- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:168.5-169.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》1405a14–32,讨论了为了赞美或谴责而从更好或更劣者转移隐喻的实例,以及因生硬夸张和刺耳辅音组合而造成的文风缺陷。
ὥστε εἰ μὲν ἐπαινεῖς, μετακόμιζε τὰ ὀνόματα ἀπὸ τῶν ἐμψύχων ἐπὶ τὰ ἄψυχα καὶ ὅλως ἀπὸ τοῦ βελτίονος, εἰ δὲ βούλει ψέγειν, ἀπὸ τῶν χειρόνων μετακόμιζε τὰς μεταφορὰς ἐπὶ τὸ βέλτιον, εἴτε ἔμψυχόν ἐστι τὸ χεῖρον εἴτε ἄψυχον· οἷον ὡς οἱ στρουθοὶ εἰς τὰ δίκτυα ἐμπεσόντες πειρῶνται διαφυγεῖν, οὕτως καὶ ὁ δειλὸς ἐμπεσὼν πρὸς τὸν πόλεμον σπουδάζει διαδρᾶσαι· τιμιώτερον δὲ ὁ ἄνθρωπος τοῦ στρουθοῦ ὡς λογικόν. [a 17] λέγω δὲ οἷον ἐπὶ τὸ ἐναντίον, ἤτοι τὸ πτωχεύειν καὶ τὸ εὔχεσθαι, εἰσὶν ἐν τῷ αὐτῷ γένει· ὑπὸ γὰρ τὸ αἰτεῖν ἄμφω ἀνάγονται· καὶ ὁ πτωχὸς γὰρ καὶ ὁ εὐχόμενος αἰτοῦσιν· ὥστε εἰ μὲν εἴπω τὸν πτωχεύοντα εὐχόμενον ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ βελτίονος ἐποίησα τὴν μεταφοράν· τὸ γὰρ εὔχεσθαι τιμιώτερον τοῦ πτωχεύειν· εἰ δὲ εἴπω τὸν εὐχόμενον πτωχεύοντα ἤτοι αἰτοῦντα, ἀπὸ τοῦ χείρονος ἐποίησα τὴν μεταφοράν. [a 19] διὰ τοῦτο ἔστι ποιεῖν τὸ εἰρημένον, ἤτοι διότι ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται τὸ αἰτεῖν καὶ ὁ πτωχὸς καὶ ὁ εὐχόμενος, διὰ τοῦτο καὶ τὸν πτωχὸν λέγω εὐχόμενον καὶ τὸν εὐχόμενον πτωχόν. [a 20] οἱ μὲν λέγουσι μιτραγύρτην τὸν τὰς ζώνας συνάγοντα, οἱ δὲ ἀνθρώπους τινὰς εἶναι λέγουσιν ἔχοντας τὰς ἑαυτῶν κεφαλὰς δεδεμένας ὑπὸ μίτρας ὡς κεφαλοδεσμίων καὶ διαδέτων καὶ ἄνω καὶ κάτω τῆς πανηγύρεως διαστρεφομένους. δᾳδοῦχοι ἐλέγοντο οἱ τὰς δᾷδας βαστάζοντες, ὅτε ἐτελοῦντο τὰ τῆς Δήμητρος μυστήρια. καὶ τὸ μητραγυρτεῖν καὶ τὸ δᾳδουχεῖν εἰσι περὶ θεὸν ἤτοι πρὸς ὑπηρεσίαν τῆς θεοῦ, τὸ μέν, τὸ δᾳδουχεῖν, τίμιον, τὸ δέ, τὸ μιτραγυρτεῖν, ἄτιμον. [a 23] τὸ τεχνίτης τιμιώτερόν ἐστι τοῦ διονυσοκόλακος· ἐλέγοντο δὲ διονυσοκόλακες οἱ τὸν Διόνυσον κολακεύοντες καὶ οἱ περὶ αὐτὸν ἀναστρεφόμενοι. καὶ οἱ μὲν ἐκάλουν αὐτοὺς τοὺς περὶ τὸν Διόνυσον διονυσοκόλακας — ἡ μεταφορὰ ἀπὸ τοῦ χείρονος —, οἱ δὲ τεχνίτας ἑαυτοὺς ἐκάλουν ὡς ἐπιστημονάρχας — ἀπὸ τοῦ βελτίονος ἡ μεταφορά —. ἡ μὲν ἤτοι ἡ μεταφορὰ ἡ διονυσοκόλακας αὐτοὺς καλοῦσά ἐστι ῥυπαινόντων ἤτοι διαβαλλόντων, ὑβριζόντων, ἡ δὲ ἤτοι ἡ μεταφορὰ ἡ καλοῦσα αὐτοὺς τεχνίτας ἐστὶ τοὐναντίον ἤτοι ἐπαινοῦσα. καὶ οἱ λῃσταὶ καλοῦσιν ἑαυτοὺς ποριστὰς μεταφορικῶς ἀπὸ τοῦ κρείττονος ὡς προσπορίζοντας ἑαυτοῖς πολλά. [a 26] τὸ μὲν ἁμαρτάνειν λέγεται ἐπὶ τοῦ ἀποτυγχάνειν, τὸ δὲ ἀδικῆσαι ἐπὶ τοῦ ἁρπάζειν. ὁ λέγων μεταφορικῶς τὸν ἀδικήσαντα1 ἁμαρτάνοντα ἀπὸ τοῦ κρείττονος ἐποίησε τὴν μεταφοράν, ὁ δὲ λέγων 〈ἁμαρτάνοντα〉 ἀδικήσαντα ἀπὸ τοῦ χείρονος. [a 28] καὶ τὸν κλέψαντα εἰ εἴπωμεν, ὅτι ἐπόρθησεν, ἐποίησε τὴν μεταφορὰν ἀπὸ τοῦ βελτίονος· τὸ γὰρ πορθεῖν μέγα ἐστί· λέγεται γὰρ ἐπὶ τροπαίων καὶ κατασχέσει πόλεων· εἰ δὲ εἴπωμεν, ὅτι ἔλαβεν, ἀπὸ τοῦ χείρονος ἐποίησε τὴν μεταφοράν· χεῖρον γὰρ τὸ λαβεῖν. [a 29] κώπης εἶπεν ἀνάσσειν τὸν ναύαρχον τὸν ἐπιστατοῦντα τῶν κωπηλατῶν καὶ καταναγκάζοντα αὐτοὺς κωπηλατεῖν, ἤτοι τὸν κόμητα, τὸν δέκαρχον· μεταφορὰ ἐστι καὶ αὕτη ἀπὸ τοῦ βελτίονος. καὶ τὸ ‘ἀποβὰς εἰς Μυσίαν ἐτραυματίσθη πολεμίῳ βραχίονι’· τὸ ἀποβὰς μεταφορικὴ ἡ λέξις ἀπὸ τοῦ βελτίονος ληφθεῖσα· τὸ γὰρ ἀποβὰς ἐπὶ στόλου λέγεται, οὗτος δὲ ἐξελάβετο αὐτὸ ἐπὶ ἑνὸς ἀνθρώπου. [a 30] τὸ γοῦν ἀνάσσειν ἐπὶ βασιλέως λέγεται καὶ ἔστιν ἀξίωμα μεῖζον ἢ κατὰ ἀξίαν ἤτοι τοῦ ἀξιώματος τοῦ δεκάρχου καὶ ναυάρχου ἤτοι τοῦ ἁρμόττοντος τῷ ἐπιστατοῦντι τῶν κωπηλατῶν. [a 31] οὐ κέκλεπται2 ἤτοι οὐκ ἔλαθεν ἡ μεταφορὰ αὕτη ἡ μετακομίσασα τὸ ἀνάσσειν ἀπὸ τοῦ βασιλέως ἐπὶ τὸν ναύαρχον, ὡς ἔστι ψυχρά. ἔστι δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἤτοι ταῖς λέξεσιν ἁμαρτάνειν, εἰ οὐκ εἰσὶν αἱ συλλαβαὶ σημεῖα φωνῆς ἡδείας, εἴ γε συγκρούσεις συμφώνων ἔχουσι· τραχύνουσι γὰρ τὴν γλῶτταν ὡς μὴ δυναμένην ῥᾳδίως ἐκφωνεῖν αὐτάς. [a 32] χαλκοῦν Διονύσιον λέγει τὴν Διονυσίου στήλην· οὗτος οὖν τοῖς ἐλεγείοις τοῖς ἀναγεγραμμένοις ἐν τῇ στήλῃ αὐτοῦ τὴν ποίησιν προσαγορεύει καὶ καλεῖ κραυγὴν Καλλιόπης· ἄμφω γὰρ ἤτοι καὶ ἡ κραυγὴ καὶ ἡ ποίησις φωναί εἰσι· τὸ γοῦν κραυ ἐν τῇ ἐκφωνήσει τῇ κραυγῆς τραχύνει τὴν φωνὴν καὶ λυπεῖ τὸν ἐκφωνοῦντα διὰ τὴν τῶν συμφώνων παρεμπλοκήν.
因此,如果你是在赞美,就把名词从有生命者转用到无生命者身上,并且总的来说是从更好者转用;但如果你想谴责,无论更劣者是有生命还是无生命,都要把隐喻从更劣者转用到更好者身上;例如,正如麻雀落入网中试图逃脱,胆怯者落入战争也急于逃窜;但人作为有理性的存在,比麻雀更高贵。 “我说例如转向相反者”,即乞讨与祈求(祈祷)处于同一属中;因为二者都归入“索求”之下;乞讨者和祈求者都在索求;因此,如果我把乞讨者称为“祈求的”即“索求的”,我就是从更好者作出了隐喻;因为祈求比乞讨更高贵;但如果我把祈求者称为“乞讨的”即“索求的”,我就是从更劣者作出了隐喻。 正是因此,才可能做出上述之事;即因为乞讨者与祈求者都归入同一属“索求”之下,正是因此,我也把乞讨者称为“祈求者”,把祈求者称为“乞讨者”。 有人说,mitragyrtes是指收集腰带的人;另有人说,是指某些头部被作为头带和发带的包头巾绑缚、并在节日聚会中上下转动翻腾的人。持火炬者(dadouchoi)是指当德墨忒尔的秘仪举行时手持火炬的人。为母神乞食巡游(metragyrtein)与手持火炬都关乎神明,即关乎对女神的服侍;但持火炬是尊贵的,而充当mitragyrtes则是不名誉的。 “艺人(艺术家)”比“狄奥尼索斯的奉承者”更高贵;狄奥尼索斯的奉承者是指那些逢迎狄奥尼索斯并在其周围活动的人。有人把围绕狄奥尼索斯的那些人称为“狄奥尼索斯的奉承者” ——这是来自更劣者的隐喻——,而他们自己则自称为“艺人”,如同知识的主人——这是来自更好者的隐喻——。前者即称他们为“狄奥尼索斯的奉承者”的隐喻,属于那些玷污即诽谤、侮辱他们的人;而后者即称他们为“艺人”的隐喻则相反,即属于赞美。强盗们也通过来自更优者的隐喻,把自己称为“操办者(供给者)”,好像在为自己操办许多事物。 “犯错(失误)”是就未击中目标而言的,而“行不义”是就掠夺而言的。在隐喻中把行不义者称为“犯错者”的人,是从更优者作出了隐喻;而把[犯错者]称为“行不义者”的人,则是从更劣者作出了隐喻。 对于偷窃者,如果我们说他“洗劫了”,[此人]就是从更好者作出了隐喻;因为洗劫是一件大事;它是就胜利纪念碑和攻占城池而言的;但如果我们说他“拿了”,就是从更劣者作出了隐喻;因为拿取是更微不足道的。 他说“统辖船桨”,是指指挥划桨手并强迫他们划桨的船长,即侍从官、十夫长;这也是来自更好者的隐喻。而在“登陆密细亚,伤于敌手”一句中,“登陆”也是取自更好者的隐喻性言词;因为登陆是就舰队而言的,而这位诗人却将其用于单个人。 无论如何,“统辖”是就国王而言的,这是一种超出应得地位的尊严,即超出了十夫长和船长的尊严,超出了适合于指挥划桨手者的尊严。 “没有被瞒过”,即把“统辖”从国王转用到船长的这个隐喻,因为它是生硬拙劣的,并没有逃过人们的注意。如果在音节即在词语上,音节不是悦耳之声的记号,只要它们含有辅音的冲突,也可能会犯错;因为它们使舌头变得粗糙生硬,以致无法轻易将它们吐字清晰。 他所谓的“青铜狄奥尼修斯”,是指狄奥尼修斯的石碑;因此这个人在铭刻于他石碑上的挽歌诗中,称呼诗作为“卡利俄佩的呼喊”并如此命名;因为二者即呼喊与诗作都是声音;无论如何,“呼喊”(krauge)发音中的krau使声音粗粝,并且由于辅音的交织纠缠而使发音者感到难受。
- 3.0.2ὁ δὲ λέγων 〈ἁμαρτάνοντα〉 ἀδικήσαντα
宾格分词 ἀδικήσαντα 与前一分句中的 τὸν ἀδικήσαντα ἁμαρτάνοντα 形成对照。在这一平行结构中(对应于 ὁ λέγων τὸν ἀδικήσαντα ἁμαρτάνοντα),括号中的 ἁμαρτάνοντα 被补足为宾语,而 ἀδικήσαντα 充当宾语补足语(述谓宾格),意为“把[犯错者]称为‘行不义者’的人”。
- 3.0.2οὐ κέκλεπται
完成体被动态 κέκλεπται 是修辞学专业用法,源自 κλέπτω(隐蔽/瞒过),指技巧或修辞手段被巧妙隐藏而不被听众发觉。此处带有否定词 οὐ,表示该隐喻由于生硬(ψυχρά)而未能瞒过众人(即过于露骨刻意)。
