← 佚名

亚里士多德《修辞学》佚名评注

§160.5-161.31

听众的堕落与讲究文体及表演的必要

注疏者释读亚里士多德《修辞学》卷三第一章(1403b33–1404a12),指出由于听众的堕落,表演与华美文体变得比作者和事实证明更受重视,强调对文体的讲究本质上并非正道,而只是因应听众缺陷所不得不采取的权宜之计。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0.1#2

εἰ δὲ μὴ εἰσιν οἱ ἀκροαταὶ σοφοί, τότε θαυμάζουσι μᾶλλον τοὺς ἀναγινώσκοντας καὶ ὑποκρινομένους παρὰ τοὺς ποιητὰς ἤτοι τοὺς συγγραψαμένους. [b 33] καὶ καθάπερ ἐκεῖ ἤτοι ἐπὶ τῶν τραγικῶν οἱ ὑποκριταὶ ἤτοι οἱ καλῶς ὑποκρινόμενοι μεῖζον δύνανται ἐν τοῖς ἀγῶσι καὶ ἐπαινοῦνται μᾶλλον τῶν ποιητῶν ἤτοι τῶν συγγραψάντων, οὕτως καὶ κατὰ τοὺς πολιτικοὺς ἀγῶνας διὰ τὴν μοχθηρίαν τῶν πολιτειῶν ἤτοι διὰ τὸ φθαρῆναι τὰς πολιτείας ἐν τοῖς ῥητορικοῖς ἀγῶσι μᾶλλον δύνανται καὶ ἐπαινοῦνται οἱ ἀναγινώσκοντες τοὺς λόγους τοὺς ῥητορικοὺς ἐπὶ συνεδρίου καὶ καλῶς ὑποκρινόμενοι παρὰ αὐτοὺς τοὺς ῥήτορας τοὺς συγγράψαντας. τοῦτο δὲ συμβαίνει τὸ ἐπαινεῖσθαι τοὺς ὑποκρινομένους μᾶλλον αὐτῶν τῶν ῥητόρων τῶν συγγραψάντων διὰ τὸ μὴ εἶναι ὅλους τοὺς ἀκροατὰς ἐν ταῖς πολιτείαις σοφούς· ἐν τῷ διαφθαρῆναι γὰρ τὰς πολιτείας διεφθάρησαν καὶ οἱ ἀκροαταί. [b 35] οὔπω δὲ σύγκειται ἤτοι ἐξετέθη καὶ ἐγένετο τέχνη τις περὶ αὐτῶν ἤτοι τῶν ὑποκρίσεων, ἤτοι οὐκ ἐτέχνωσε δέ τις ταύτας καὶ συνεγράψατο περὶ αὐτῶν, ἐπεὶ καὶ τὸ περὶ τὴν λέξιν ἤτοι τὸ κομμωτικαῖς χρᾶσθαι λέξεσι καὶ ἀνθηραῖς καὶ ὑπογαργαλιζούσαις τὰς τῶν ἀκροατῶν ἀκοὰς ὀψέ ποτε ἦλθε καὶ εὑρέθη· οἱ γὰρ παλαιοὶ τῶν ῥητόρων οὐ τῆς λέξεως ἐφρόντιζον καὶ τῆς φράσεως τῆς ἀποκρότου καὶ τῆς καλλιεπείας ἀλλὰ τῶν πραγμάτων, πῶς ἂν αὐτὰ τὰ πράγματα παραστήσωσιν, οἱ δὲ νέοι ῥήτορες ἐλθόντες τοῦ κάλλους τῆς λέξεως ἐφρόντισαν μᾶλλον τοῦ παριστᾶν τὰ πράγματα. [b 36] καὶ δοκεῖ τοῦτο φορτικὸν ἤτοι τὸ ἀφορᾶν πρὸς λέξιν καὶ πρὸς κάλλος λόγου παρ’ ὃ πρὸς παράστασιν τῶν πραγμάτων,1 καλῶς ὑπολαμβανόμενον καὶ νομιζόμενον φορτικὸν τὸ τοιοῦτον ἤτοι τὸ πρὸς λέξιν καὶ κάλλος τοῦ λόγου ἀφορᾶν παρ’ ὃ πρὸς τὴν τῶν πραγμάτων παράστασιν. φορτικὸν δὲ νομίζεται τοῖς σοφοῖς, ἐπεὶ καὶ ὁ Πλάτων ἀπεδίωκε τῆς αὑτοῦ διατριβῆς τὸν Δημοσθένην ὡς θηρολέκτην. [1404 a 1] ἀλλ’ ὅλης οὔσης τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικὴν ἀφορώσης πρὸς δόξαν2 (οἱ γὰρ ῥήτορες ἀφώρων πρὸς τὸ δοξάζεσθαι διὰ τὸ ἀφορᾶν πρὸς δόξαν) ποιητέον τὴν ἐπιμέλειαν καὶ τῆς λέξεως καὶ τοῦ κάλλους οὐ διὰ τὸ ἔχειν ὀρθῶς τοῦτο τὸ φροντίζειν τῆς λέξεως, ἀλλὰ διότι ἐστὶν ἀναγκαῖον νῦν τὸ φροντίζειν τοῦ κάλλους καὶ τῆς λέξεως, διὰ τοῦτο ἐπιμελητέον τῆς λέξεως, ἐπεὶ κατὰ τὸ δίκαιον οὐδὲν ἄλλο ἔδει ζητεῖν ἐν τῷ λόγῳ ἢ τοῦτο ἤτοι τὸ μήτε λυπεῖν τοὺς ἀκροατὰς ἐν τῷ λαμβάνειν λέξεις τροπικὰς καὶ μεταφορικὰς (πολλάκις γὰρ καί τινες λέξεις τροπικαὶ λυποῦσι καὶ τὸν ἀναγινώσκοντα ἐν τῷ μὴ δύνασθαι ἐκφωνεῖν ταύτας καλῶς) μήτε εὐφραίνειν3 καὶ γαργαλίζειν τὰς τῶν ἀκροατῶν ἀκοὰς τῷ ἀνθηρῷ τῆς λέξεως· [a 5] δίκαιον γὰρ ἦν αὐτοῖς χρᾶσθαι τοῖς πράγμασιν, ἤτοι † οὐ δυνατὸν ἦν, ἔδει αὐτὰ τὰ πράγματα ψιλὰ παριστᾶν τὸν ῥήτορα καὶ μὴ σπουδάζειν διὰ λέξεων αὐτὰ παριστᾶν· ἀλλ’ εἰ ἦν ἡ ζήτησις περὶ κυνός, αὐτὸν ἔδει τὸν κύνα ἐπὶ μέσον παράγειν, μὴ μέντοι γε ἀνθηραῖς χρᾶσθαι ταῖς λέξεσιν. [a 6] ὥστε τὰ ἄλλα ἤτοι τὰ προοίμια καὶ τὸ κάλλος τῆς λέξεως ἐν τοῖς ῥητορικοῖς λόγοις περιττά εἰσιν ἄνευ τῶν ἀποδείξεων· ἀλλ’ ὅμως καὶ ἡ λέξις συμβάλλεται μεγάλα εἰς τὸ δοξάζεσθαι διὰ τὴν μοχθηρίαν καὶ ἀγροικίαν τῶν ἀκροατῶν. [a 8] τὸ μὲν τῆς λέξεως συμβάλλεται μικρὸν ἐν πάσῃ διδασκαλίᾳ· διαφέρει γὰρ καὶ συμβάλλεται ἡ λέξις πρὸς τὸ δηλοῦν τὰ πράγματα ὡδὶ ἢ ὡδὶ ἤτοι τοιῶσδε ἢ τοιῶσδε· εἰ γὰρ αἱ λέξεις εἰσὶ σαφεῖς, καὶ τὸ πρᾶγμα φανερῶς δηλοῦται, εἰ δὲ τροπικαί εἰσιν, οὐ παριστῶσι τὸ πρᾶγμα φανερῶς. [a 10] οὐ μέντοι τοσοῦτον ἤτοι μεγάλως συμβάλλονται, ἀλλ’ ἅπαντα ταῦτα ἤτοι τὰ προοίμια καὶ αἱ λέξεις καὶ τὸ κομμωτικὸν αὐτῶν φαντασίαι εἰσὶν ἤτοι ἐπιδείξεις καὶ πρὸς τὸν ἀκροατὴν ἤτοι καὶ πρὸς ἡδονὴν ἀφορῶσι τοῦ ἀκροατοῦ, οὐ μέντοι γε δὲ περὶ τὰς ἀποδείξεις συμβάλλεται· διὸ οὕτως ἤτοι διὰ τῶν λέξεων μόνων οὐδεὶς διδάσκει τὴν γεωμετρίαν, εἰ μὴ χρήσεται αὐτοῖς τοῖς πράγμασι καὶ καταγραφαῖς ἐν τῇ σανίδι. [a 12] ἐκείνη μὲν ἡ λέξις, ὅταν ἔλθῃ, δύναται ταὐτὸν τῇ ὑποκριτικῇ· ὡς γὰρ τὸ ὑποκρίνεσθαι καὶ ἀπομιμεῖσθαι τὰ πρόσωπα καὶ αὐτὰ τὰ πράγματα τῆς ἐπιτηδειότητός ἐστιν ἑκάστου καὶ τῆς φύσεως, οὐχὶ τέχνης, οὕτω καὶ ἐκείνη ἡ τέχνη ἡ περὶ λέξεων διαλαμβάνουσα, ἐὰν ἔλθῃ, οὐδὲν ἄλλο ποιῆσαι δυνηθῇ, ἢ ὃ ἡ φύσις δίδωσιν ἤγουν τὸ στομφάζειν καὶ στομφαστικῶς καὶ κομπηρῶς ἐκφέρειν αὐτάς· ἡ γοῦν τέχνη οὐ δίδωσι τὸ στομφάζειν, ἀλλ’ ἡ διάπλασις τῆς ἀρτηρίας καὶ τῆς γλώττης καὶ τῆς ὑπερῴας ἡ ὑπὸ τῆς φύσεως δημιουργηθεῖσα.

但如果听众并不明智,那时他们就更赞赏朗读和表演的人,而非诗人们即撰写者们。 正如在彼处即在悲剧之中,演员们即出色表演的人在竞技中具有更大的势力,并且比诗人们即撰写者们更受赞扬一样;在政治竞技中也同样,由于政体的败坏即由于政体遭到毁灭,在修辞竞技中,于议会中朗读修辞言论并出色表演的人,比撰写言论的演说家本人更具势力并更受赞扬。而表演者比撰写的演说家本人更受赞扬这一情况之所以发生,是由于各政体中的听众并非全都明智;因为随着政体的败坏,听众也败坏了。 但关于它们即关于表演,还未曾有任何技艺被系统构成即被阐述和确立起来,也就是说,还没有人将它们技艺化并撰写关于它们的专论;因为甚至关于文体的事项,即使用取悦听众耳朵的修饰性、华丽的言词,也是很晚才出现并被发现的;因为过去的演说家并不操心文体、惊人的措辞和华美的辞藻,而是操心诸事,即如何展现事情本身,而新近出现的演说家则操心文体的优美,更甚于展现诸事。 并且这显得是庸俗的,即着眼于文体和言论的优美更甚于展现诸事,这样一件事——即着眼于文体和言论的优美更甚于展现诸事——被正当地理解并认为是庸俗的。并且它被明智之人视为庸俗,因为柏拉图也曾将德摩斯梯尼作为野兽言说者逐出自己的学园。 然而,既然关于修辞学的全部探讨都着眼于声誉(因为演说家们由于着眼于声誉,便着眼于赢得赞许),就必须同时关注文体与华美,这并非由于操心文体本身是正当的,而是因为如今操心华美与文体是不可避免的,因此才必须关照文体;因为按照公正,在言论中本不应当追求此外之物,即既不通过使用转义与隐喻的言词使听众痛苦(因为往往某些转义言词在朗读者无法出色发音时也会使他痛苦),也不以文体的华丽来取悦和撩拨听众的耳朵。 因为使用事物本身原本是正当的,即[即便不可能]演说家也应当赤裸裸地展现事物本身,而不应热衷于通过言词来展现它们;如果探究是关于狗的,就应当把狗本身带到中央,而绝不使用华丽的言词。 因此,在修辞言论中其他事项即引论和文体的华美,若脱离了论证便是多余的;但尽管如此,由于听众的恶劣与粗鄙,文体对于获得声誉也大有助益。 文体方面的事项在一切教学中作用甚微;因为文体在以此种方式还是彼种方式、即以这样还是那样的方式表明事物上有所差异并起作用;因为如果言词是明晰的,事物也清楚地表明出来,而如果是转义的,就无法清楚地展现事物。 然而它们并没有那么多即那么大的助益,相反,所有这些东西即引论、言词及其修饰都是虚饰即炫耀,并且着眼于听众即着眼于听众的快感,绝非在论证方面起作用;因此,没有人以这种方式即仅通过言词来教授几何学,除非他使用事物本身以及写字板上的图形。 那种文体一旦出现,便具有与表演术相同的力量;因为正如表演与模仿人物及事物本身属于各人的资质与本性,而不属于技艺一样,论及言词的那门技艺即便出现,也无法做本性所赋予之外的任何事,即夸张作态地说话,并以夸饰且夸耀的方式吐露它们;无论如何,技艺并不提供夸张的作态,而是由本性所造就的气管、舌头和上腭的构造[提供了这一点]。

语法注3 条
  1. 3.0.1παρ’ ὃ πρὸς παράστασιν τῶν πραγμάτων

    介词 παρά 搭配宾格关系代词 ὅ 表示比较(“相较于/而非”),将前文的“着眼于文体与言论的优美”与后接的介词短语 πρὸς παράστασιν τῶν πραγμάτων(“朝向诸事的展现”)形成对比。

  2. 3.0.1ἀλλ’ ὅλης οὔσης τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικὴν ἀφορώσης πρὸς δόξαν

    ὅλης οὔσης τῆς πραγματείας... ἀφορώσης 为属格独立结构,构成后文动形容词句式 ποιητέον τὴν ἐπιμέλειαν(“必须进行照料”)的原因。分词 ἀφορώσης 修饰属格名词 πραγματείας。

  3. 3.0.1ἐπεὶ κατὰ τὸ δίκαιον οὐδὲν ἄλλο ἔδει ζητεῖν ἐν τῷ λόγῳ ἢ τοῦτο ἤτοι τὸ μήτε λυπεῖν... μήτε εὐφραίνειν

    在 οὐδὲν ἄλλο... ἢ τοῦτο(“除了这之外没有别的”)的相关结构中,带冠词不定式短语 ἤτοι τὸ μήτε λυπεῖν... μήτε εὐφραίνειν 作为 τοῦτο 的同位语。无人称动词未完成过去时 ἔδει 带有一种非事实的未实现含义(“本应当寻求……而实际上并非如此”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:160.5-161.31