← 佚名

亚里士多德《修辞学》佚名评注

§179.6-180.8

明喻的例证以及明喻与隐喻的相互转化

对亚里士多德《修辞学》1407a3–18进行注疏,阐释了关于乳母和刻菲索多托斯的明喻例证,指出明喻与隐喻可通过增删“如”字相互转化,并讨论了比例隐喻的互换性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.4#2

[a 3] ὁ πρῖνος μόνος αὐτὸς ὑφ’ ἑαυτοῦ θρύπτεται· † εὔθρυπτον γάρ. [a 5] ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ σάλου τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἁπλῶς ἀφορῶντες πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆμος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα. [a 7] αἵτινες, αἱ τίτθαι, τὸν ψωμὸν μασσώμεναι τὸν μὲν ἐκ τούτου χυμὸν καταπίνουσι καὶ τὸ εὔχρηστον, τὸ δὲ ἄχρηστον καὶ πιτυρῶδες παραβάλλουσι τὰ παιδία·1 καὶ οἱ ῥήτορες τὰ μὲν λυσιτελοῦντα τὴν πόλιν παρακατέχουσι καὶ οὐ λέγουσι, τὰ δέ γε ἀλυσιτελοῦντα λέγουσιν. [a 9] ὁ Κηφισόδοτος ὄνομα κύριον. τὰ μὲν τῶν ἀντιγράφων ἔχουσι τὸν λεπτόν· λεπτὸς γὰρ ἦν καὶ ἀσθενὴς καὶ ἰσχνός· τὰ δὲ τῷ λεπτῷ, ἐπεὶ καὶ ὁ λιβανωτός, ὅταν λεπτυνθῇ καὶ τριβεὶς κατακερματισθῇ εἰς μικρά, τότε καὶ τὴν εὐωδίαν προΐησιν. [a 10] ὅτι ὁ λιβανωτὸς ἀπολλύμενος ἤτοι καιόμενος καὶ ἀφανιζόμενος ὑπὸ τοῦ πυρὸς εὐφραίνει· ἀφίησι γὰρ εὐωδίαν· καὶ ὁ Κηφισόδοτος εἰ φονευθῇ ἢ λεπτυνθῇ, ἐν τῷ λαβεῖν πᾶσαν τὴν οὐσίαν αὐτοῦ ὠφεληθείη ἡ πόλις· βλαπτικὸς γὰρ ἦν. πάντα γὰρ ταῦτά ἐστι λέγειν καὶ ὡς εἰκόνας καὶ ὡς μεταφοράς· εἰ μὲν λέγομεν αὐτὰ μετὰ τοῦ ὡς ἢ τοῦ καθώς, λέγονται εἰκόνες, εἰ δὲ χωρὶς τοῦ ὡς καὶ τοῦ καθώς λέγονται, εἰσὶ μεταφοραί· ὥστε τῇ προσθήκῃ τοῦ ὡς καὶ πάλιν τῇ ἀφαιρέσει τοῦ ὡς τὸ αὐτὸ ῥηθήσεται πῇ μὲν εἰκών, πῇ δὲ μεταφορά. [a 11] ὥστε ὅσαι μεταφοραὶ εὐδοκιμοῦσιν ἤτοι ἄρισταί εἰσι, δῆλον ὡς καὶ αὗται καὶ εἰκόνες ἔσονται τῇ προσθήκῃ τοῦ ὡς καὶ αἱ εἰκόνες αὗται πάλιν τῇ ἀφαιρέσει τοῦ ὡς ἔσονται μεταφοραὶ λόγου δεόμεναι2 ἤτοι οἰκονομίας· δεῖ γὰρ ἀφελεῖν τὸ ὡς ἐξ αὐτῶν. ἢ τὸ λόγου δεόμεναι ἤτοι ἑρμηνείας· αἱ γὰρ εἰκόνες ἀσαφέστεραί εἰσι τῶν μεταφορῶν καὶ διὰ τοῦτο προσθήκῃ τινὸς σαφεστέρας ταύτας ποιήσομεν, σὺν τῷ ἀφελέσθαι καὶ τὸ ὡς ἔσονται μεταφοραί. [a 14] ἀεὶ δὲ δεῖ τὴν μεταφορὰν τὴν ἐκ τοῦ ἀνάλογον ἀνταποδιδόναι καὶ ἀντιστρέφειν ἐπὶ τὸ ἕτερον. καὶ ἐπὶ τῶν ὁμογενῶν δεῖ τὴν ἐκ τοῦ ἀνάλογον μεταφορὰν ἀντιστρέφειν· ὁμογενῆ γάρ εἰσιν ἡ ἀσπὶς καὶ ἡ φιάλη, καθ’ ὃ ἀνάγονται ὑπὸ τὸ ἄψυχον· οἷον εἰ ἡ φιάλη ἤτοι ὁ κώθων ὁ μέγας ἀσπίς ἐστι τοῦ Διονύσου· ὁ γὰρ Διόνυσος ἅτε μέθυσος ὢν ὡς ἀσπίδα ἔχει τὸν κώθωνα τὸν μέγαν † τὴν ἀσπίδα· ἀεὶ γὰρ ἔχαιρε ταύτῃ, ὡς ἄλλος τῷ κώθωνι. ἢ καὶ ἐπὶ τῶν ὁμογενῶν νοητέον ἤτοι ἐπὶ τῶν θεῶν· ὡς γὰρ ἐν τοῖς ἄλλοις τοῖς ἐν τῇ γενέσει χρώμεθα τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ, οὕτω δεῖ καὶ ἐπὶ τῶν θεῶν χρᾶσθαι τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ· θεοὶ γὰρ ἄμφω, ὅ τε Ἄρης καὶ ὁ Διόνυσος. [a 17] ὁ μὲν οὖν λόγος συντίθεται ἐκ τούτων, ἤτοι εἰκόνων καὶ μεταφορῶν.

冬青栎只凭自身被自己折断;因为它是易碎的。 因为正如船上的人因波涛的颠簸而受扰动从而晕船,甚至仅仅望着大海也会晕船一样,民众在注视政局时也会晕眩并感到眩晕。 她们,即乳母们,咀嚼着碎块食物,把其中的汁水和有用的部分吞下,却把无用的和糠状的部分给孩子们;演说家们也把对城邦有益的事情据为己有而不说,却说着那些无益的事情。 “刻菲索多托斯”是专有名词。一些抄本写作“消瘦者”,因为他又瘦又弱又干瘪;另一些则写作“细碎之物”,因为乳香也是在被捣细、磨碎并碾成碎屑时,才散发出芳香。 乳香在销毁时、即被火焚烧并消灭时令人愉悦(因为它散发芳香);刻菲索多托斯如果被杀或被削弱,城邦在没收其全部财产时将获益;因为他是有害的。因为所有这些既可以作为明喻也可以作为隐喻来说:如果我们连同“如”或“像”来说它们,它们就被称为明喻;如果不用“如”和“像”来说它们,它们就是隐喻;因此由于加上“如”以及反过来去掉“如”,同一事物一方面会被说成明喻,另一方面会被说成隐喻。 因此,凡受称赞的、即最佳的隐喻,显然通过加上“如”,它们自身也会成为明喻;而这些明喻反过来通过去掉“如”,将成为需要言辞、即需要修辞调配的隐喻;因为必须从中去掉“如”。或者,“需要言辞”是指需要解释;因为明喻比隐喻更含混,因此通过某种增补我们将使它们更明朗,并且随着去掉“如”,它们就会成为隐喻。 并且必须始终呼应比例隐喻,并将其向另一方换位。对于同属之物,也必须换位比例隐喻;因为盾牌与酒杯就归入无生物之下而言是同属的;例如,如果酒杯、即大酒具是狄奥尼索斯的盾牌;因为狄奥尼索斯是个酒鬼,他把大酒具当作盾牌[……盾牌……;阿瑞斯]始终喜爱这[盾牌],正如别人喜爱酒具一样。或者,“对于同属之物”应当理解为对于诸神;因为正如我们在生成领域的其他事物中使用比例隐喻一样,对于诸神也必须使用比例隐喻;因为阿瑞斯与狄奥尼索斯两者都是神。 因此,言论是由这些构成的,即由明喻和隐喻构成。

语法注2 条
  1. 3.1.4παραβάλλουσι τὰ παιδία

    动词 παραβάλλω 通常支配与格表示接受者(“抛给/给予某人”),但此处接了中性复数宾格 τὰ παιδία。这被理解为后世希腊语中用宾格代替与格作间接宾语,或者属于某种双宾格结构。

  2. 3.1.4λόγου δεόμεναι

    分词 δεόμεναι 修饰 μεταφοραί 并支配属格 λόγου(“需要言辞/解释”)。注疏者对该属格短语提出了两种解读:其一指去除比较词时的修辞调配或词句运用(οἰκονομία),其二指用于消除明喻固有晦涩性的解释或说明(ἑρμηνεία)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:179.6-180.8