- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:178.1-179.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》第3卷第4章开头(约1406b20–1407a8),探讨明喻与隐喻在定义上的差别(如比喻连词的有无)及其在散文中的适度运用,并解析安德罗提昂、阿耳基达马斯、德摩斯梯尼和伯里克利等人的明喻实例。
4. Ἔστι δὲ καὶ ἡ εἰκὼν μεταφορά· διαφέρει δὲ ἡ εἰκὼν ταύτης, διότι ἡ εἰκών ἐστιν ἀσαφής, ἡ δὲ μεταφορὰ δήλη. διαφέρει καὶ κατὰ τοῦτο ἤτοι κατὰ τὴν ἐκφώνησιν καὶ φράσιν· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος λέγεις τὸ ὡς καὶ τὸ καθά καὶ ἠύ καὶ ἠύτε καὶ τὸ καθάπερ, ἐπὶ δὲ τῶν μεταφορῶν οὔτε τὸ ὡς κεῖται οὔτε τὸ ἠύ οὔτε ἄλλο τι ὧν εἴπομεν. [b 23] ἐπεὶ γὰρ ἄμφω ἤτοι καὶ ὁ λέων καὶ ὁ Ἀχιλλεὺς ἀνδρεῖοί εἰσι, διὰ τοῦτο μεταφορικῶς εἶπε τὸν Ἀχιλλέα λέοντα. καὶ ἐν λόγῳ δὲ πεζῷ χρησιμεύει καὶ ἡ εἰκών, πλὴν ὀλιγάκις ἤτοι σπανιάκις δεῖ χρᾶσθαι αὐταῖς ἐν τῷ πεζῷ λόγῳ· τὸ γὰρ πλειστάκις χρῆσθαι ταῖς εἰκόσι ποιητικόν ἐστιν. [b 25] ὥσπερ δὲ αἱ μεταφοραί εἰσιν οἰσταί, ἤτοι ὥσπερ ταῖς μεταφοραῖς ὀλιγάκις χρώμεθα ἐν τῷ πεζῷ λόγῳ, οὕτως δεῖ ἐν αὐτῷ χρᾶσθαι καὶ ταῖς εἰκόσιν ὀλιγάκις· ἐπεὶ καὶ αἱ εἰκόνες μεταφοραί εἰσι, κατὰ τοῦτο δὲ καὶ μόνον διαφέρουσι τῶν μεταφορῶν, διότι ἐν μὲν ταῖς μεταφοραῖς οὔτε 〈τὸ〉 ὡς κεῖται οὔτε τὸ καθώς, ἐν δὲ ταῖς εἰκόσι κεῖται τὸ ὡς καὶ τὸ καθώς. ἥντινα εἰκόνα ὁ Ἀνδροτίων εἰς τὸν ἰδριέα1 ἤτοι συκοφάντην, ὅτι ὁ ἰδριεὺς ὅμοιός ἐστι τοῖς κυνιδίοις τοῖς ἀπολυθεῖσιν ἐκ τῶν δεσμῶν· καὶ ὁ ἰδριεὺς ἀπολυθεὶς ἐκ τῶν δεσμῶν, ἤτοι εἰ ἀπολύσομεν ἐκ τοῦ δεσμωτηρίου, πάλιν καταβλάψει ἡμᾶς· ἢ τὸ Ἰδριεὺς ληπτέον ὡς ὄνομα κύριον. [b 30] εἰ ὁ Ἀρχίδαμος ἔοικε τῷ Εὐξείνῳ μὴ εἰδότι γεωμετρεῖν, λοιπὸν ἄρα καὶ ὁ Εὔξεινος ἔοικε τῷ Ἀρχιδάμῳ· ἀγεωμέτρητος ἄρα κατὰ τοῦτο ὁ Ἀρχίδαμος, τὸ δὲ Ἀρχίδαμος γεωμετρικὸς ἤτοι ἀγεωμέτρητος. [b 33] ὅτι οἱ δέροντες τοὺς τεθνεῶτας διὰ τὸ ἀδύνασθαι αὐτοὺς ἐοίκασι τοῖς κυνιδίοις, ἃ τῶν μὲν ἀφιέντων τοὺς λίθους οὐχ ἅπτονται, δάκνουσι δὲ τοὺς λίθους· ζῶντας γὰρ ἔδει τούτους ἀμύνασθαι. καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὸν δῆμον παρὰ τοῦ Δημοσθένους, ὅτι ὁ δῆμος ἔοικε ναυκλήρῳ ἰσχυρῷ μὲν εἰς τὸ ἀποκρούσασθαι τὰ ἐπιφερόμενα κύματα, κωφῷ δέ· καὶ ὁ δῆμος ἰσχυρὸς μέν ἐστιν εἰς τὸ ἀποκρούσασθαι τοὺς καὶ τὰ τῆς πόλεως καταλυμαινομένους, οὐκ ἀκούει δὲ τῶν λεγόντων καὶ συμβουλευόντων τὰ λυσιτελῆ καὶ πῶς δεῖ ταῦτα ποιῆσαι. [b 36] καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὰ μέτρα τῶν ποιητῶν· ὡραίους λέγει ἄνευ κάλλους τοὺς μὴ ὄντας μὲν ἀμόρφους φύσει,2 τῇ ἐπιχρίσει δὲ τῶν φυκαρίων δοκοῦντας εὐμόρφους· οὗτοι γὰρ εἰ ἀπαντήσουσιν ἐν τῷ ἀπονίψασθαι καὶ ἐκβαλεῖν φυκάριον δι’ ὕδατος, ἀκαλλεῖς εἰσι. καὶ τὰ μέτρα, οἷον τὸ “μῆνιν ἄειδε, θεά”, 〈εἰ〉 διαλύσεις εἰς τὸ μ καὶ τὸ η καὶ ἁπλῶς εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, φαίνονται οὐδὲν καὶ ἄρρυθμα. [1407 a 1] καὶ ἡ εἰκών, ἣν ὁ Περικλῆς εἰς Σαμίους εἴρηκεν οὕτως οἱ Σάμιοι δέχονται μὲν τὰς εὐεργεσίας παρὰ τῆς πόλεως, δυσχεραίνουσι δὲ ἐν τῷ λαμβάνειν αὐτάς’.
4. 明喻也是一种隐喻;但明喻与它不同,因为明喻是不明朗的,而隐喻是明朗的。它在这点上,即在发音和表达方式上也有所不同:因为在明喻中你会说“如”、“像”、“仿佛”、“宛若”和“犹如”,但在隐喻中既不用“如”,也不用“仿佛”,亦不用我们所说的其他任何词语。 因为既然两者,即狮子和阿喀琉斯都是勇敢的,因此他隐喻性地将阿喀琉斯称为“狮子”。在散文中明喻也是有用的,只是在散文中必须少用、即罕用它们;因为极频繁地使用明喻是具有诗性的。 “正如隐喻是可以承受的”,即正如我们在散文中罕用隐喻一样,在散文中也必须罕用明喻;因为明喻也是隐喻,并且仅在此点上与隐喻不同:因为在隐喻中既不用“如”也不用“像”,而在明喻中则使用“如”和“像”。安德罗提昂针对伊德里欧斯、即告密者[所说的]那种明喻:“伊德里欧斯就像从链条上解脱出来的小狗;而伊德里欧斯一旦从链条上解脱出来,即如果我们把他从监狱中释放出来,他就会再次危害我们”;或者“伊德里欧斯”应当被当作一个专有名词来理解。 如果阿耳基达马斯像不懂几何学的欧克塞诺斯,那么接下来欧克塞诺斯也像阿耳基达马斯;因此照此而言阿耳基达马斯是不懂几何学的,然而“几何学者阿耳基达马斯”,即不懂几何学的人。 那些因死者无能为力而剥死者之皮的人,就像那些不扑向扔石头的人、却去咬石头的小狗;因为他们本应当在这些人活着时向他们复仇。以及德摩斯梯尼针对民众所说的明喻,即民众就像一位在击退扑来的波涛方面强壮有力、但耳聋的船主;民众在击退那些也破坏城邦事务的人方面固然强壮有力,却不听从那些言说并建议有益之事以及应当如何实行这些事的人。 以及针对诗人的格律所说的明喻:他所说的“无美之青春年少”,是指那些本性上并不丑陋、但靠涂抹胭脂而显得貌美的人;因为这些人若是遇到用水洗涤并除掉胭脂的情况,就是不美的。格律也是如此,例如“女神啊,请歌咏愤怒”,如果你将它拆解为μ和η,简言之拆解为构成它的基本要素,它们就显得毫无意义且缺乏节奏。 以及伯里克利针对萨摩斯人所说的明喻:“萨摩斯人正是这样,接受城邦的恩惠,却在领受恩惠时抱怨不休”。
- 3.1.4ἥντινα εἰκόνα ὁ Ἀνδροτίων εἰς τὸν ἰδριέα
在由关系代名词 ἥντινα 引导的从句中,主要动词(如 εἶπε 等)被省略,承接前文的“明喻”引出具体例证。随后的 ὅτι 则引出所陈述的具体内容。
- 3.1.4ὡραίους λέγει ἄνευ κάλλους τοὺς μὴ ὄντας μὲν ἀμόρφους φύσει
动词 λέγει 所带的双重宾格结构。τοὺς μὴ ὄντας... 为直接宾语,前置的 ὡραίους ἄνευ κάλλους(引用亚里士多德原文)充当宾语补足语(谓语性宾格)。
