← 佚名

亚里士多德《修辞学》佚名评注

§161.32-163.21

演述与文体的起源及散文的演变

注释亚里士多德《修辞学》1404a13–38,阐明演述与文体的起源及其技艺性、诗人在文词与模仿上的开创作用,以及散文从诗意用词和四步格中脱离出来的历史演变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0.1#3

[a 13] τινὲς δὲ τῶν παλαιῶν ἐπεχείρησαν ἐπ’ ὀλίγον εἰπεῖν περὶ λέξεως. ὁ Θρασύμαχος περὶ ἐλέους ἔγραψε. καὶ τὸ ὑποκριτικὸν ἤτοι τὸ στομφάζειν ἐν τῇ ἀναγνώσει καὶ λαβραγορεῖν τῆς φύσεώς ἐστιν ἤτοι ἡ φύσις δίδωσι καὶ ἄτεχνόν ἐστιν ἤτοι ἡ τέχνη οὐ δίδωσι· περὶ δὲ τὴν λέξιν ἤτοι τὸ λαμβάνειν δὲ λέξεις τοιάσδε ἢ τοιάσδε καὶ τὸ περὶ τὴν λέξιν ὑποκριτικόν ἐστιν ἔντεχνον·1 [a 16] διὸ καὶ τοῖς δυναμένοις εὐδοκιμεῖν κατὰ τοῦτο τὸ ὑποκριτικὸν ἤτοι τὸ στομφαστικόν, ὅπερ ἡ φύσις δίδωσιν, οὐχ ἡ τέχνη, πάλιν παρὰ τῶν ἀκροατῶν δίδονται ἆθλα ἤτοι ἔπαινοι καὶ νῖκαι (εἰ γάρ τις ἀκούσει τινὸς στομφάζοντος, οἷάπερ εἰώθει γίνεσθαι, ἐπαινοῦσιν αὐτὸν καὶ θαυμάζουσιν), ὥσπερ καὶ τοῖς ῥήτορσι τοῖς κατὰ τὸ ὑποκριτικὸν ἤγουν τοῖς ὑποκρινομένοις περὶ τὴν ἀνάγνωσιν καὶ ὑποκρινομένοις καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καὶ ποτὲ μὲν ἀφιεῖσι φωνὴν ὀξεῖαν, ποτὲ δὲ βαρεῖαν. [a 18] οἱ γὰρ γραφόμενοι λόγοι μεῖζον δύνανται διὰ τὸ ἀνθηρὸν τῆς λέξεως παρ’ ὃ διὰ τὴν διάνοιαν· οἱ γὰρ ἀκροαταὶ προσέχουσιν οὐ τῷ νῷ καὶ τῇ διανοίᾳ ἀλλὰ τῷ κάλλει καὶ τῷ ἀνθηρῷ τῆς λέξεως. [a 19] πρῶτον μὲν ἤρξαντο οἱ ποιηταὶ κινῆσαι τὰ περὶ τὴν λέξιν καὶ χρᾶσθαι τῇ λέξει καὶ καταγίνεσθαι περὶ ταύτην, ὥσπερ καὶ πέφυκεν ἤτοι προσῆκόν ἐστι· τῶν γὰρ ποιητῶν ἴδιόν ἐστι τὸ καταγίνεσθαι περὶ τὴν λέξιν. τὰ γὰρ ὀνόματα ἤτοι αἱ λέξεις, αἷς χρῶνται οἱ ποιηταί, μιμήματά εἰσι καὶ ὠνοματοπεποίηνται ἀπὸ τῆς τῶν πραγμάτων ἰδιότητος, οἷον ἀπὸ τοῦ ἤχου τῆς θαλάσσης ὠνοματοποιήθη ὁ φλοῖσβος, ἀπὸ δὲ τοῦ πυρὸς ὁ ῥοῖζος. [a 21] ἔστι δὲ καὶ ἡ φωνὴ ἡμῶν μιμητικωτέρα· καὶ διὰ τὸ τὴν φωνὴν ἡμῶν ἀπομιμεῖσθαι πάντα διὰ τοῦτο καὶ ἡ ῥαψῳδία συνέστηκε καὶ ἡ ὑποκριτικὴ ἤτοι ἡ τραγικὴ καὶ αἱ ἄλλαι ἤτοι ἡ κωμῳδία. τινὰ ἔχουσιν [a 24] ἀήθη ἤτοι λέξεις ἀήθεις καὶ παραξένους· διὰ γοῦν τὸ λέγειν λέξεις ἀήθεις τοῖς πολλοῖς διὰ τοῦτο ἐκτήσαντο δόξαν παρὰ τῶν ἀνθρώπων. τινὰ δὲ τῶν βιβλίων ἔχουσιν εὐήθη· νοεῖται δὲ οὕτως, ὅτι οἱ ποιηταί, εἰ καὶ εὐήθη καὶ μωρὰ καὶ μυθώδη εἶπον, ἀλλ’ οὖν διὰ τὸ χρᾶσθαι λέξεσιν ἀήθεσιν ἐδοξάσθησαν. Γοργίαν ἐνταῦθα μὴ τὸν ῥήτορα νοητέον ἀλλὰ ποιητήν τινα πρὸ αὐτοῦ. [a 27] τοὺς τοιούτους οἴονται κάλλιστα διαλέγεσθαι τοὺς χρωμένους ἀήθεσι λέξεσι καὶ ποιητικαῖς. νοεῖται καὶ οὕτως· [a 25] διὰ τοῦτο καὶ ἡ ποιητικὴ λέξις πρώτη ἤτοι προτιμοτέρα τῶν ἄλλων ἐνομίσθη παρὰ τοῖς ῥήτορσιν, ὡς ἂν δόξαν κτῶνται. [a 19] ἤρξαντο μὲν κινῆσαι. νοεῖται τοῦτο καὶ οὕτως· ἤρξαντο οἱ ποιηταὶ κινῆσαι καὶ μεταβαλεῖν καὶ ἐκστῆσαι τὸ ἀρχαῖον ἔθος, ὥσπερ κατὰ φύσιν ἤτοι τοῦ κατὰ φύσιν.2 [a 27] οὐκ ἔστι δὲ ἐπαινετὸν τοῦτο ἤτοι τὸ ποιητικαῖς λέξεσι χρᾶσθαι ἐν τῷ πεζῷ λόγῳ· ἑτέρα γάρ ἐστιν ἡ λέξις τοῦ λόγου τοῦ πεζοῦ καὶ ἑτέρα ἡ τῆς ποιήσεως. δηλοῖ δὲ τὸ συμβαῖνον, ἤτοι εἰ δὲ καὶ οἱ παλαιοὶ ῥήτορες ἐχρῶντο ποιητικαῖς λέξεσιν, ἀλλ’ οὖν νῦν μετέπεσον καὶ ἐξέστησαν τοῦ ταύταις χρῆσθαι διὰ τὸ συνιέναι ἄλλην εἶναι τὴν ποιητικὴν λέξιν παρὰ τὴν τοῦ πεζοῦ λόγου. καὶ δῆλόν ἐστι τὸ ἐκστῆναι αὐτοὺς ἀπὸ τοῦ συμβάντος· [a 30] ὥσπερ καὶ οἱ τραγῳδοὶ τετραμέτροις στίχοις χρώμενοι κατέλειψαν τὸ τετράμετρον καὶ χρῶνται τῷ ἰαμβείῳ διὰ τὸ μόνον τὸν ἴαμβον ἀπὸ πάντων τῶν ἄλλων μέτρων ἐγγίζειν τῷ λόγῳ τῷ πεζῷ, οὕτω καὶ οἱ ῥήτορες ἀφῆκασι τὸ χρᾶσθαι λέξεσιν, ὅσαι εἰσὶ παρὰ τὴν διάλεκτον, ἤτοι τῆς ποιητικῆς διαλέκτου. [a 31] τετράμετρον λέγει τὸ ἀναπαιστικόν· ἴσως γὰρ ἐχρῶντο ὀκτὼ ἀναπαίστοις· ἐπεὶ δὲ κατὰ διποδίαν ἐμετροῦντο οἱ στίχοι, λοιπὸν κατὰ διποδίαν μετρησάντων3 καὶ τὸ ἀναπαιστικὸν τετράμετρον γίνεται. ἀφήκασι δὲ οἱ νῦν τραγῳδοὶ τά, οἷς πρότερον τραγῳδοὶ ἐκόσμουν τὴν οἰκείαν ποίησιν καὶ ἔτι καὶ νῦν κοσμοῦσιν οἱ τὰ ἑξάμετρα ἤτοι τὰ ἡρωικὰ ποιοῦντες. [a 35] διὸ γελοῖόν ἐστι μιμεῖσθαι τούτους ἤτοι ἢ τοὺς ῥήτορας τοὺς παλαιοὺς τοὺς χρωμένους λέξεσι ποιητικαῖς διὰ τὸ πάλαι τοῦτο καταργηθῆναι ἢ τούτους τοὺς τραγῳδούς. διὸ οὐκ ἀκριβολογητέον περὶ λέξεως εἰπεῖν ἢ ἁπλῶς περὶ πάσης λέξεως, ἀλλ’ ἀκριβολογητέον περὶ τῆς τοιαύτης λέξεως, οἵας λέγομεν, ἤτοι ἀνηκούσης τῷ ῥήτορι. [a 38] περὶ δὲ ἐκείνης τῆς ποιητικῆς εἴπομεν ἐν τῇ Περὶ τῆς ποιητικῆς πραγματείᾳ.

古人中的某些人曾试图稍微谈谈文体。斯拉叙马霍斯撰写了关于怜悯的论述。演述的要素,即在朗读中夸张作态并大声喧哗,属于本性,即本性赋予了它,并且是缺乏技艺的,即技艺并不赋予它;但关于文体的事项,即采用这样或那样的言词,以及关于文体的演述要素则是基于技艺的。 因此,对于那些能够凭借这由本性赋予而非技艺赋予的演述要素即夸张作态而赢得良好声誉的人,听众同样给予报偿,即赞扬与胜利(因为如果有人听见某人如惯常发生的那样夸张作态地说话,人们便赞扬他并惊叹不已),正如对于那些依循演述的演说家——即在朗读中表演、并把言论所涉及的人物与事物都表演出来、有时发出尖锐声音而有时发出低沉声音的演说家——[给予奖赏]一样。 因为成文的言论凭借文体的华美所具有的力量,甚于凭借思想;因为听众所关注的不是理智和思想,而是文体的优美与华丽。 首先是诗人们开始触动关于文体的事项,使用文体并致力于此,正如本性如此即合宜的那样;因为致力于文体乃是诗人们所特有的。因为诗人们所使用的名称即言词乃是模仿,并且是根据事物的固有特性造词的,例如根据大海的声响造出了“澎湃”之词,根据火造出了“呼啸”之词。 而我们的声音也更具模仿性;由于我们的声音模仿一切事物,因此吟诵诗、演述术即悲剧,以及其他种类即喜剧便得以确立。某些[抄本]作“不合常态的”,即“不合常态且罕见的言词”;无论如何,由于说出对大众而言不合常态的言词,他们因此从人们那里赢得了名声。但另一些书籍作“幼稚愚钝的”;这被理解为:诗人们即便讲出了幼稚、愚蠢和神话般的事,但由于使用了不合常态的言词,他们仍然享有声誉。在这里不应当把高尔吉亚理解为演说家,而应理解为在他之前的某位诗人。 “他们认为这样的人讲得最美”,指那些使用不合常态且诗意的言词的人。这也可以这样理解: “因此在演说家中,诗意文体也被视为最首要的即比其他文体更受偏爱的”,以便他们赢得声誉。 “开始触动”。这也可以这样理解:诗人们开始触动、改变并偏离古代的习俗,仿佛依照本性,即从那依照本性的[习俗]中[偏离]。 然而,这一做法即在散文言论中使用诗意言词是不值得称赞的;因为散文言论的文体与诗歌的文体是两回事。实际发生的事表明了这一点:即即便古代演说家曾使用诗意言词,但如今他们由于领悟到诗意文体不同于散文言论的文体,便已脱离并放弃了使用它们。而他们放弃这一点,从发生的事情来看是显而易见的: 正如悲剧诗人们虽然曾使用四步格诗行,却放弃了四步格而使用抑扬格,乃是由于在所有其他韵律中唯独抑扬格最接近散文言论;演说家们同样也放弃了使用凡是脱离日常语汇的一切言词,即属于诗歌方言的言词。 所谓“四步格”,他指的是抑抑扬格;因为他们也许曾使用八个抑抑扬步;但既然诗行是按双音步来计算的,最终在按双音步计算时,抑抑扬格诗行也成了四步格。如今的悲剧诗人放弃了从前悲剧诗人用以装饰自己诗作的东西,而如今撰写六步格即英雄诗的诗人们仍在以此装饰。 因此,模仿这些人——即要么模仿曾使用诗意言词的古代演说家,因为这早已被废弃,要么模仿这些悲剧诗人——乃是可笑的。因此,关于文体的论述不必求全,即不必简单地论述所有文体,而是必须精确论述我们所说的这种文体,即属于演说家的文体。 “关于那种诗意文体,我们在《诗学》论著中已经谈过”。

语法注3 条
  1. 3.0.1τὸ περὶ τὴν λέξιν ἤτοι τὸ λαμβάνειν δὲ λέξεις τοιάσδε ἢ τοιάσδε καὶ τὸ περὶ τὴν λέξιν ὑποκριτικόν ἐστιν ἔντεχνον

    与前文“τὸ ὑποκριτικὸν... τῆς φύσεώς ἐστι... καὶ ἄτεχνόν ἐστι”相对照的结构。主语为“τὸ περὶ τὴν λέξιν... καὶ τὸ περὶ τὴν λέξιν ὑποκριτικόν”,表语形容词为“ἔντεχνον”,指出文词本身以及涉及文词的演述要素不同于单纯依赖本性的发声,具有技艺的性质。

  2. 3.0.1ὥσπερ κατὰ φύσιν ἤτοι τοῦ κατὰ φύσιν

    针对前文动词“ἐκστῆσαι”(使偏离/逸脱)所要求的格支配所作的补充说明。对于亚里士多德原文引文“ὥσπερ κατὰ φύσιν”,注解者补充了属格定冠词“τοῦ”,将其转释为分离属格(“从依照本性的事物中[偏离]”)。

  3. 3.0.1κατὰ διποδίαν μετρησάντων

    以不特定一般人为主语的属格绝对结构,具有条件意味:“若(人们)按双步格来计算”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:161.32-163.21