- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:174.22-176.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》卷三第3章,讨论了因复合词、生僻方言词以及冗长修饰语和迂回说法的不当使用而导致的拙劣生硬风格,主张在散文中节制使用诗性词语。
3. Διπλοῦν ὄνομά ἐστι τὸ πολυπρόσωπον ἤτοι σύνθετον· τὸ γοῦν καλέσαι τὸν οὐρανὸν πολυπρόσωπον διὰ τὰ ἄστρα καὶ τὰ ζῴδιά ἐστι ψυχρόν. [b 36] καὶ ἡ μελανοκόρυφος λέξις ψυχρά ἐστι· ψυχρὸν γάρ ἐστι τὸ καλέσαι κορυφὴν τῆς γῆς τὰ ὄρη. Λυκόφρων ἄλλος καὶ οὐχ ὁ ποιητής. καὶ τὸ καλέσαι τὴν ἀκτὴν ἤτοι τὸν αἰγιαλὸν στενόπορον ψυχρόν ἐστι· στενοπόρος γὰρ λέγεται ὁ ἰσθμός. στενοπόρος ἡ τρυμαλιὰ τῆς ῥαφίδος. ἰσθμὸς δέ ἐστιν ἡ στενοτάτη γῆ καὶ δίκην αὐλοῦ ἐπιταθεῖσα στενοῦ μεταξὺ δύο γαιῶν. [b 37] πτωχόμουσον ἤτοι τὸν πένητα κατὰ τὸ λέγειν καὶ κολακεύειν καὶ ἀνεπιτήδειον· οὐ γὰρ πρὸς κόλακα ἡ τοιαύτη λέξις ἁρμόζει ῥηθῆναι ἀνεπιτήδειον,1 ἀλλὰ πρὸς γραμματικὸν κακόν. τὸ ἐπιορκῆσαι λέγεται ἐπὶ τοῦ ψευδῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ τὸν ἁπλῶς ψευσάμενον εἰπεῖν ἐπιορκήσαντα· καὶ τὸ κατευορκῆσαι λέγεται ἐπὶ τοῦ ἀληθῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ ἡ λέξις αὕτη ῥηθῆναι ἐπὶ τοῦ ἁπλῶς εἰπόντος τι ἀληθές, οἷον ὅτι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου ἡμέρα ἐστί. [1406 a 1] καὶ ὡς Ἀλκιδάμας εἶπε πρός τινα ὀργίλον μένους ἤτοι ὀργῆς· τὸ δὲ λέγειν τὸν ὀργίλον ἔχειν τὴν ὄψιν πυρίχροον ἤτοι ὡς πῦρ εἶναι τὴν ὄψιν αὐτοῦ ἀνοίκειόν ἐστι καὶ ψυχρόν. τὸ τελεσφόρον λέγεται ἐπὶ κυήματος ἢ ἐπὶ καρποῦ, οὐ μὴν δὲ ἐπὶ προθυμίας ἢ πειθοῦς. [a 5] ἔδαφος λέγειν τὴν ἐπιφάνειαν τῆς θαλάσσης καὶ πάνυ ἐστὶ ψυχρόν· καὶ πάλιν εἰπεῖν τὴν θάλασσαν χροιὰν ἔχειν κυανίζουσαν καὶ πάνυ ἐστὶν αἰσχρόν. [a 7] τὸ χρῆσθαι γλώτταις ἤτοι διαλέκτοις ποιητικόν ἐστι. τὸ πελώριον ἀντὶ τοῦ μέγα καὶ τὸ σίνις ὁ βλαπτικὸς ποιητικόν ἐστι, τὸ Σκίρων δὲ ὄνομα κύριον. [a 9] τὴν ποίησιν εἶπεν ἄθυρμα ἤτοι παίγνιον, καὶ τὸ ἀθύρω τὸ παίζω ποιητικόν ἐστι· καὶ τὴν βλάβην τῆς φύσεως ἔδει εἰπεῖν ἀνωμαλίαν καὶ εἶπεν ἀτασθαλίαν· καὶ τὸ τεθηγμένον ποιητικόν ἐστιν ἐπὶ σπάθης κυρίως λεγόμενον καὶ οὐκ ἐπὶ ὀργῆς. [a 10] τρίτον ψυχρόν ἐστι καὶ τὸ χρᾶσθαι ἐπιθέτοις μακροῖς, ὡς ὁ Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις ‘σφραγιδονυχαργοκομήτης’. [a 12] ἄκαιρον ἐστι καὶ ἀπρεπὲς τὸ ἐν λόγῳ πεζῷ χρᾶσθαι τῇ περιφράσει καὶ εἰπεῖν ‘γάλα λευκόν’· τοῦτο γὰρ ἀδολεσχία ἐστίν· ἤρκει γὰρ ἐν τῷ πεζῷ λόγῳ τὸ εἰπεῖν γάλα μόνον, ἐν ποιήσει δὲ καὶ λίαν ἐστὶν εὔκαιρον ‘γάλα λευκὸν’ εἰπεῖν καὶ ‘βίη Ἡρακλείη’ καὶ ἁπλῶς χρᾶσθαι ταῖς περιφράσεσιν. ὁμοίως ἀτερπές ἐστι καὶ τὸ χρᾶσθαι πυκνότερον τοῖς ποιητικοῖς. ἐν δὲ λόγῳ πεζῷ ἄλλα μὲν τῶν ποιητικῶν λέξεών ἐστιν ἀπρεπὲς λέγειν, ἄλλα δὲ τῶν ποιητικῶν, εἰ χρώμεθα αὐτοῖς κατακόρως καὶ πυκνῶς καὶ οὐχὶ καθάπαξ ἢ δίς, ἀπρεπές ἐστι. καὶ τὸ χρᾶσθαι συχνῶς ταῖς ποιητικαῖς λέξεσιν ἐν λόγῳ πεζῷ ποιεῖ τὸν λόγον μὴ πεζὸν ἀλλὰ ποίησιν φαίνεσθαι, ἐπεὶ δεῖ μὲν χρᾶσθαι ταῖς ποιητικαῖς λέξεσιν ἐν αὐτῷ τῷ πεζῷ λόγῳ ἀλλὰ σπανίως καὶ ὀλιγάκις· [a 15] ἡ γὰρ ποιητικὴ λέξις ἐμπεσοῦσα καθάπαξ τῷ πεζῷ λόγῳ ποιεῖ τὸ εἰωθὸς ἤτοι τὸ ἔθος καὶ τὸ ἰδίωμα τῆς γραφῆς τοῦ ῥήτορος παρηλλαγμένον καὶ θαυμαστόν· ξενικὴ γὰρ καὶ παράξενος ἡ τοιαύτη λέξις δοκεῖ. [a 16] ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου ἤτοι τοῦ συμμέτρου ἤτοι συμμέτρως δεῖ χρᾶσθαι ταῖς λέξεσι ταῖς ποιητικαῖς ἐν τῷ πεζῷ λόγῳ· εἰ δὲ μή ἤτοι εἰ δὲ μὴ χρᾶται συμμέτρως, τὸ χρᾶσθαι κατακόρως ταῖς ποιητικαῖς λέξεσιν ἐν λόγῳ πεζῷ μεῖζόν ἐστι κακὸν παρὰ τὸ λέγειν εἰκῆ2 ἤτοι τὸ μὴ χρᾶσθαι ἐν τῷ πεζῷ ποιητικαῖς λέξεσιν· ἔλαττον γάρ ἐστι κακὸν τὸ εἰκῇ ἤτοι χωρὶς ποιητικῆς λέξεως εἶναι τὸν λόγον· [a 17] ἡ μὲν γὰρ λέξις ἡ ἁπλῆ καὶ πεζὴ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ ἡ ἐπίθετος λέξις καὶ ποιητικὴ ἔχει τὸ κακὸν ἤτοι ψεκτή ἐστιν. ἥδυσμά ἐστι τὸ ὀλίγον καὶ προτιθέμενον καὶ χρώμενον ὡς τὰ γρανάτα, ἐδέσματα δὲ λέγονται τὰ πληθυντικῶς καὶ προτιθέμενα καὶ χρώμενα. ὁ γοῦν Ἀλκιδάμας οὐκ ἐχρᾶτο ὀλίγοις καὶ ὡς ἡδύσμασι ταῖς ποιητικαῖς λέξεσιν, ἀλλ’ ὡς ἐδέσμασιν ἤτοι πυκνῶς καὶ κατακόρως. [a 21] ‘ὑγρὸς ἱδρώς’ περίφρασις. Ἴσθμια ἑορτὴ καὶ πανήγυρις ἐπὶ τοῖς τελουμένοις ἐν Ἀθήναις.
3. 双重词即如“多面的”这样的词,也就是复合词;无论如何,因星辰和黄道星座而把天空称为“多面的”,是生硬拙劣的。 “黑顶的”这一词语也是生硬的;因为把群山称为大地的“顶峰”是生硬的。吕科佛隆是另一个人,而不是那位诗人。把海岸即海滩称为“狭窄的通道”也是生硬的;因为地峡才被称为“狭窄的通道”。缝针的孔也是狭窄的通道。地峡是极狭窄的陆地,如同一根狭细的管道伸展在两片陆地之间。 “贫于缪斯的”,即指在言辞和奉承方面贫乏者,也就是不合适者;因为这样的词语用在不称职的奉承者身上是不恰当的,而用在蹩脚的文法家身上才恰当。“发假誓”是针对起虚假誓言者说的,把单纯说谎的人称为发假誓者并不恰当;而“发真誓”是针对起真实誓言者说的,把这一词语用在单纯说出某件真事(例如当太阳在地面之上时就是白天)的人身上,也是不恰当的。 正如阿尔基达马斯对某个易怒之人所说,“[满怀]怒气”,也就是愤怒;而说易怒之人有着“火色的面容”,即他的面容如火一般,是不恰当且生硬的。“带来完满的”是针对胎儿或果实说的,绝不是针对热情或劝导说的。 把海面称为“地面[海床]”是极其生硬的;进而,说海有着“泛青的”肤色也是极其拙劣丑陋的。 使用生僻词即方言词,是诗性的。用“庞大的”代替“大的”,以及用“蹂躏者”表示有害的,是诗性的;而“斯基隆”则是专有名词。 他把诗歌称为“玩物”,即消遣,而“玩弄”即玩耍是诗性的;他本应把自然的损伤称为“失调”,却称之为“狂妄”;“被磨砺的”也是诗性的,它本义用于刀剑,而不是用于愤怒。 第三种生硬,还在于使用冗长的修饰语,正如阿里斯托芬在《云》中所说“戴印章戒指留长指甲长发飘逸者”。 在散文中运用转弯抹角之辞说出“白色的奶”,是不合时宜且不得体的;因为这是冗辞废话;因为在散文中只说“奶”就足够了,但在诗歌中说“白色的奶”和“赫拉克勒斯之力”,以及一般性地运用转弯抹角之辞,都是极其合宜的。同样,过于频繁地使用诗性词语也是令人不悦的。在散文中,说出诗性词语中的一部分本身就是不得体的,而诗性词语中的另一部分,如果我们过于饱食地频繁使用它们而不是偶尔用上一两次,也是不得体的。在散文中屡次使用诗性词语会使言辞显得不是散文而是诗歌;因为在散文本身中固然应当使用诗性词语,但应当罕见且少用。 因为诗性词语一旦落入散文中,就会使演说家写作的惯常风格,即通常的习惯和特有的笔法,变得奇特而令人惊异;因为这样的词语显得奇异而陌生。 但应当以适度即匀称为目标,也就是在散文中应当匀称地使用诗性词语。否则,即如果不匀称地使用,在散文中饱腻地使用诗性词语,比随意胡乱言说即在散文中不用诗性词语是更大的恶;因为言辞随意胡乱、即缺少诗性词语,是较小的恶。 因为朴素平实的词句虽没有优点,但修饰性的诗意词句却带有恶劣,即是应受指责的。调味品是少量的、如同石榴一般被端上和使用的,而正餐食物则是大量被端上和使用的。阿尔基达马斯并没有少量且如调味品般使用诗性词语,而是如正餐食物般,即频繁且过腻地使用它们。 “湿润的汗水”是转弯抹角之辞。“地峡竞技会”是因在雅典举行的各种典礼而设的节庆和盛大集会。
- 3.1.3οὐ γὰρ πρὸς κόλακα ἡ τοιαῦτη λέξις ἁρμόζει ῥηθῆναι ἀνεπιτήδειον
形容词 ἀνεπιτήδειον 承接前文的“καὶ ἀνεπιτήδειον”,作阳性单数宾格,修饰介词短语 πρὸς κόλακα(即“针对不称职的奉承者”),或对其作同格谓词性说明。该句的主语是 ἡ τοιαύτη λέξις,动词 ἁρμόζει 带有补足不定式 ῥηθῆναι。
- 3.1.3μεῖζόν ἐστι κακὸν παρὰ τὸ λέγειν εἰκῆ
比较级 μεῖζον 的比较基准没有使用连词 ἤ,而是由介词短语 παρὰ 加上带有冠词的不定式宾格(παρὰ τὸ λέγειν εἰκῆ)表示。这是散文(尤其是后世注疏文体)中引入比较对象的常见句式。
