← 佚名

亚里士多德《修辞学》佚名评注

§163.22-164.34

作为文体德性的明晰与得体

注解者阐释了《修辞学》第3卷第2章开头(1404b1–15)的内容,指出文体的德性在于明晰与得体,并分析了在散文中穿插诗意词汇对听众产生的心理效果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0.2#1

2. Καὶ ἔστω ἐκεῖνα τὰ περὶ τῆς ποιητικῆς λέξεως τεθεωρημένα καὶ ἐγνωσμένα ἀπὸ τῆς Περὶ ποιητικῆς πραγματείας. [b 1] ἀρετὴ δὲ λέξεώς ἐστι τὸ εἶναι ταύτην σαφῆ· καὶ γὰρ ὁ λόγος σημεῖόν τί ἐστιν ἤτοι σημαντικόν ἐστι πράγματος· ὥστε ἂν ὁ λόγος ἀσαφὴς ὢν οὐ δηλοῖ1 καὶ οὐ σημαίνει τι, λοιπὸν οὐ ποιεῖ τὸ ἔργον αὐτοῦ ἤτοι τὸ σημαίνειν. [b 3] καὶ οὔτε ταπεινὴ ὀφείλει εἶναι ἡ λέξις ἀλλὰ πρέπουσα καὶ κατάλληλος τῷ ὑποκειμένῳ πράγματι. ταπεινή ἐστι λέξις ἡ κοινὴ καὶ ἡ χρῶνται οἱ τυχόντες· ὑπὲρ δὲ τὸ ἀξίωμά ἐστιν ἡ ἀκατάλληλος τῷ πράγματι· οἷον εἰ περὶ Θερσίτου ἐστὶν ὁ λόγος, οὐκ ὀφείλω εἰπεῖν ‘ὁ πολύμητις Θερσίτης’· τὸ γὰρ πολύμητις ἀκατάλληλόν ἐστι τῷ Θερσίτῃ. ἀλλὰ πρέπουσα ὀφείλει εἶναι τῷ πεζῷ λόγῳ. [b 4] ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή. εἶπε δὲ τὸ ἴσως διὰ τὸ εἶναι καί τινας λέξεις ποιητικὰς ταπεινάς. ἀλλ’ οὐ πρέπουσα τῷ λόγῳ τῷ πεζῷ. κύρια ὀνόματα λέγει τὰς κυριολεξίας. [b 8] τὸ γὰρ ἐξαλλάξαι ἤτοι ἡ ἐναλλαγὴ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ποιεῖ φαίνεσθαι τὴν λέξιν σεμνήν· οἷον ἐν οἷς λέγω τῷ ῥητορικῷ λόγῳ τῷ πεζῷ λέξεις πρεπούσας, ἐναλλάξω καὶ χρήσομαι ἐν τῷ μεταξὺ καὶ ποιητικῇ λέξει, ἡ ποιητικὴ λέξις παρεμπεσοῦσα μεταξὺ ἐπὶ τοῦ πεζοῦ λόγου φαίνεται σεμνή. [b 9] ὅπερ γὰρ συμβαίνει περὶ τοὺς ξένους καὶ περὶ τοὺς πολίτας (τὸν μὲν γὰρ πολίτην καὶ ὁμόφυλον ὁρῶντες παρατρέχομεν ὡς συνήθη, ἡνίκα δὲ ἴδωμεν ξένον τινὰ ἐλθόντα εἰς τὴν ἡμετέραν πόλιν, οἷον Πέρσην ἢ Σκύθην, καὶ ταῦτα εἰ μήτε ἦλθε Σκύθης εἰς τὴν πόλιν μήτε ἀλλαχοῦ εἴδομεν,2 εὐθὺς ξενιζόμεθα ἐπὶ τῷ θεάματι καὶ πάντες συναθροιζόμεθα εἰς τὴν τοῦ Σκύθου θέαν), τὸ αὐτὸ πάσχουσι καὶ περὶ τὴν λέξιν· εἰ μὲν ὁ λογογράφων χρᾶται λέξεσι ῥητορικαῖς, οἱ ἀκροαταὶ παρατρέχουσιν αὐτὰς ὡς συνήθεις, εἰ δὲ μεταξὺ χρήσεται καὶ λέξει ποιητικῇ, εὐθὺς οἱ ἀκροαταὶ ταύτην ξενίζονται ὡς ξενικὴν καὶ παράξενον καὶ θαυμάζουσι. [b 10] διὸ δεῖ τοὺς λογογραφοῦντας ποιεῖν τὴν διάλεκτον ξένην ἤτοι παράξενον διὰ τοῦ χρᾶσθαι ποιητικαῖς λέξεσιν· οἱ γὰρ ἄνθρωποι ἀεὶ εἰώθασι θαυμάζειν τὰ ἀπόντα, ἤτοι ἃ οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ βλέπειν, καὶ οἱ ἀκροαταὶ θαυμάζουσιν ἐκείνας τῶν λέξεων, ἃς οὐκ εἰώθασιν ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀκούειν· καὶ διὰ τοῦτο, ἡνίκα παρεμπέσῃ τις λέξις ποιητική, εὐθὺς θαυμάζεται παρ’ αὐτῶν ὡς ἀσυνήθης. διὸ καὶ ὁ Ἑρμογένης παρακελεύεται χρᾶσθαι καὶ ἐν τῷ μεταξὺ τοῦ λόγου στίχῳ ἡρωικῷ, πλὴν καὶ παραφθείρειν αὐτόν, ἵνα μὴ ᾖ πάντῃ ἔμμετρος, ἀλλὰ καὶ τελευτᾶν εἰς πεζόν.3 [b 12] ἐπὶ μὲν τῶν μέτρων ἤτοι τῶν ἐμμέτρων λόγων ἤτοι τῶν ἡρωικῶν στίχων πολλὰ δύναται τοῦτο ἤτοι τὸ ποιητικαῖς χρᾶσθαι λέξεσι καὶ ἁρμόττει τοῦτο ἤτοι ἡ τῶν ποιητικῶν λέξεων χρῆσις ἐκεῖ ἤτοι 〈περὶ〉 τοὺς ἡρωικοὺς στίχους· τὰ γὰρ πράγματα, περὶ ἃ ἡ ποίησις καταγίνεται, καὶ τὰ πρόσωπα, περὶ οὓς ἤτοι περὶ ἃ ὁ ποιητικὸς λόγος καταγίνεται, κατὰ πολὺ διαφέρουσι τῶν προσώπων καὶ τῶν πραγμάτων, περὶ ἃ ἡ ῥητορικὴ καὶ ὁ ῥήτωρ καταγίνεται· ἐκεῖ μὲν γὰρ ἐπὶ τῆς ποιήσεως οἱ ἀκροαταὶ τῶν ποιητικῶν λόγων σοφοί, ἐνταῦθα δὲ ἐπὶ τῶν ῥητορικῶν λόγων οἱ ἀκροαταὶ πολλοὶ ἤτοι χυδαῖοι καὶ διὰ τοῦτο δεῖ τοὺς ῥήτορας χρᾶσθαι λέξεσι συνήθεσι· καὶ ἐπὶ μὲν τῆς ῥητορικῆς τὰ πράγματα πολιτικά, ἐπὶ δὲ τῶν ποιητικῶν λόγων τὰ πράγματά εἰσιν ἱστορικὰ καὶ πεπλασμένα· ὥστε κατὰ πολὺ ἐξέστηκεν ἤτοι διαφέρει. [b 14] ἐν δὲ τοῖς ψιλοῖς λόγοις ἤτοι τοῖς ῥητορικοῖς χρώμεθα κατὰ πολὺ ἐλάττοσι πράγμασιν· τὰ γὰρ πολιτικὰ ἐλάττω εἰσὶ τῶν ἱστορικῶν· αἱ γὰρ ἱστορίαι πράγματα μεγάλα ἀφηγοῦνται.

2. 至于关于诗意文体的那些事项,就让我们当作已从《诗学》论著中得到考察并为人知晓吧。 文体的德性在于它必须明晰;因为言论是一种符号,即对事物的表意;因此,如果言论不明晰、不阐明且不表示任何事物,它最终就无法实现自身的功能,即表意。 并且文体不应当是卑俗的,而应当合宜且适合于作为基础的事物。卑俗的文体是平庸的、且凡夫俗子所使用的文体;而超出其价值的则是与事物不相符的文体;例如,如果言论是关于瑟西忒斯的,我就不应当说“足智多谋的瑟西忒斯”;因为“足智多谋”与瑟西忒斯不相符。相反,它应当合宜于散文言论。 “因为诗意[文体]或许并非卑俗的”。他说“或许”,是因为也存在某些卑俗的诗意言词。“但并不合宜于散文言论”。所谓“通用的名称”,他指的是字面本义的表达。 “因为偏离[常规用法]”,即名词和动词的变换,会使文体显得崇高;例如,在我说出合宜于修辞散文的言词之处,如果我进行变换并在此间也使用一个诗意言词,那么插入散文之中的诗意言词便显得崇高。 因为正如在面对外邦人与公民时所发生的那样(当我们看到公民与同胞时,我们将他当作熟识之人略过,但每当我们看到某个来到我们城邦的外邦人,例如波斯人或斯基泰人——尤其是如果既没有斯基泰人来过城邦,我们在别处也未曾见过——我们立刻会对这一景象感到惊奇,并全都聚集起来观看斯基泰人),人们对于文体也经历着完全相同的事:如果演说撰写者使用修辞言词,听众便将它们当作习见的而略过;但如果他在此间也使用一个诗意言词,听众立刻会因其新奇罕见而感到惊奇并赞叹不已。 因此,撰写演说的人必须通过使用诗意言词使措辞显得外来即新奇;因为人们总是习惯赞叹远离之物,即他们不习惯经常或大部分时间见到的事物,听众也赞叹那些他们不习惯经常或大部分时间听到的言词;由于这一缘故,每当某个诗意言词插入其中时,它立刻就会被他们视作非习见之物而受到赞叹。因此赫尔摩革涅斯也劝导在言论的中间甚至使用英雄诗行,只是也要破坏它,以免它完全合乎韵律,而是也要归结为散文。 在韵律中,即在合韵律的言论即英雄诗行中,这一点——即使用诗意言词——具有巨大力量,并且这一点——即诗意言词的使用——在彼处即在英雄诗行中是相称的;因为诗歌所致力于的事物以及诗意言论所涉及的人物,与修辞学及演说家所致力于的人物和事物大相径庭;因为在彼处,在诗歌中,诗意言论的听众是智者,而在此处,在修辞言论中,听众是大众即凡夫俗子,因此演说家必须使用习见的言词;并且在修辞学中事物是政治性的,而在诗意言论中事物则是历史性的和虚构的;因此它大相偏离即大相径庭。 “在朴素的言论中”,即在修辞言论中,我们处理远为微小的事物;因为政治事务小于历史事务;因为历史叙述重大事物。

语法注3 条
  1. 3.0.2ἂν ὁ λόγος ἀσαφὴς ὢν οὐ δηλοῖ

    后古典期希腊语的特征性结构:在条件从句中,直陈式现在时(δηλοῖ)与客观否定词 οὐ 同 ἄν 结合,取代了古典期搭配虚拟式与 μή 的 ἐάν 结构。

  2. 3.0.2καὶ ταῦτα εἰ μήτε ἦλθε Σκύθης εἰς τὴν πόλιν μήτε ἀλλαχοῦ εἴδομεν

    习惯短语 καὶ ταῦτα(“而且”、“尤其是当……”)与后接的条件从句(εἰ μήτε...)相结,充当强调性的限定条件,用以突显新奇与罕见程度。

  3. 3.0.2πλὴν καὶ παραφθείρειν αὐτόν, ἵνα μὴ ᾖ πάντῃ ἔμμετρος, ἀλλὰ καὶ τελευτᾶν εἰς πεζόν

    由主句动词 παρακελεύεται(劝导)统辖的不定词结构。继前面的 χρᾶσθαι 之后,不定词 παραφθείρειν 与 τελευτᾶν 通过表示限制的副词性短语 πλὴν καί(“只是[也劝导]要……”)并列连接,其间插入了目的从句(ἵνα 从句)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:163.22-164.34