- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:166.20-168.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者讨论了散文中本名与隐喻的结合使用,并通过“火之种”的例子解释了如何通过保持适当的比例关系来兼顾明晰性与异域新奇之美。
κύρια ὀνόματα λέγει τὰ κατὰ κυριολεξίαν λαμβανόμενα· ἐκ παραλλήλου δὲ ἔλαβε τὸ κύριον καὶ τὸ οἰκεῖον ὡς ταὐτὰ ὄντα. [b 33] ψιλοὺς δὲ λόγους νοητέον τοὺς πεζούς. σημεῖον δὲ τοῦ δεῖν ἐν τοῖς πεζοῖς λόγοις κυρίοις ὀνόμασι χρᾶσθαι, διότι πάντες οἱ παλαιοὶ ῥήτορες τούτοις χρῶνται· πάντες γὰρ διαλέγονται ἤτοι ἀλλήλοις συνομιλοῦσιν ἐν μεταφορικοῖς ὀνόμασι καὶ οὐ κυρίοις· ὥστε δῆλον, ὅτι, ἐὰν ποιῇ τις εὖ, ἤτοι ἐὰν ταῖς ποιητικαῖς λέξεσι καλῶς χρῆται καὶ ὡς ἡ τέχνη ἀπαιτῇ, ἔσται καὶ ἡ λέξις ἡ ποιητικὴ καὶ ἡ μεταφορικὴ καλῶς ληφθεῖσα τὸ ξενικὸν ἔχουσα, τουτέστι τὸ παράδοξον καὶ τὸ θαυμαστόν. [b 36] ἀλλὰ καὶ ἐνδέχεται τὸν ῥήτορα λανθάνειν τοὺς ἀκροατάς, ὡς τὸν Νέστορα καὶ δεῖνα καὶ δεῖνα, ὡς λέξεσι ποιητικαῖς καὶ μεταφορικαῖς ἐχρήσατο. καὶ σαφηνιεῖ ἤτοι ἐνδέχεται εἶναι καὶ τὸν λόγον σαφῆ· τοῦ γὰρ ῥητορικοῦ λόγου ἡ σαφήνεια ἀρετή. [b 39] συνωνυμίας ἐνταῦθα λέγει τὰς πολυωνυμίας, ὡς τὸ ἄορ, τὸ ξίφος, τὸ φάσγανον, τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν κύριά εἰσιν ἤτοι κυριολεξίαι εἰσὶ καὶ πολυώνυμα. [1405 a 4] καὶ ὅτι αἱ μεταφοραὶ μεγάλα δύνανται καὶ ἐν τῇ ποιήσει καὶ ἐν τοῖς λόγοις τοῖς ῥητορικοῖς, εἴρηται ἐν τῇ Περὶ ποιητικῆς πραγματείᾳ, καθάπερ ἐλέγομεν. [a 6] τοσοῦτον δὲ δεῖ φιλοπονεῖσθαι περὶ αὐτῶν ἤτοι τῶν μεταφορικῶν λέξεων ἐν τῷ λόγῳ τῷ πεζῷ, ὅσον ὁ λόγος ὁ πεζός ἐστιν ἐκ βοηθημάτων καὶ θεραπείας ἐλάττονος καὶ μικρᾶς παρὰ τὰ μέτρα1 ἤτοι τὰ ἔμμετρα καὶ ἡρωικά· ἐν μὲν γὰρ τῷ πεζῷ λόγῳ, κἂν μεταφορικαῖς χρησώμεθα, ἀλλ’ οὖν μικρᾶς σαφηνείας τούτου δεόμεθα, ἐν δὲ τοῖς ἐμμέτροις στίχοις, εἰ μεταφορικαῖς χρησόμεθα, πλείονος καὶ τῆς σαφηνείας χρήζομεν τούτου· οἷον εἰ σπέρμα πυρὸς εἴπομεν, ἀρκεῖ εἰπεῖν εἰς σαφήνειαν τούτου, ὅτι σπέρμα λόγον ἐπέχει ἀρχῆς. [a 8] ἔχει δὲ ἡ μεταφορικὴ λέξις καὶ τὸ σαφές· οὐ γάρ ἐστιν ἀσαφὴς πάντη· ἔχει δὲ καὶ τὸ ξενικὸν ἤτοι τὸ παράξενον ὡς ἐξ ἄλλου μετακομισθεῖσα. καὶ οὐκ ἔστι λαβεῖν αὐτὴν παρ’ ἄλλου ἤτοι οὐ δέεταί τινος τοῦ ἑρμηνεύοντος. ἔσται δὲ τοῦτο ἤτοι τὸ ἁρμοττούσας λέγειν τὰς μεταφοράς, εἴ τις τηρήσει τὴν ἀναλογίαν ἀρίστην, οἷον σπέρμα λέγεται πυρὸς κατὰ ἀναλογίαν τοῦ σπέρματος τοῦ ἀνθρώπου· ὡς γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου ἀρχή ἐστι τοῦ βρέφους, οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς λέγεται σπέρμα· καὶ ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου μικρὸν ὂν μεῖζόν τι ἐξαίφνης δημιουργεῖ, οὕτω καὶ ἡ ἀρχὴ τοῦ πυρὸς σπέρμα λέγεται, διότι μικρὰ οὖσα κατὰ τὴν ἀρχὴν ἐξαίφνης πυρκαϊὰν μεγάλην ἐξανάπτει ὕλης δραξάμενον.2 [a 11] εἰ δὲ μή, ἤτοι εἰ δὲ οὐ φυλάξει τὴν ἀναλογίαν ἀρίστην, ἀπρεπὴς φανεῖται μᾶλλον ἡ ἀναφορὰ καὶ μὴ ἁρμόττουσα, διότι ἐν τῇ ἀναλογίᾳ παρ’ ἄλληλα κεῖνται τὰ ἐναντία καὶ ἐν παραθέσει θεωροῦνται, οἷον λέγεις ‘ὡς τὸ σπέρμα τοῦ ἀνθρώπου βραχὺ ὂν μεῖζόν τι ποιεῖ, οὕτω καὶ τὸ σπέρμα τοῦ πυρός’· εἰσὶ δὲ ἐναντία, διότι τὸ σπέρμα τοῦ ἀνθρώπου ἐστὶν ἀρχὴ ἐμψύχου, τὸ δὲ σπέρμα τοῦ πυρὸς ἀρχὴ ἀψύχου, τὸ δὲ ἔμψυχον καὶ ἄψυχον ἐναντία, καὶ ἐπεὶ εἰσιν ἐναντία, διὰ τοῦτο παρ’ ἄλληλα κειμένων καὶ ἐν παραθέσει, εἰ μὴ σῴζει ἡ ἀναλογία, ἐναργεστάτη φαίνεται ἡ κακία τῆς παραθέσεως.3 [a 13] φοινικίς ἐστι τὸ πορφυροῦν ἱμάτιον· ἄλλη ἐστὶν ἐσθὴς ἡ τῷ νέῳ ἁρμόζουσα (ἔστι δὲ ἡ πορφύρα) καὶ ἄλλη ἡ τῷ γέροντι. [a 11] τὸ σπέρμα τοῦ ἀνθρώπου καὶ τὸ σπέρμα τοῦ πυρὸς ὑπὸ τὸ αὐτὸ γένος ἀνάγονται ἤτοι τὴν ἀρχήν. [a 14] καὶ εἰ βούλει κοσμεῖν τὸν λόγον, ἀεὶ μετακόμιζε τὰς μεταφορὰς ἀπὸ τοῦ βελτίονος καὶ τοῦ τιμιωτέρου· τιμιώτερον δέ ἐστι τὸ ἔμψυχον τοῦ ἀψύχου, καὶ λοιπὸν τὸ ἀπὸ τοῦ ἐμψύχου μεταφέρειν ἐπὶ τὰ ἄψυχα τὰ ὀνόματα βέλτιον.
他所谓本名,是指按照本义来领会的名字;他是把“本名”与“固有词”作为同一者并列采用的。 至于无修饰的言论,应当理解为散文言论。在散文言论中应当使用本名的证据是,所有古代演说家都使用这些词;因为大家交谈即互相交谈时都使用隐喻性名词而非本名;因此显而易见,如果有人写作得法,即如果他善用且按照技艺所要求的那样使用诗意言词,那么妥善采用的诗意且隐喻性的文风也将具有异域色彩,即具有出人意料和令人惊叹的性质。 但是,演说家像涅斯托尔或某某和某某那样,使用诗意且隐喻性言词而不被听众发觉,这也是可能的。并且“它将使之明晰”,即言论也有可能是明晰的;因为明晰是修辞言论的美德。 他在此处所谓的“同义词”是指多名同义词,如aor、xiphos、phasganon[皆指“剑”],以及“行进”和“漫步”都是本名,即属于本义且具有多名。 正如我们曾说过的,隐喻在诗作中和在修辞言论中都具有巨大效力,这在《诗学》的论著中已被言明。 在散文言论中对它们即隐喻性言词所必须投入的辛劳,正与散文言论相比于韵文即有韵律和英雄诗行而言所拥有的辅助和照料更少且微弱的程度相当;因为在散文言论中,即使我们使用隐喻词,然而在此事上我们只需要少许明晰性,但在有韵律的诗行中,如果我们使用隐喻词,我们对此则也需要更多的明晰性;例如,如果我们说了“火之种”,为了对此的明晰性,只要说“种子充当了起点的定义”就足够了。 隐喻性言词也具有明晰性;因为它并非完全不明晰;由于它是从他处转借而来,因而它也具有异域色彩即奇特之处。并且“不可能从他人那里借得”,即它不需要某人来解释它。而这一点即说出恰当的隐喻,如果有人保持最佳的比例关系,就会实现;例如,“火之种”是按照与人之种子的比例关系而说的;因为正如人之种子是婴儿的起点,火的起点同样也被称为种子;又正如人之种子虽小却突然造成更大的事物,火的起点同样被称为种子,因为虽然在开始时很小,但在抓住燃料之后却突然引发巨大的火灾。 “否则”,也就是说,如果不保持最佳的比例关系,这种参照就会显得相当不合体统且不恰当,因为在比例关系中相反者并列放置且在对照中被审视;例如你说“正如人之种子虽微小却造就更大的事物,火之种亦是如此”;但它们是相反者,因为人之种子是有生命之物的起点,而火之种是无生命之物的起点,有生命者与无生命者乃是相反者;既然它们是相反者,因此在它们并列且对照放置时,如果比例关系不能保全[契合],这种对照的拙劣就会显得最为昭然。 phoinikis是指紫色的外衣;适合年轻人的衣服(即紫袍)是一回事,适合老年人的则是另一回事。 人之种子与火之种被归入同一个属,即起点。 如果你想修饰言论,就要始终从更好和更高贵的事物中转引隐喻;而有生命者比无生命者更高贵,因此将名词从有生命者转用到无生命者身上是更好的。
- 3.0.2ὅσον ὁ λόγος ὁ πεζός ἐστιν ἐκ βοηθημάτων καὶ θεραπείας ἐλάττονος καὶ μικρᾶς παρὰ τὰ μέτρα
τοσοῦτον... ὅσον... 的相关结构,表示比例性的比较:“散文言论相比于韵文(παρὰ τὰ μέτρα)拥有较少且微小的辅助与修饰到何种程度(ὅσον),就必须在散文言论中对隐喻投入同等程度的辛劳(τοσοῦτον δεῖ φιλοπονεῖσθαι)”。介词 παρά 接宾格表示比较的标准(“相比于”)。
- 3.0.2ἐξαίφνης πυρκαϊὰν μεγάλην ἐξανάπτει ὕλης δραξάμενον
分词 δραξάμενον 呈现为中性单数主格形式,而句法上的主语是阴性名词 ἡ ἀρχὴ τοῦ πυρός;这是受语义上实际的主体“火”(πῦρ,中性)牵引而形成的意向构文(constructio ad sensum),意为“[火]抓住了燃料”。
- 3.0.2διὰ τοῦτο παρ’ ἄλληλα κειμένων καὶ ἐν παραθέσει, εἰ μὴ σῴζει ἡ ἀναλογία, ἐναργεστάτη φαίνεται ἡ κακία τῆς παραθέσεως
παρ’ ἄλληλα κειμένων καὶ ἐν παραθέσει 是省略了逻辑主语(相反者)的属格独立结构。条件从句 εἰ μὴ σῴζει(“如果比例关系不能保全[适切性]”)嵌入其中,随后连接主句 ἐναργεστάτη φαίνεται ἡ κακία。
