- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:164.34-166.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释者阐述了亚里士多德《修辞学》第3卷第2章(1404b15–31),讲解了散文中言论风格需与主题相称的要求、自然表达与隐藏矫饰的重要性,以及方言词、复合词和造字词等名词类别及其效果。
[b 15] ἡ γὰρ ὑπόθεσις, ᾗ χρᾶται ὁ ῥήτωρ, ἐλάττων ἐστίν· ἡ γὰρ πολιτικὴ ὑπόθεσις ἐλάττων ἐστὶ τῆς ἱστορικῆς· ἐπεὶ καὶ ἐνταῦθα ἤτοι ἐπὶ τῆς ποιήσεως, εἰ παρεισάγεται παρὰ τοῦ ποιητοῦ δοῦλος καλλιεπείᾳ χρώμενος καὶ ῥητορικῶς δημηγορῶν ἢ λίαν νέος οἷον πέντε χρόνων ὢν εἰ παρεισάγεται δημηγορῶν ἀνθηραῖς λέξεσι χρώμενος, ἀπρεπές ἐστι· δεῖ γὰρ τὸν δοῦλον παρεισάγειν βαρβαρικὰ λέγοντα καὶ ἀνάλογα ἑαυτῷ καὶ τὸν λίαν νέον παρεισάγειν τραυλίζοντα καὶ παιδικὰ λέγοντα καὶ μὴ κομψά· τοῦτο γάρ ἐστι τὸ ἄριστον ὑποκριτικόν. [b 16] ἢ περὶ λίαν μικρῶν, ἤτοι ἐὰν εἰσι τὰ πράγματα μικρά, οὐ δεῖ μεγαληγορεῖν καὶ κομψεύεσθαι ἐν τούτοις ἀλλὰ ταπεινῶς πάλιν ἐπαγγέλλειν αὐτά. ἀλλ’ ἔστιν ἐν τούτοις πρέπον τὸ συστέλλειν καὶ ταπεινοῦν τὸν λόγον, εἰ καὶ τὰ πράγματά εἰσι ταπεινά, ἢ αὐξάνειν καὶ μεγεθύνειν, εἰ καὶ τὰ πράγματά εἰσι μεγάλα καὶ ἔνδοξα, καὶ ὅλως ἀπομιμεῖσθαι τὰ πράγματα· εἰ γὰρ ταπεινῶν ὄντων τῶν ὑποκειμένων πραγμάτων ἐπιχειρήσεις αὔξειν αὐτά, περίεργος ἂν δόξῃς καὶ ἐπιβουλεύων καὶ σπεύδων ἀπατῆσαι τοὺς ἀκροατάς. [b 18] διὸ δεῖ τοὺς ῥήτορας ποιοῦντας ἤτοι ποιητικῶς λέγοντας λανθάνειν τοὺς ἀκροατάς, ὅτι ποιητικῷ στίχῳ ἐχρήσαντο, διὰ τὸ καταφθείρειν τὸν ποιητικὸν στίχον, ὡς παρακαταλήγειν εἰς λόγον πεζόν. καὶ δεῖ τὸν ῥήτορα μὴ δοκεῖν λέγειν πεπλασμένως· πεπλασμένως δὲ δοκεῖ λέγειν καὶ ἀπατητικῶς καὶ ἐπιβουλευτικῶς, ὅταν μικρῶν ὄντων τῶν πραγμάτων ἐπιχειρήσῃς αὔξειν ταῦτα καὶ δεικνύειν μεγάλα ταῦτα καὶ ἐν τούτοις κομψεύεσθαι. ἀλλὰ πεφυκότως, ἤτοι ἀλλὰ δεῖ ἐξαγγέλλειν αὐτά, ὡς πεφύκασιν ἤτοι ὡς ἔχουσι φύσεως. [b 19] τοῦτο γὰρ τὸ λέγειν αὐτὰ τὰ πράγματα, ὡς ἔχουσι φύσεως, πιθανόν ἐστιν, ἐκεῖνο δὲ ἤτοι τὸ μὴ ἐξαγγέλλειν τὰ πράγματα, ὡς ἔχουσι φύσεως, τοὐναντίον ἤτοι οὐκ ἔστι πιθανόν. [b 20] διαβάλλονται γάρ, ἤτοι διαβάλλουσι γὰρ αὐτοὺς τοὺς μὴ λέγοντας1 καὶ ἀπαγγέλλοντας τὰ πράγματα, ὡς πεφύκασιν, ἤτοι ὡς ἔχουσι φύσεως, ὡς ἐπιβουλεύοντας ἤτοι ἐπιβουλευομένους τοὺς ἀκροατάς· καὶ παρὰ τῶν ἀκροατῶν ὑφορῶνται ὡς ἐπίβουλοι, ὥσπερ καὶ τοὺς οἴνους τοὺς μεμιγμένους οἱ προσφερόμενοι αὐτοὺς διαβάλλουσιν ὡς συναναμιχθέντας καὶ συναναφυρθέντας ὕδατι. [b 22] ἡ Θεοδώρου φωνὴ ἦν φυσικὴ φαινομένη πρὸς πᾶσαν ὑπόκρισιν, καθ’ ἣν τὰ πράγματα ἐξήγγελλε καὶ ἄλλο ἢ ἄλλο ἐμιμεῖτο πρόσωπον, αἱ δὲ φωναὶ τῶν ἄλλων ὑποκριτῶν, καθ’ ἣν ἀπήγγελλον τὰ πράγματα, ἀλλότριαι ἦσαν ὁρώμεναι καὶ οὐκ οἰκεῖαι αὐτῶν τῶν, οὓς ἐμιμοῦντο. [b 24] κλέπτεται δὲ εὖ ἡ ἀλλοτρία λέξις, ὡς μηδὲ νομίζεσθαι ἀλλοτρία ἀλλὰ φυσική, ἐάν τις2 ἐκλέγων καὶ λαβὼν λέξεις ἀπὸ διαλέκτου εἰωθυίας ἤτοι συνήθους ἐγγιζούσης τῇ οἰκείᾳ αὐτοῦ διαλέκτῳ ἤτοι εἰ λαβὼν ἀπὸ τῆς Ἀττικῆς διαλέκτου ὁ Ἀθηναῖος καὶ μὴ ἀπὸ τῆς Δωρίδος ἢ Ἰωνικῆς συντιθῇ αὐτὰς καὶ ποιεῖ λόγον. δεῖ γοῦν, ὡς πέφυκεν ἕκαστος λέγειν καὶ ὡς εἴωθεν ἀπαγγέλλειν τὰ πράγματα, οὕτω σπουδάζειν ἀπαγγέλλειν τὰ πράγματα· εἰ γὰρ οὐχ οὕτως ποιεῖ ἀλλὰ ποιητικαῖς χρᾶται λέξεσιν, οὐ δοκεῖ ἡ φράσις αὐτοῦ οἰκεία ἀλλ’ ἀλλοτρία καὶ ἀπωθεῖται ὡς πρὸς ἀπάτην ἀφορῶν. [b 27] εἴδη δέ εἰσι τῶν ὀνομάτων τοσαῦτα, ὅσα ἐν τῷ Περὶ ποιήσεως λόγῳ παραδεδώκαμεν· αἱ μὲν γάρ εἰσι γλῶτται Δωρικαί, αἱ δὲ Ἰωνικαί, αἱ δὲ Ἀττικαί. ταύταις ταῖς γλώτταις ἤγουν ταῖς διαλέκτοις καὶ τοῖς διπλοῖς ὀνόμασιν ἤτοι τοῖς συνθέτοις (σύνθετα δὲ ὀνόματα, ὡς τὸ Καλλίστρατος, Καλλίνικος) καὶ τοῖς πεποιημένοις (πεποιημένα δὲ ὀνόματά εἰσι τὰ ἐκ τῶν ἤχων καὶ ψόφων τῶν ἀψύχων καὶ ἀφώνων παρωνομασμένα, ὡς τὸ δοῦπος, φλοῖσβος, ῥοῖζος)· τὸ δὲ διὰ τί ὀλιγάκις χρηστέον τοῖς τοιούτοις ὀνόμασιν ὕστερον ἐροῦμεν· [b 31] τὰ γὰρ τοιαῦτα ὀνόματα ἐξαλλάττει ἤτοι ἐξαλλαγὴν ποιοῦσι τοῦ πρέποντος ἐπὶ τὸ μεῖζον.3 πρέπον δέ ἐστι τὸ τὰ μικρὰ πράγματα ἐξαγγέλλειν δι’ εὐτελῶν καὶ συνήθων λέξεων· εἰ δέ τις ἐπὶ τῇ τῶν μικρῶν πραγμάτων ἐπαγγελίᾳ χρήσεται Ἀττικῆς ὀνόμασι καὶ Δωρικῆς διαλέκτου ἢ καὶ πεποιημένοις, ἐξαλλάττει τὸ πρᾶγμα ἐπὶ τὸ μεῖζον ἤτοι μεγεθύνει τὸ πρᾶγμα καὶ ἀξίωμα τούτῳ ἐπιτίθησι· καὶ μέγα τι δοκεῖ καὶ ἡρωικόν, κἂν τῇ αὐτῶν φύσει εὐτελὲς καὶ μικρόν ἐστι.
因为演说家所采用的主题较为微小;因为政治主题小于历史主题。既然在此处即在诗歌中也是如此:如果诗人引入一个使用华丽言辞并修辞性地进行演说的奴隶,或者引入一个极其年幼者(比如五岁)使用艳丽言词进行演说,那是不合体统的;因为应当引入奴隶说蛮夷之语且说与自身相称之话,引入极其年幼者口齿不清且说童言稚语而非巧妙之辞;因为这是最好的演技。 “或者关于极其微小之事”;也就是说,如果事物是微小的,就不应当在这些事物中大言不惭和雕琢藻饰,而是相反,应当微贱地陈述它们。相反,在这些事物中合宜的做法是:如果事物是卑微的,就收缩并贬抑言论;或者如果事物是重大且显赫的,就增充并壮大它;总而言之,要去摹仿事物;因为如果作为基础的事物是卑微的,你却企图增充它们,你就会显得多事、心怀不轨且急于欺骗听众。 因此,演说家在写作即诗意地言说时,必须通过破坏诗行使其归结为散文言论,从而不让听众发觉他们使用了诗行。并且演说家绝不能显得言辞虚构作伪;而当事物微小时你若企图增充它们、展现它们为重大之物并在其中雕琢藻饰,就会显得言辞作伪、欺诈且心怀不轨;“而是自然地”,也就是说,相反应当按照它们天然所是的状态,即按照它们天生具有的性质来陈述它们。 因为照事物本身天生具有的性质来言说,这是有说服力的;而反过来,不照事物天生具有的性质来陈述,则恰恰相反,即是没有说服力的。 “因为他们会遭到怀疑”;也就是说,因为人们会非难那些不按照事物天然所是即天生性质来言说和陈述的人,认为他们是心怀不轨即对听众图谋不轨者;他们也会被听众怀疑为心怀不轨者,就像饮用搀和酒的人非难这些酒与水混合搀杂一样。 狄奥多洛斯的声音在面对他据以陈述事物并摹仿不同人物的一切表演时都显得自然,而其他演员据以陈述事物时的声音,则被看作是外来的,与他们所摹仿的那些人物本身并不相符。 外来文风能够被很好地隐匿,以至于不被认为是外来的而是自然的,如果有人从接近于自身固有方言的惯常即习见的方言中选取并提取言词——也就是说,如果一个雅典人从阿提卡方言而非多里斯或爱奥尼亚方言中提取言词——来组合它们并作成言论。总之,正如每个人天然倾向于言说、习惯于陈述事物那样,他就应当这样致力于陈述事物;因为如果他不这样做而是使用诗意言词,他的措辞就不会显得贴切,反而会显得外来,并且会因企图欺骗而遭到排斥。 “名词的种类正如我们在《论诗》的论述中所传授的那样多”。因为有些是多里斯方言词,有些是爱奥尼亚方言词,有些是阿提卡方言词。关于这些方言词即方言,以及双重名词即复合词(复合词如卡利斯特拉托斯、卡利尼科斯),以及造字词(造字词是指源于无生命和无声之物的响动与声音而派生出的词,如‘扑通’、‘轰鸣’、‘飕飕’),至于为什么此类名词应当很少使用,我们稍后将予说明;因为此类名词“偏离[合宜者]”,即造成从合宜者向更大方向的偏离。而合宜的做法是借由简朴且习见的言词来陈述微小的事物;但如果有人在陈述微小事物时使用阿提卡方言和多里斯方言的名词,或者甚至造字词,他就是使事物向更大方向偏离,即夸大事物并赋予其威严;即便它们就自身本性而言是简朴而微小的,也会显得伟大而具有英雄气概。
- 3.0.2διαβάλλονται γάρ, ἤτοι διαβάλλουσι γὰρ αὐτοὺς τοὺς μὴ λέγοντας
对于亚里士多德的引文 διαβάλλονται(被动态,“他们招致怀疑/非难”),注释者将其转换为主动句式 διαβάλλουσι(“人们非难他们”)进行解释。其后的 ὡς ἐπιβουλεύοντας ἤτοι ἐπιβουλευομένους 说明被非难者(演说家)是对听众心怀图谋(主动分词 ἐπιβουλεύοντας),并用作主动意义的中动分词 ἐπιβουλευομένους 进行同义阐释。
- 3.0.2κλέπτεται δὲ εὖ ἡ ἀλλοτρία λέξις, ὡς μηδὲ νομίζεσθαι ἀλλοτρία ἀλλὰ φυσική, ἐάν τις
κλέπτεται 是被动态动词,在此引申为“被巧妙隐匿/瞒过听众”。其后接的 ὡς 加不定式(ὡς μηδὲ νομίζεσθαι)表示结果(“以至于不被认为是外来的”),并由 ἐάν 加连接语气从句(ἐάν τις ... συντιθῇ καὶ ποιεῖ)构成全句的条件。
- 3.0.2τὰ γὰρ τοιαῦτα ὀνόματα ἐξαλλάττει ἤτοι ἐξαλλαγὴν ποιοῦσι τοῦ πρέποντος ἐπὶ τὸ μεῖζον
引文短语 τὰ γὰρ τοιαῦτα ὀνόματα ἐξαλλάττει 中,中性复数主语带有单数动词 ἐξαλλάττει。注释者在同义阐述 ἤτοι ἐξαλλαγὴν ποιοῦσι 中改用复数动词 ποιοῦσι,以明确其复数动作主体(“引起偏离”)。句式 ἐξαλλάττειν ... ἐπὶ τὸ μεῖζον 表示“朝向更大/夸大的方向偏离[合宜者]”。
