- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:16.19-17.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《修辞学》第一卷第五章(1360b4–1361a24),注释者解释并阐述了作为审议修辞终极目标的幸福及其各个组成部分,包括外在善、身心美德、高贵出身、多子、女子之德以及财富与财产的性质。
5. Σχεδὸν σκοπὸς τοῖς ζῶσιν ἐν βίῳ, οὗ ἐφίενται, ἡ εὐδαιμονία ἐστί· δεῖ οὖν ἐκ τῶν φερόντων πρὸς ταύτην λόγων ἐπιχειρεῖν καὶ συμβουλεύειν. ἔστι δὲ σκοπὸς τούτοις καὶ αἱ ἀρεταὶ καὶ τὰ μόρια αὐτῆς τῆς εὐδαιμονίας, ἤτοι φρόνησις, ἀνδρία, εὐγένεια, τιμή, δόξα. εἶπε οὖν1 ‘τόδε δόξαν ποιεῖται τῇ πόλει, ἀγαθὸν ἄρα καὶ συμφέρον· τόδε εὐγένειαν, καλὸν ἄρα· τόδε τιμήν, αἱρετὸν ἄρα’. [b 7] λάβωμεν δέ, τί ἐστιν εὐδαιμονία καὶ τί ἔχει σκοπὸν καὶ τέλος ὁ συμβουλεύων, λάβωμεν δὲ καί, τίς ὁ ὁρισμὸς τῶν μερῶν αὐτῆς, πρὸς ἃ τὰς ἀποδείξεις ὁ ῥήτωρ ἐνθυμηματικῶς ποιεῖται. [b 14] σαφῶς δὲ ἀπαγγέλλει τοὺς ὅρους τῆς εὐδαιμονίας, σαφῶς δὲ διηγεῖται καὶ τὰ μέρη ταύτης. [b 19] εἰπὼν δὲ διηρθρωμένως καὶ καθαρῶς τὰ ἐκτὸς ἀγαθὰ (πλοῦτον, εὐτεκνίαν, εὐγένειαν, εὐγηρίαν, πολυφιλίαν, χρηστοφιλίαν) καὶ τὰς ἀρετὰς τοῦ σώματος (κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικὴν τὸ πυκτεύειν, τὸ θέειν, τὸ ἕλκειν, τὸ ὠθεῖν), τὰς τῆς ψυχῆς (ἀνδρίαν, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, εὐφυίαν, ἀγχίνοιαν, μνήμην, σοφίαν, συμπάθειαν), ταῦτα εἰπὼν ὁρίζεται, τί ἐστιν ἕκαστον αὐτῶν. [b 31] εὐγένεια μὲν οὖν ἔθνει καὶ πόλει τῶν Ἀθηναίων τυχὸν τὸ εἶναι αὐτόχθονας τοὺς πολίτας ἀλλὰ μὴ περιοίκους, τὸ ἀρχαίους, ὡς οἱ Ῥωμαῖοι, τὸ ἔχειν ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, ὡς ἐν Ἀθήναις ἐστρατήγει μὲν ὁ περιβόητος Ἐπαμινώνδας καὶ Ζάλευκος Περικλῆς τε καὶ Κλέων ἐκεῖνος καὶ Μιλτιάδης καὶ Καλλίμαχος καὶ Κυναίγειρος, ὁ δ’ ἀστρονομικώτατος Τίμαιος ἐπολιάρχει τε καὶ ἐπρέσβευεν, ἐν δὲ Ῥώμῃ Καῖσαρ Αὔγουστος καὶ οἱ λοιποὶ τῶν εὐγενῶν ὕπατοι καὶ πραίτωρες. [b 33] εὐγένεια δὲ καὶ τὸ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν, ἀλλ’ ἐπὶ τοῖς ζηλουμένοις, οὐκ ἐπὶ κακοῖς τισιν ἐπιφανεῖς· εἰσὶ γάρ τινες ἐπὶ κακίᾳ περιφανεῖς. [b 34] ἰδίᾳ δὲ εὐγένεια τῷδε τινὶ τυχὸν ἡ ἀπὸ πατρὸς καὶ μητρὸς λαμπρότης. καὶ ὥσπερ ἐπὶ πόλεως εἴπομεν εὐγένειαν τὸ ἔχειν τοὺς πρώτους ἐπιφανεῖς καὶ προδήλους ἐπὶ ταῖς ἡγεμονίαις, οὕτω καὶ τῷδε τῷ ἀνθρώπῳ τὸ ἔχειν ἐπισήμους τοὺς προγόνους ἐπὶ ἀρετῇ καὶ πλούτῳ. [a] ἔστι δὲ τῷ κοινῷ μὲν καὶ τῇ πόλει εὐτεκνία, νεότης ἂν ᾖ πολλὴ καὶ ἀγαθή, [a 5] ἰδίᾳ δὲ ἑκάστῳ εὐτεκνία τὸ τὰ ἴδια τέκνα ἔχειν κάλλιστα καὶ ἀγαθά. [a 6] θηλειῶν δὲ ἀρετὴ κατὰ ψυχὴν μὲν σωφροσύνη καὶ φιλεργία ἄνευ ἀνελευθερίας, ἵνα μὴ περὶ χύτρας καταγίνηται καὶ λοπάδων κάθαρσιν καί τινων εὐτελῶν πραγμάτων ἐπιτήρησιν καὶ νήματα νήθειν, ὥστε πωλεῖν, ἀλλὰ χρυσοϋφῆ ἔπιπλα τοῖς ναοῖς, κατὰ δὲ σῶμα κάλλος, περιουσία καὶ μέγεθος. ἁπλῶς δὲ καὶ ἰδίᾳ καὶ κοινῇ δεῖ σκοπεῖν καὶ ἐν ἀνδράσι καὶ ἐν γυναιξὶν ἓν ἕκαστον τῶν ῥηθέντων ἀγαθῶν τῆς εὐγενείας ὑπάρχειν ὡς ἐνεῖναι πᾶσι καὶ ἄρρεσι καὶ θηλείαις σωφροσύνην, φιλεργίαν, μέγεθος, κάλλος, ἰσχύν, δύναμιν ἀγωνιστικήν. εἴρηται δέ μοι ζητεῖν ταῦτα καὶ ἐν ἀνδράσι καὶ 〈ἐν〉 γυναιξί, [a 10] διότι, ὅσοις κακῶς ἔχουσι τὰ κατὰ τὰς γυναῖκας, ὥσπερ τοῖς Λακεδαιμονίοις στρατευομένοις πολλάκις, τῶν δὲ γυναικῶν ἑταιριζομένων καὶ ἐπανισταμένων ἐκείνοις, οὗτοι κατὰ τὸ ἥμισυ δυσδαίμονες, οὐκ εὐδαίμονες, τῷ μὲν ἄλλῳ μέρει τυχὸν τῶν ἀγαθῶν εὐδαιμονοῦντες, τῷ δὲ γυναικῶν εὐμοιρεῖν μαινάδων2 τὸ ἥμισυ τῆς εὐδαιμονίας ἀφαιρούμενοι. [a 16] ἔστι δὲ χρήσιμα μὲν τῶν κτημάτων καὶ χωρίων καὶ φυτῶν μᾶλλον τὰ κάρπιμα, οἷον ἐλαῖαι, ἄμπελοι, μηλέαι, ἐλευθέρια δὲ τὰ πρὸς ἀπόλαυσιν, οἷον κυπάριττοι, μυρίναι, δρύες καὶ κατάσκιοι. [a 19] ὅρος δὲ ἀσφαλείας τῶν κτημάτων τούτων τὸ κατέχειν ἀσφαλῶς καὶ ἐπ’ ἐξουσίας ἔχειν πωλεῖν καὶ δωρητικῶς ἐκδιδόναι καὶ ἀπαλλοτριοῦν ἤτοι ἀποποιεῖσθαι ἐφ’ ὁποίῳ δήποτε βούλεται προσώπῳ. [a 23] ὅλως δὲ τὸ πλουτεῖν ἐστιν ἐν τῷ χρῆσθαι καὶ ἐνεργεῖν, ἀλλὰ μὴ κεκτῆσθαι μὲν καταχωννύειν δέ· καὶ γὰρ ἡ ἐνέργειά ἐστιν ἀρετὴ τοῦ πλούτου, οὐ τὸ κλεῖσαι αὐτὸν ἐν ταμείοις καὶ κατορύξαι, καὶ ἡ χρῆσίς ἐστι πλοῦτος, οὐχ ἡ διακατοχὴ μόνον καὶ ἀχρησία.
5. 对于生活在世间的人们而言,他们所追求的标靶大抵是幸福;因此必须根据引向这一目标的论据来着手论证并提出建议。而美德以及这幸福本身的部分,即明智、勇敢、高贵出身、荣誉、声誉,对他们而言也是标靶。因此建议者说道:“这为城邦带来声誉,因而既善且有益;这带来高贵出身,因而崇高;这带来荣誉,因而值得选择。” 让我们来把握什么是幸福,以及提出建议者具有何种标靶与目的;同时也让我们来把握幸福各部分的定义是什么,修辞学家正是针对这些部分运用修辞推论来进行证明的。 他清晰地陈述了幸福的定义,并且也清晰地详述了幸福的各部分。 他在清晰明白地说明了外在善(财富、好子女、高贵出身、善终之老、多友、良友)以及身体的美德(美貌、力量、作为拳击、奔跑、拉引、推挤的竞技能力)、灵魂的美德(勇敢、明智、节制、正义、天赋、机敏、记忆、智慧、同理心)之后,说明了这些便界定它们各自是什么。 因此,对一个部族和城邦(例如雅典人)而言,高贵出身在于公民是土生土长的而非周围属民,在于像罗马人那样古老,在于拥有杰出的早期领袖;正如在雅典,著名的埃帕米农达、扎勒乌科斯、伯里克利、著名的克里昂、米尔提阿德斯、卡利马科斯和库奈吉罗斯曾担任将军,而精通天文学的蒂迈欧曾担任卫戍长官并出使,在罗马则是恺撒·奥古斯都以及其余贵族担任执政官和大法官。 高贵出身还在于许多杰出之人出自他们之中,但必须是在为人称羡之事上杰出,而非在恶名昭彰之事上杰出;因为有些人乃是因邪恶而显赫。 对个别人而言,高贵出身则是例如来自父母的光彩。正如在城邦方面我们所说的高贵出身在于早期人物在统治权上杰出显赫,对于这个人而言,高贵出身便在于祖先因美德和财富而卓著。 对于共同体和城邦而言,好子女在于青年人数众多且优秀,而对个人而言,好子女在于自己的子女最为美好而优秀。 女子的美德,在灵魂方面是节制和不带下贱意味的勤劳,以致不至于终日沉溺于锅灶、清洗平锅、照看廉价器物以及纺线出售,而是为神庙织造金丝织物;在身体方面则是美貌、丰满与高挑。简而言之,无论在个人还是公共方面,在男子还是女子身上,都必须考察所说的各种高贵出身的善是否具备,从而使节制、勤劳、高挑、美貌、力量、竞技能力在男女所有人身上皆有具备。我之所以说要在男子和女子身上都寻求这些,是因为凡妇女事务处于恶劣状态的人——正如多次出征而妇女却放荡并背叛丈夫的斯巴达人那样——他们就一半而言是不幸的而非幸福的,他们或许在善的其余部分上是幸福的,但因摊上了发疯的女人,便被剥夺了一半的幸福。 在财产、田产和植物中,有用的主要是多结果实的,例如橄榄树、葡萄藤、苹果树;合乎自由身份的则是供享乐的,例如柏树、香桃木、橡树和浓荫树木。 这些财产的安全性的定义,在于安全地占有,并有权出售、作为赠礼给出,以及让渡,即将它们转让给任何想要转让的人。 总的来说,富足在于使用和发挥功用,而不在于占有却埋藏;因为运用才是财富的美德,而非将其锁在库房并埋于地下;使用才是财富,而非单纯的占有与弃置不用。
- 1.0.5εἶπε οὖν
动词 εἶπε 的主语未在文中指明,但依上下文乃是引出假想的建议者(ὁ συμβουλεύων)的典型表述。其后紧跟的直接引语(τόδε δόξαν ποιεῖται…)展示了演说家利用幸福的构成要素所作出的范例性论证言辞。
- 1.0.5τῷ δὲ γυναικῶν εὐμοιρεῖν μαινάδων
带冠词的与格不定式短语 τῷ εὐμοιρεῖν 表示原因或手段,动词 εὐμοιρέω(享有……的福分)支配属格补足语 γυναικῶν μαινάδων(发疯的女子)。在这一否定性语境中,该表达具有反讽意味,意为“通过摊上狂乱的女子”。
