- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:169.30-171.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《修辞学》第3卷第2章(1405a35–b5),阐释了从同属同类事物构建隐喻的原则,剖析了关于拔罐器的“火炼青铜”之谜,讨论了谜语与隐喻的层级关系,并回顾了1404b29中关于拟声造词与四类隐喻的论述。
ἀσήμους φωνὰς λέγει τὰς τραχείας τὰς συγκρούσεις συμφώνων ἐχούσας. [a 35] ἔτι δὲ οὐ δεῖ ποιεῖν τὰς μεταφορὰς πόρρωθεν, ἀλλ’ ἐκ τῶν συγγενῶν καὶ ὁμοειδῶν τὰ ἀνώνυμα ὠνομασμένως,1 ἤτοι ὅταν, ἐφ’ οἷς οὐ κεῖται ὄνομα, εὑρεθῇ κατάλληλον ὄνομα ἀπὸ ἑτέρου πράγματος, ὅπερ (τοῦτο τὸ εὑρεθὲν ὄνομα κατάλληλον) ῥηθὲν εὐθὺς δηλώσει, ὅτι συγγενές ἐστιν, ἤτοι ὅτι ἀπὸ συγγενοῦς καὶ ὁμοειδοῦς ἐλήφθη. [b 1] εὐδοκιμοῦν αἴνιγμα λέγει τὸ ἄριστον. πυρίχαλκον λέγει τὸ ὑέλιον ὡς ἐν πυρὶ χαλκευθέν· λέγει δὲ πυρίχαλκον τὴν συκίαν ἤγουν τὸ βικίον, δι’ οὗ ἡ ὁλκὴ τοῦ αἵματος γίνεται· ὅπερ (τοῦτο τὸ βικίον) προσκολλᾶται τῷ συκιαζομένῳ ἀνδρί· οὐ δεῖ οὖν τὴν μεταφορὰν 〈ποιεῖν〉 ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν, ὥσπερ ἐν τῷ αἰνίγματι τούτῳ· αἴνιγμα γάρ ἐστι τὸ “ἄνδρ’ εἶδον πυρίχαλκον”. οὐκ ἐγένετο ἡ μεταφορὰ ἀπὸ ὁμοειδοῦς· ποίαν γὰρ κοινωνίαν ἔχει τὸ ὑέλινον βικίον πρὸς ἄνδρα; ἢ ποίαν ἐγγύτητα ὡς ἐπονομάσαι ἄνδρα πυρίχαλκον τὸ ὑέλινον βικίον; ψυχρὰ γοῦν ἐστιν ἡ μεταφορὰ αὕτη. [b 2] τὸ γὰρ πάθος ἤτοι ἡ ὁλκὴ τοῦ αἵματος γινομένη διὰ τοῦ βικίου ἀνώνυμόν ἐστιν ἤτοι οὐκ ἔχει ὄνομα, πῶς δεῖ καλεῖν αὐτήν, καὶ διὰ τοῦτο τὴν προσβολὴν τοῦ βικίου τὴν γινομένην πρὸς τὸν ἄνδρα ἐπωνόμασε κόλλησιν· πάθος γὰρ λέγει τὴν προσβολήν. ἔστι δὲ ἄμφω ἤτοι καὶ ἡ προσβολὴ καὶ ἡ κόλλησις προσθέσεις τινές·2 καὶ γὰρ καὶ τὸ προσβαλὸν καὶ τὸ προσπεσόν τινι προστίθεται αὐτῷ καὶ τὸ προσκολλώμενον προστίθεται. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι τὸ πυρίχαλκον καὶ τὸ κολλήσαντα πρόσθεσίς τις· ἀλλ’ οὔ μοι δοκεῖ τοῦτο καλόν. ἢ καὶ οὕτως· ἔστι δ’ ἄμφω ἤτοι ἡ τοῦ βικίου πρὸς τὸν ἄνδρα προσβολὴ πρόσθεσίς τις καὶ ἡ τοῦ ἀνδρὸς πρὸς τὸν ἄνδρα προσβολὴ πρόσθεσις· ὥσπερ γάρ, εἰ προσβάλῃ ἀνδρὶ ἀνὴρ καὶ προσπλακῇ, προστίθεσθαι οὗτος τῷ ἑτέρῳ λέγεται, οὕτω καὶ τὸ βικίον προστίθεται τῷ ἀνδρὶ ἐν τῷ προσβαλεῖν αὐτῷ. [b 4] καὶ ὅλως ἔστι λαβεῖν τὰς μεταφορὰς ἐπιεικεῖς ἤτοι καλῶς μετενεχθείσας ἐκ τῶν εὖ ἠνιγμένων ἤτοι ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων· καὶ γὰρ καὶ αἱ μεταφοραὶ αἰνίγματά εἰσι, καθ’ ὅσον αἰνίττονται σκοτεινῶς καὶ οὐ καθαρῶς τὰ πράγματα· ἐπὶ πλέον δέ εἰσι τῶν μεταφορῶν τὰ αἰνίγματα· αἱ μὲν γὰρ μεταφοραὶ λέγονται καὶ αἰνίγματα, τὰ δὲ αἰνίγματα μεταφοραὶ οὐκ εἰσιν. ἢ καὶ οὕτως· καὶ ὅλως ἐκ τῶν ἐπαινουμένων αἰνιγμάτων ἐστὶ λαβεῖν μεταφορὰς ἐπιεικεῖς ἤτοι συγγενεῖς τοῖς πράγμασιν, ἐξ ὧν καὶ μετεκομίσθησαν μεταφορικῶς· ἀρίστη γὰρ μεταφορά ἐστιν ἡ μετενεχθεῖσα ἀπὸ τῶν ἐγγὺς καὶ ὁμοειδῶν, ὡς τὸ ‘ποιμένα λαῶν’ † εἴποι τις τὸν βασιλέα· τὸ γὰρ ποιμὴν μετηνέχθη ἀπὸ ὁμοίων ἤτοι ἐμψύχων ἤτοι τῶν βοσκῶν· ἄνθρωπος γὰρ καὶ ὁ βασιλεύς, καὶ ὡς ἐκεῖνος ἡγεῖται τῶν προβάτων, οὕτω καὶ οὗτος τοῦ λαοῦ. φαύλη δὲ καὶ ψυχρὰ μεταφορὰ ἡ μετενεχθεῖσα ἀπὸ τῶν πόρρω καὶ τῶν ἀνομοειδῶν, ὥσπερ ἄν τις εἴπῃ ‘χρυσέ, κακῶν ἀρχηγέ’· τὸ γὰρ ἀρχηγεῖν καὶ βασιλεύειν τῶν ἀνθρώπων ἐστίν, οὐ τῶν ἀψύχων· ψυχρὸν γοῦν ἐστι τὸ λέγειν τὸν χρυσὸν βασιλέα· ποία γὰρ ὁμοιότης καὶ ἐγγύτης τοῖς ἐμψύχοις πρὸς τὰ ἄψυχα; [b 5] ὥστε δῆλον, ὅτι ἡ μεταφορά, ἐὰν ὑπαινίττηται καὶ σημαίνῃ τι αἰνιγματωδῶς, καλῶς μετηνέχθη. καὶ ἀπὸ καλῶν ἤτοι ὁμοειδῶν ἢ καλῶν ὀνομάτων. [1404 b 29] πεποιημένα λέγει τὰ περὶ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς εἰρημένα, οἷον φλοῖσβος, ῥοῖζος. τὸ ἀτέραμων ἤτοι ὁ ἀνένδοτος· μεταφορικὴ λέξις ἐστί. τετραχῇ ἡ μεταφορὰ λέγεται· ἢ ἀπὸ ἐμψύχου εἰς ἔμψυχα ὡς τὸ ‘ποιμένα λαῶν’, ἢ ἀπὸ ἀψύχου εἰς ἄψυχα ὡς τὸ ‘σπέρμα σῴζων πυρός’, ἢ ἀπὸ ἐμψύχου εἰς ἄψυχον ὡς τὸ ‘αἰχμὴν † δὲ ἐν γαίῃ πέσε λιλαιομένη χροὸς ἆσαι’, ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα ὡς τὸ ‘ῥέει λόγους’.
所谓“无意义的声音”,他是指含有辅音冲突的粗糙声音。 “此外,不应当从远处构成隐喻,而应当从同属同类的事物中,如同给无名事物命名一般”,即当对于那些没有既定名称的事物,从另一事物中找到了一个恰当的名称,而这个[找到的恰当]名称一旦被说出,就立刻表明它是同类的,即它是取自同属同类的事物。 所谓“受称赞的谜语”,他是指最好的谜语。他把玻璃称为“火炼青铜”,因其是在火中锻造的;他又把拔罐器即通过它吸血的玻璃小罐称为“火炼青铜”;这个小罐粘附在接受拔罐的人身上。因此,不应当像在这个谜语中那样,从遥远和不同类的事物中构建隐喻;因为“我见一个火炼青铜的人”是一个谜语。这个隐喻并非取自同类事物;因为玻璃小罐与人有什么共通之处?或者有什么相近之处,以致把玻璃小罐称为“火炼青铜的人”?无论如何,这个隐喻是拙劣生硬的。 “因为这种受动状态”,即通过小罐发生的吸血是无名的,即没有该如何称呼它的名称,正是因此,他把施加于人身的小罐的接触称为“粘贴”;因为他把这种施加接触称为“受动状态”。而二者,即施加接触与粘贴,都是某种添加;因为施加于某物或落于某物之上的东西被添加到其上,被粘住的东西也被添加到其上。或者也可以这样理解:二者,即“火炼青铜”与“粘贴者”,都是某种添加;但这在我看来并不妥当。或者也可以这样理解:二者,即小罐施加于人是某种添加,而人施加于人也是添加;因为正如一个人撞上另一个人并扭打纠缠在一起时,这个人就被称为添加到另一个人身上,同样,小罐在施加于人时也被添加到这个人身上。 “总的来说”,可以从巧妙设谜的事物即受称赞的谜语中,汲取恰当的、即转换得当的隐喻;因为隐喻也是谜语,只要它们暧昧而非明晰地暗指事物;但谜语的外延比隐喻更广;因为隐喻也被称为谜语,但谜语却不是隐喻。或者也可以这样理解:总的来说,可以从受称赞的谜语中汲取恰当的隐喻,即与隐喻性转用所源自的事物同属的隐喻;因为最好的隐喻是取自邻近和同类事物的隐喻,例如人们称国王为“民众的牧人”;因为“牧人”是从相似的事物、即有生命者即放牧者转用而来的;因为国王也是人,正如牧人统领羊群,国王也统领民众。但拙劣生硬的隐喻是从遥远和不同类的事物中转用而来的,正如有人说“黄金啊,万恶之首”;因为充当领袖和为王是属于人的,而不属于无生命之物;无论如何,把黄金称为国王是生硬的;因为有生命之物与无生命之物之间有什么相似和邻近可言? 因此显而易见,隐喻如果能够隐晦而谜语般地有所指示,它就是转换得当的。“并且取自优美之物”,即取自同类事物或优美的名称。 所谓“新造词”,他是指模仿声音特性而说的词,例如“喧嚣”、“呼啸”。“不可弯折的”即不屈服的,是一个隐喻性词语。隐喻有四种用法:或从有生命者到有生命者,如“民众的牧人”;或从无生命者到无生命者,如“保留火种”;或从有生命者到无生命者,如“长矛落于地上,渴望饱餐血肉”;或从无生命者到有生命者,如“滔滔不绝[流淌出言辞]”。
- 3.0.2τὰ ἀνώνυμα ὠνομασμένως
引自亚里士多德原文(1405a35)。副词 ὠνομασμένως 修饰动词(上下文补出的 ποιεῖν),宾格 τὰ ἀνώνυμα 表示对象:“如同给无名事物拥有专名一般命名”。注疏家将其解释为 ὅταν, ἐφ’ οἷς οὐ κεῖται ὄνομα, εὑρεθῇ κατάλληλον ὄνομα...(当对没有既定名称的事物从他处找到合适名称时)。
- 3.0.2ἔστι δὲ ἄμφω ἤτοι καὶ ἡ προσβολὴ καὶ ἡ κόλλησις προσθέσεις τινές
围绕亚里士多德的词句 ἔστι δ’ ἄμφω πρόσθεσίς τις(1405b2),注疏家就主语 ἄμφω(“二者”)所指之物列出了三种并列解释:其一是拔罐的“接触”与“粘贴”,其二是谜语中的“火炼青铜”与“粘贴者”(注疏家本人否定了此说),其三是“器皿施加于人”与“人与人的扭打接触”。术语 πρόσθεσις(添加、触碰)的多义性促成了这三种解读。
