν δὲ πολλαὶ γένωνται αἱ μεταξὺ ἐπεμβολαὶ τῶν ἄλλων συνδέσμων, ἤτοι τοῦ ἐπεὶ καὶ τοῦ γάρ, πρὸ τοῦ ἀποδοῦναι τὸ ἐπορευόμην, ἀσαφῆ τὸν λόγον ἐποιήσω. σαφὲς δ’ ἂν εἴη, εἴπερ εἶπεν ‘ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς’ ἀφεὶς τὰ μεταξὺ τὸ ‘ἐπεί μοι εἶπε’ καὶ τὰ λοιπά. [a 30] ἓν μὲν δὴ τὸ εὖ ἤτοι καθ’ ἕνα μὲν τρόπον τὸ εὖ ἢ τὸ σαφὲς θεωρεῖται ἐν τοῖς συνδέσμοις ἤτοι ἐν τῷ συντόμως ποιεῖν τὴν τῶν συνδέσμων ἀπόδοσιν. δεύτερος δὲ τρόπος ποιῶν σαφήνειαν τὸ τοῖς ἰδίοις καὶ κυρίοις ὀνόμασιν ἕκαστον ὀνομάζειν καὶ μὴ τοῖς περιέχουσιν ἤτοι τοῖς καθ’ ὅλου, οἷον τὸν Σωκράτην· σαφήνειαν ἂν ποιήσῃς, εἰ Σωκράτην εἴπῃς παρ’ ὃ εἰ ἄνθρωπον ἢ ζῷον.2
5. 从此处论明晰。“明晰文风的起点是讲纯正的希腊语” 即使用希腊的、明晰的词句,而非蛮族的词句。而讲纯正的希腊语体现在五个方面: 首先,如果有人按照连接词天然应当呼应的方式来呼应它们,将先在的置于先,后继的置于后,就会产生明晰;例如,μέν 天然应当先呼应,一旦先被置入,它就要求 δέ 得到呼应,例如“一人做了此事,另一人做了彼事”;而“我”被置于先,随后它也要求“他”,例如“我做了此事,但他做了彼事”。但如果你先说 δέ,然后才说 μέν,你就会造成晦涩。 而且必须在听者尚且记得之时,迅速地使连接词彼此相应,例如让 δέ 相应于 μέν;例如,每当你说了“一人”,你应当立刻引入 δέ,以便听者对 δέ 的呼应仍有记忆;但如果在说了“一人”之后,在呼应 δέ 之前引入许多插叙,就会产生晦涩,听者便会遗忘已说了 μέν 这一事实,并且因此,在说了 μέν 之后而在呼应 δέ 之前由于在中间插入了许多内容,便陷入对 δέ 的[遗忘]。 并且不要在必需的连接词之前去呼应连接词;例如,在说了 μέν 之后,必需呼应连接词 δέ;但如果你在说了 μέν 之后引入 γάρ,此后再引入 ἐπεί,然后才引入 δέ,你就造成了极大的晦涩。 因为这只是在少数地方有必要;然而技艺也要求在我们对事理需要论证并将言论建构完备之处,在说了 μέν 之后且在呼应 δέ 之前,在中间插入其他连接词,即 γάρ 和 ἐπεί;例如如果你说,“但我带着他们出发了”,你就使言论变得明晰了;因为“我”在“出发了”中得到了呼应。但如果你说了“我”却没有立刻引入“出发了”,而是在“出发了”之前插入其他别的连接词,例如“因为他对我说了;因为他是哭着来的,既恳求又要求着”,随后才呼应“出发了”,你就使言论变得晦涩了;因为在这些词句中,在将要被呼应的连接词之前,即在“出发了”之前,许多连接词被提前置入并插入中间,也就是 ἐπεί 和 γάρ,而“出发了”乃是置于“但我”中的连接词 δέ 的呼应。 而当中间的部分变得过长时,即在呼应“出发了”之前,其他连接词(即 ἐπεί 和 γάρ)的中间插入变得过多时,你就使言论变得晦涩了。但如果他略去中间的“因为他对我说了”及余下部分,直接说“但我带着他们出发了”,本会是明晰的。 因此,其一妥当之处,即在一种方式下,妥当或明晰体现在连接词中,也就是迅速地实现连接词的呼应。产生明晰的第二种方式,是用各自固有的专有名称称呼每一事物,而不是用包罗性的、即普遍的名称,例如苏格拉底;相较于说“人”或“动物”,如果你说“苏格拉底”,就会产生明晰。
- 3.1.5καὶ διὰ τοῦτο τοῦ δέ
属格 τοῦ δέ 依附于短语 εἰς λήθην ἔρχεται(陷入遗忘),与前文的 τοῦ ὅτι ἐρρήθη τὸ μέν 并列,作表示遗忘对象的属格,即“陷入对已说了 μέν 这一事实的遗忘,并因此陷入对 δέ 的[遗忘]”。
- 3.1.5παρ’ ὃ εἰ ἄνθρωπον ἢ ζῷον
介词 παρά 表示比较(“相较于”),关系词 ὃ 与条件连词 εἰ 相结合,以名词性方式引出作为比较基准的对立假设情况:“相较于如果[说]‘人’或‘动物’”。
