← 佚名

亚里士多德《修辞学》佚名评注

§176.10-177.33

散文中迂回表述与牵强隐喻之弊

注解亚里士多德《修辞学》卷三第2至3章(1406a22–b19),批判了散文中不恰当的转弯抹角之辞、复合词以及牵强隐喻所导致的生硬拙劣,并讨论了各类诗歌体裁中适宜的词汇与比喻手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.3#2

[a 22] ἐπεὶ καὶ ὁ νόμος ἄρχειν λέγεται καὶ βασιλεύειν τῶν πόλεων. [a 27] ὁ ῥήτωρ λέγεται οἰκονόμος τῆς τῶν ἀκουσόντων ἡδονῆς. περίφρασίς ἐστι τοῦτο· ἤρκει γὰρ εἰπεῖν ‘ὁ τοὺς ἀκροατὰς θέλγων’. τοῖς κλάδοις τῆς ὕλης ἤτοι τῆς συνδένδρου τοποθεσίας. παρήμπισχεν ἀντὶ τοῦ ἔκρυπτεν. [a 29] ἀντίμιμον ἤτοι ἴσα τοῖς μιμητικοῖς δυναμένην. ὁ δὲ μητροπολίτης οὕτως ἡρμήνευσεν· ἀντίμιμον, καθ’ ὅσον ἡ τῆς ψυχῆς ἐπιθυμία ἐναντία ἐστὶ καὶ ἀντιπράττουσα τῇ ἐπιθυμίᾳ καὶ τῷ θελήματι τοῦ σώματος. [a 30] τοῦτο δὲ τὸ ἀντίμιμον καὶ διπλοῦν ἐστι καὶ ἐπίθετον, ὥστε ποίημα, ἤτοι ποιητικόν ἐστιν. ἔξεδρος ἤτοι ἐκπίπτουσα τοῦ πρέποντος ἡ ὑπερβολὴ τῆς μοχθηρίας ἤτοι τῆς ψυχρολογίας καὶ ἀπρεπείας. [a 32] διὸ οἱ λέγοντες ἐν τῷ πεζῷ λόγῳ καὶ καταχρώμενοι ταῖς ποιητικαῖς λέξεσιν ἅμα τῇ ἀπρεπείᾳ ἐμποιοῦσι καὶ τὸ γελοῖον. ὅταν γὰρ ἐπεμβάλῃ ἤτοι χρήσηται τῇ περιφράσει ἐν τῷ γινώσκοντι ἀνθρώπῳ τὴν φύσιν τοῦ λευκοῦ καὶ εἴπῃ ‘γάλα λευκόν’, διαλύει τὸ σαφὲς καὶ ἀδολεσχίαν ποιεῖ ἐν τῷ ἐπισκοτεῖν· ὅταν δὲ τὸ πρᾶγμα ᾖ ἀνώνυμον ἤτοι οἰκεῖον ὄνομα οὐκ ἔχῃ, τότε χρώμεθα τοῖς διπλοῖς ἤτοι τοῖς ἐπιθέτοις, καὶ ὅταν ὁ λόγος ᾖ εὐσύνθετος (ἀπὸ κοινοῦ γὰρ τὸ ὅταν ληπτέον)·1 [a 37] οἷον τὸ χρονοτριβεῖν καὶ ἐπίθετός ἐστι λέξις καὶ εὐσύνθετος καὶ κεῖται ἐπὶ πράγματι μὴ ἔχοντι ὄνομα· τῇ γὰρ ἐπί τινι πράγματι χρονίσει οὐκ ἔθεντο οἱ παλαιοὶ ὄνομα. ἀλλ’ ἂν πολὺ ἤτοι κατακόρως χρώμεθα τοῖς ἐπιθέτοις, δόξει ποιητικὸν ἤτοι ποίησις ὁ πεζὸς λόγος. [b 1] διθύραμβοι λέγονται οἱ λυρικοὶ ὡς ὁ Πίνδαρος καὶ ἁπλῶς οἱ πρὸς τὸν Διόνυσον ὕμνοι· ὁ γὰρ Διόνυσος διθύραμβος ἐλέγετο, καθ’ ὃ εἶχε καὶ αἰδοῖον ἀνδρὸς καὶ αἰδοῖον γυναικὸς καὶ ἐτέλει καὶ τὰ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν· οἱ δὲ εἶπον διθύραμβα τὰ ἔχοντα ἐρωτήσεις καὶ ἀποκρίσεις. [b 2] οὗτοι γὰρ οἱ διθυραμβοποιοὶ ψοφώδεσιν ἤτοι κομπηραῖς λέξεσι χρῶνται. αἱ δὲ γλῶτται ἤτοι αἱ διάλεκτοι χρήσιμοι τοῖς ἐποποιοῖς· τὸ σεμνὸν γὰρ ἤτοι τὸ ὀγκηρὸν τῆς λέξεως καὶ τὸ αὔθαδες ἤτοι ἡ ψόφον ἀποτελοῦσα λέξις, ὃ ἔχουσιν αἱ διάλεκτοι, ἁρμόζει τοῖς ἔπεσιν. ὁ μὲν Πλάτων ἐτυμολογεῖ τὸ αὔθαδες ἐκ τοῦ ᾄδειν καὶ ἀρέσκειν ἑαυτῷ· κατεβιβάσθη γὰρ τὸ πνεῦμα τοῦ ε εἰς τὸ ἄλφα· οἱ δὲ λέγουσι παρὰ τὸ ᾅδης εἶναι ἑαυτοῦ. [b 3] ἡ δὲ μεταφορικὴ λέξις ἁρμόζει τοῖς ἰαμβείοις στίχοις· τούτοις γὰρ τοῖς ἰαμβείοις χρῶνται νῦν. [b 6] αἱ μέν εἰσι γελοῖοι· οἷον εἴ εἴπῃς τι ἀναίσχυντον, οἷον ὅτι καὶ τοὺς ὄρχεις ἐδάρδαψεν. ἀσαφεῖς δὲ γίνονται αἱ μεταφοραί, εἰ πόρρωθεν καὶ ἀπὸ ἀνομοειδῶν μετακομίζονται. [b 9] τὰ πράγματά εἰσι συμβεβηκότα, τὸ δὲ ἄναιμον καὶ χλωρὸν ἐπὶ ζῴων λέγεται· ὥστε ἀπὸ τῶν πόρρω μετεκομίσθη. πάλιν τὸ σπείρειν καὶ τὸ θερίζειν ἐπὶ καρπῶν λέγεται· ἀπρεπὲς γοῦν ἐστι τὸ λέγειν σπείρειν τὰ πράγματα μεταφορικῶς καὶ πάλιν θερίζειν. [b 11] τὴν φιλοσοφίαν ἔλεγεν ἐπιτείχισμα ἤτοι βοηθὸν καὶ φυλακὴν τῶν νόμων. ψυχρὰ ἡ μεταφορὰ καὶ αὕτη· ἐπὶ γὰρ τῶν πόλεων λέγεται τὸ ἐπιτείχισμα. [b 13] καὶ οὐδὲν τοιοῦτον ἄθυρμα ἐν τῷ λόγῳ τοῦ Ἀλκιδάμαντος γράφει· καὶ τὸ ἄθυρμα ψυχρὰ μεταφορά, ληφθὲν ἐπὶ ἡδονῆς. [b 14] ἅπαντα ταῦτα ἀπίθανα δοκοῦσι2 διὰ τὰ εἰρημένα ἤτοι διὰ τὸ εἶναι τὰς μεταφορὰς ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν. ἡ χελιδὼν ἔχεσε τὸν Γοργίαν· τὸ περίττωμα γάρ ἐστι κόπρος. ὁ Γοργίας ἄριστα ἤτοι κρειττόνως πάντων τῶν τραγικῶν ἐχρήσατο τῇ μεταφορᾷ εἰπὼν ‘αἰσχρόν, ὦ Φιλομήλα, ἐποίησας’· ἀπέσκωψε γὰρ αὐτὴν ὡς παρθένον, οὐχ ὡς ὄρνιν· † τὸ γὰρ αἰσχρόν, εἰ ὡς ὄρνις τοῦτο ἐποίησεν·3 αὕτη δὲ ἦν πρώτη παρθένος, ἧς τὸ ὄνομα Φιλομήλα, καὶ ἀπωρνεώθη. [b 18] εἰπὼν ὃ ἦν — ἦν γὰρ παρθένος —, ἀλλ’ οὐχ ὃ ἔστιν — ἔστι γὰρ ὄρνις —. [b 6] οἱ γὰρ κωμῳδοποιοὶ χρῶνται τοιαύταις μεταφοραῖς γέλωτα κινούσαις. [b 7] αἱ δέ εἰσιν ἀπρεπεῖς διὰ τὸ σεμνὸν ἄγαν ἤτοι διὰ τὸ ὀγκηραῖς λέξεσι χρᾶσθαι· τοῦτο γὰρ δηλοῖ τὸ σεμνὸν ἐνταῦθα· οἱ γὰρ τραγικοὶ εὐτελῆ πράγματα λέγοντες ἀποσεμνύνουσιν αὐτὰ καὶ ἐξαίρουσι σεμναῖς ἤτοι ὀγκηραῖς λέξεσιν.

因为法律也被称为统治诸城邦并为其君王。 演说家被称为“听众快乐的管家”。这是转弯抹角之辞;因为只需说“魅惑听众者”就足够了。“由于树林的枝条”,即多树之地的[枝条]。“包藏”代替了“隐藏”。 “对抗性模仿”,即具有与模仿者均等的力量。主教这样解释:在灵魂的欲望与肉体的欲望和意志相抗衡并相对立的限度内,它是“对抗性模仿”。 这个“对抗性模仿”既是复合词又是修饰语,因而是诗的产物,即具有诗性。“脱离座席”,即恶劣品质的过度,也就是生硬词句与不得体的过度,偏离了合宜之事。 因此,在散文中言说而滥用诗性词语的人,在造成不得体的同时也引发了滑稽。因为当某人面对知晓白色本性的人插入、即运用转弯抹角之辞而说出“白色的奶”时,他破坏了清晰,并通过遮蔽而制造了废话;但当事物无名、即没有固有名称时,我们才使用复合词即修饰语,以及当言辞易于复合时[也使用它们](因为“当……时”应当共同领会);例如“磨损时间[消磨时间]”既是修饰性的词又是易于复合的,并且适用于没有名称的事物;因为古人并没有为在某件事情上耗费时间确立名称。但如果我们大量地、即过腻地使用修饰语,散文就会显得具有诗性,即显得像是诗歌。 “酒神赞歌”指如品达般的抒情诗人,泛指献给狄奥尼索斯的赞歌;因为狄奥尼索斯被称为“酒神赞歌”,是由于他既具有男性的生殖器又具有女性的生殖器,并且兼行男女之事;而另一些人则说酒神赞歌是包含问答的形式。 因为这些酒神赞歌作者使用的是喧闹的、即浮夸的词语。而生僻词即方言对史诗诗人是有用的;因为方言所具有的词语的崇高即厚重,以及傲岸即制造声响的词句,适合于史诗。柏拉图把“傲岸”的词源追溯为对自己歌唱并自满;因为ε的送气音被降到了α;但另一些人则说是源于成为自己的冥府。 隐喻性的词句适合于抑扬格诗行;因为如今他们使用的正是这些抑扬格诗行。 有些隐喻是滑稽的;例如如果你说出某种不知羞耻的话,例如说他甚至“吞噬了睾丸”。如果隐喻是从远处和不同种类的事物中借用来的,就会变得晦涩不明确。 事态是偶性,而“无血的”和“苍白的”用于动物;因此它们是从远处借用来的。同样,“播种”和“收获”用于庄稼;因此隐喻性地说播种事态以及再次收获事态,是不得体的。 他把哲学称为“城塞”,即法律的助手和堡垒。这个隐喻也是生硬的;因为“城塞”是针对城邦说的。 在阿尔基达马斯的演说中写道“绝无此类玩物”;“玩物”也是针对快乐而取的生硬隐喻。 所有这些由于上述原因,即由于隐喻取自远处和不同种类的事物,显得缺乏说服力。燕子在高尔吉亚身上排便;因为残留物就是粪便。高尔吉亚以最优秀、即胜过所有悲剧诗人的方式运用了隐喻,他说:“菲洛墨拉啊,你做了一件丑事”;因为他是把她当作少女而非当作鸟儿来嘲弄的;因为如果她作为鸟儿做了此事,就[不是]丑事了;而她起初是一位少女,名字叫菲洛墨拉,后来变成了鸟。 通过说出她过去是什么(因为她曾是少女),而不是她现在是什么(因为她现在是鸟)。 因为喜剧诗人使用这种引发笑声的隐喻。 另一些隐喻则由于过度的崇高,即由于使用厚重宏大的词语而是不得体的;因为在此处崇高指的就是这一点;因为悲剧诗人在谈论卑微事物时,会使它们显得崇高,并用崇高的即厚重的词语提升它们。

语法注3 条
  1. 3.1.3ἀπὸ κοινοῦ γὰρ τὸ ὅταν ληπτέον

    这是一处语法说明,指出前一分句中的连词 ὅταν(ὅταν δὲ τὸ πρᾶγμα ᾖ ἀνώνυμον)在接下来的分句(καὶ ὅταν...)中同样共通(ἀπὸ κοινοῦ)起作用。

  2. 3.1.3ἅπαντα ταῦτα ἀπίθανα δοκοῦσι

    中性复数主语 ἅπαντα ταῦτα 与复数动词 δοκοῦσι 呼应(依意义一致)。古典阿提卡方言中中性复数主语通常接单数动词,而此处采用了复数动词。

  3. 3.1.3† τὸ γὰρ αἰσχρόν, εἰ ὡς ὄρνις τοῦτο ἐποίησεν·

    包含抄本讹误标记(短剑号)的文句。根据上下文,必须补足其否定的含义(即“如果作为鸟做了此事就不是丑事”),或者理解为反诘。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:176.10-177.33