← 佚名

亚里士多德《修辞学》佚名评注

§158.2-160.5

文体、谋篇安排与演述的功能

注解者阐释了亚里士多德《修辞学》第三卷开端(1403b8–35),论述了文体、谋篇安排以及演技/朗诵(音量、声调、节奏)在修辞中的功能与重要性,并结合诗歌表演与法庭宣读予以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.0.1#1

1. Δεύτερον δὲ τὸ περὶ τὴν λέξιν, ἤτοι διὰ ποίων λέξεων θέλομεν ἐξαγγέλλειν τὰ πράγματα. [b 8] τρίτον πῶς δεῖ τὰ μέρη τοῦ λόγου τάττειν, ἤτοι ποῖον τῶν ἐνθυμημάτων δεῖ πρῶτον λέγειν καὶ ποῖον δεύτερον, ὅπερ ἐστὶ τῆς μεθόδου ἴδιον. καὶ ὁ Ἑρμογένης τὸ ἐνθύμημα ἐκεῖνό φησι δεῖν πρῶτον τάττεσθαι, ὅπερ ἐστὶ τοῦ ἑτέρου προκλητικόν· ὅταν δὲ μέλλῃς συγχῦσαι καὶ ταράξαι τὸν ἀντίδικον καὶ τὸν ἀκροατήν, τότε δεῖ ἀνατρέπειν τὴν τάξιν καὶ τὸ δεύτερον λέγειν πρῶτον. [b 10] ἢ γὰρ τῷ αὐτοὶ πεπονθέναι οἱ κριταί τι ἤτοι ἢ ἐν τῷ εἰς ὀργὴν παρακινηθῆναι ἢ εἰς οἶκτον, ἢ ἐν τῷ εἶναι τοὺς λέγοντας ποιούς τινας ἤτοι ἀγαθοὺς ἢ πονηρούς, ἢ πείθονται ἐν τῷ ἀποδεδεῖχθαι1 ἤτοι ἐν τῷ εἶναι ὁμολογούμενα καὶ ἀποδεδειγμένα, ἃ ἐλάβομεν εἰς πίστιν ἐνθυμήματος. [b 14] ἔστι γὰρ τὰ μὲν εἴδη τῶν ἐνθυμημάτων, εἰσὶ δὲ τὰ εἴδη τῶν ἐνθυμημάτων δύο, ἐλεγκτικὰ ἢ δεικτικά, τὰ δὲ τόποι, ὅθεν δεῖ λαμβάνειν τὰ ἐνθυμήματα, τὸ ἀπὸ τοῦ ἐναντίου, τὸ ἀπὸ τοῦ ἴσου καὶ τὰ λοιπά. ἀλλ’ ἀνάγκη καὶ ταῦτα τὰ ἐνθυμήματα εἰπεῖν ἤτοι ἐξαγγέλλειν καὶ ἐκφράζειν, ὡς δεῖ· καὶ γὰρ ἡ λέξις, δι’ ἧς ἀπαγγέλλομεν τὰ πράγματα, συμβάλλεται μεγάλα πρὸς τὸ φανῆναι τὸν λόγον ποιόν τινα ἤτοι πιθανόν. [b 18] τὰ πράγματα φύσει εἰσὶ πρῶτα, δεύτερον δὲ τὸ διαθέσθαι καὶ ἀπαγγέλλειν ταῦτα τῇ λέξει, τρίτον δὲ τούτων τὰ περὶ τὴν ὑποκριτικὴν ἤτοι τὸ ὑποκριτικὸν καὶ ἀπαγγελτικόν· δεῖ γὰρ ἐν ταῖς ἀναγνώσεσι τῶν λόγων ὑποκρίνεσθαι καὶ ποτὲ μὲν ἐπιτείνειν τὴν φωνὴν ἐπὶ τὸ ὀξύ, εἰ περὶ γυναικός τινος λέγομεν, ποτὲ δὲ ὑφειμένα λέγειν καὶ ἀναγινώσκειν, εἰ τὸ πρόσωπον ἐκεῖνο, περὶ οὗ ὁ λόγος, ἀσθενές ἐστι καὶ οὐ δύναται λαβραγορεῖν, ποτὲ δὲ διὰ βαρείας φωνῆς ἀναγινώσκειν, εἴ γε περὶ ἥρωος λέγομεν· μεγάλα γὰρ συμβάλλεται ἐν ταῖς ἀναγνώσεσι τῶν ῥητορικῶν λόγων τὸ ὑποκριτικόν, [b 21] ὃ οὔπω ἐπικεχείρηται καὶ παρεδόθη. καὶ γὰρ αὐτοὶ οἱ ποιηταὶ ὑπεκρίνοντο τὰς τραγῳδίας, οἷον ὁ Σοφοκλῆς, ὅταν παρεισῆγε δούλους λέγοντας, ἐμιμεῖτο αὐτοὺς καὶ ἔλεγε φωνὰς βαρβαρικάς, ὅταν δὲ παρεισῆγε γυναῖκας λεγούσας, ἔλεγεν ὡς γυνή, καθάπερ καὶ νῦν οἱ ἀναγινώσκοντες τὰ μαρτυρογραφία ποιοῦσιν. εἰ καὶ ὄπισθεν ἐν τῇ ἀρχῇ τοῦδε τοῦ τρίτου βιβλίου τρίτην ἔταξε τὴν μέθοδον, ἀλλ’ οὖν ἐνταῦθα τρίτον ἔταξε τὸ ὑποκριτικόν. [b 24] δῆλον οὖν, ὅτι καὶ τὸ περὶ τὴν ῥητορικήν ἐστι τοιοῦτον ἤγουν ὑποκριτικὸν (μεγάλα γὰρ ἐν τοῖς ῥήτορσι τὸ ὑποκριτικὸν ἐν τῇ ἀναγνώσει συμβάλλεται), ὥσπερ καὶ ἐν τῇ ποιήσει· ὃ (τὸ ὑποκριτικὸν) ἐπραγματεύθη καὶ ἐπετηδεύθη καὶ παρὰ τοῦ Γλαύκωνος. [b 27] ἔστι δὲ αὕτη ἡ τῆς ὑποκρίσεως μέθοδος θεωρουμένη ἐν τῇ φωνῇ ἤτοι ἐν τῇ ἀναγνώσει, πῶς δεῖ χρᾶσθαι τῇ ἀναγνώσει πρὸς τὰ πάθη· εἰ γὰρ ὀργιζόμενόν ἐστι τὸ πρόσωπον, περὶ οὗ ὁ λόγος, δεῖ χρᾶσθαι μεγάλῃ φωνῇ καὶ τραχείᾳ, εἰ δὲ λυπούμενον καὶ θρηνοῦν, δεῖ χρᾶσθαι ὀξείᾳ φωνῇ, εἰ δὲ νοσαζόμενον, μέσῃ. [b 29] καὶ πῶς τοῖς τόνοις τῆς φωνῆς χρηστέον· ἢ γὰρ ὀξεῖαν φωνὴν ἀφιέναι μέλλομεν, εἰ θρηνεῖ τὸ πρόσωπον, περὶ οὗ ὁ λόγος, ἢ βαρεῖαν, εἰ ἡρωικόν ἐστι τὸ πρόσωπον καὶ ὀργιζόμενον. ὁ ῥυθμὸς σύγκειται καὶ ἀναφαίνεται ἐκ τῆς τοιᾶσδε συνθήκης· ἄλλος γὰρ ῥυθμὸς γίνεται, εἰ πρῶτον ἀναπαίστους εἴπωμεν, εἶτα δακτύλους, καὶ ἄλλος ἂν ἀποτελεσθῇ, ἢ ταπεινὸς δηλονότι ἢ μέσος, εἰ τοὺς δακτύλους πρῶτον εἴπωμεν, εἶτα τοὺς ἀναπαίστους· καὶ γὰρ πρὸς τὰ πάθη ὀφείλει καὶ ὁ ῥυθμὸς ἐξαλλάττεσθαι. [b 30] τρία δέ εἰσι, περὶ ἃ σκοποῦσιν οἱ ῥήτορες· μέγεθος, ἤτοι εἰ μεγάλην δεῖ ἀφιέναι φωνὴν εἴτε μικράν· ἁρμονία ἤτοι συνθήκη· ἀλλαχοῦ μὲν τιθέασι πρῶτον τοὺς δακτύλους, ἀλλαχοῦ δὲ τοὐναντίον· ὁ δὲ ῥυθμὸς ἐκ τῆς τοιᾶσδε συνθήκης τοιόσδε ἢ τοιόσδε ἀναφαίνεται. ἢ μέγεθος νοητέον τὰ κῶλα, ἡ μὲν ἁρμονία ἐν τῇ μουσικῇ περὶ τὰς ὀξείας καὶ μικρὰς καὶ μέσας καὶ μεγάλας φωνὰς γίνεται, ὁ δὲ ῥυθμὸς περὶ τὸ ταχὺ καὶ βραδύ. [b 32] οὗτοι μὲν οἱ ὑποκριτικοὶ ἤτοι οἱ δυνάμενοι καλῶς ἐν ταῖς ἀναγνώσεσιν ὑποκρίνεσθαι τὰ πρόσωπα, περὶ ὧν ὁ λόγος, λαμβάνουσι τὰ ἆθλα καὶ τὰ βραβεῖα ἐν τῷ ἀγωνίζεσθαι. προσέθηκε δὲ τὸ σχεδόν, ἵνα ὅτι οὐκ ἀεὶ οὗτοι λαμβάνουσι τὰ ἆθλα·2 ἀλλ’ εἰ μὲν οἱ ἀκροαταί εἰσι σοφοί, οὐ θαυμάζουσι τοὺς ὑποκρινομένους τὰ πρόσωπα, περὶ ὧν ὁ λόγος ἐν ταῖς ἀναγνώσεσιν, ἀλλὰ μᾶλλον τοὺς ποιητὰς ἤτοι τοὺς ποιήσαντας καὶ συγγραψαμένους αὐτά· πολλάκις γὰρ ἄλλοι μὲν συγγράφονται τὰ ποιήματα, μὴ ἔχοντες δὲ εὐφυῶς καὶ ἐπιτηδείως εἰς τὸ ἀναγινώσκειν αὐτὰ διὰ τὸ κακόφωνον προβάλλονται ἄλλους εἰς τὸ ἀναγινώσκειν αὐτά.

1. 第二是关于文体的事项,即我们希望通过何种字词来表述诸事。 第三是应当如何安排言论的各部分,即应当先说修辞推论中的哪一个,再说哪一个,这是方法所特有的。赫尔墨革涅斯也说,应当把能够引出另一个推论的那个修辞推论安排在第一位;但当你打算使对手和听众陷入混乱和慌乱时,那时就应当颠倒顺序,先把第二位的东西说出来。 因为他们受到说服,要么是通过审判者自己感受到了某种情绪,即要么被激发了愤怒,要么被激发了怜悯;要么是通过演说者是具有某种品质的人,即要么是善人要么是恶人;要么是在论证得以确立之中,即我们为了修辞推论的说服力而采纳的论点得到公认并被证明。 因为修辞推论一方面有种(修辞推论的种有两种:反驳性的或证明性的),另一方面有论题,即应当从中提取修辞推论的出处,如源于相反者、源于等同者等等。但是也必须按照应当的方式把这些修辞推论说出,即表述与表达出来;因为我们藉以表述诸事的文体,对于使言论显得具有某种品质(即具有说服力)大有助益。 诸事在自然上次序在先,第二是通过文体来布置并表述这些事,在这些之中第三是关于表演的事项,即表演与朗诵;因为在言论的朗读中必须进行表演,有时把声音提升到尖锐的音调(如果我们在谈论某个女人),有时降低声音来说和朗读(如果言论所关涉的那个角色衰弱无力而不能大声喧哗),有时以低沉的声音来朗读(如果我们正谈论一位英雄);因为在修辞言论的朗读中,表演大有助益,而这还尚未被尝试和传授。因为诗人们自己过去就亲自表演悲剧:例如索福克勒斯,每当引入奴隶说话时,他就模仿他们并操蛮族之声说话;而每当引入妇女说话时,他就如同女人般说话,正如现在朗读证言文书的人所做的那样。尽管此前在第三卷的开端他把方法列为第三项,然而在这里他把表演列为了第三项。 因此显而易见,关于修辞学的事项也是如此的,即具有表演性的(因为在演说家之中朗读时的表演大有助益),正如在诗作中一样;这一项(表演)也被格劳孔探讨并实践过。 这种表演的方法是在声音中即在朗读中被考察的,即应当如何针对诸种情感来使用朗读。因为如果言论所关涉的角色正处于愤怒中,就应当使用宏大而粗粝的声音;如果正在悲伤和哀悼,就应当使用尖锐的声音;如果正在患病,就使用中间的声音。 以及应当如何使用声音的音调:因为若言论所关涉的角色正在哀悼,我们就要发出尖锐的声音,若该角色具有英雄气质且正在愤怒,就要发出低沉的声音。节奏是由这样的组合构成并显现出来的:因为如果我们先说抑抑扬格然后说扬抑抑格,就会产生一种节奏;而如果我们先说扬抑抑格然后说抑抑扬格,就会产生另一种显然是低俗的或折中的节奏;实际上,节奏也应当随着诸种情感而改变。 演说家们关注的事项有三:大小,即应当发出洪亮的声音还是微弱的声音;调律,即组合——在有的地方他们先放置扬抑抑格,而在别处则相反,而节奏从这样的组合中显现出这样或那样的形态;或者必须将大小理解为句段,调律在音乐中关乎尖锐、微弱、中间和洪亮的声音,而节奏则关乎疾速与缓慢。 这些擅长表演者,即能够在朗读中出色扮演言论所关涉的角色的人,在竞技中赢得奖赏和奖牌。他加上“几乎”,是为了[表明]这些人并非总是赢得奖赏。但是如果听众是有智慧的,他们就不会赞赏在朗读中扮演言论所关涉角色的人,而是更赞赏诗人们,即创作和撰写了这些作品的人;因为往往是其他人撰写了诗作,但由于嗓音恶劣因而在朗读这些作品方面缺乏天分和适切的能力,于是推选其他人来朗读它们。

语法注2 条
  1. 3.0.1ἢ γὰρ τῷ αὐτοὶ πεπονθέναι οἱ κριταί τι ... ἢ πείθονται ἐν τῷ ἀποδεδεῖχθαι

    此句并列了亚里士多德提出的三种说服方式(听众的情感状态、演说者的品格、论证本身)。前两项以表示手段的与格结构(伴随介词短语 ἐν τῷ... 的冠词定式动名词短语)提出,而第三项则插入了限定动词 πείθονται,形成了轻微的破格结构(句式不连贯)。整句骨架理解为“审判官要么通过……,要么通过……,要么在……之中受到说服”。

  2. 3.0.1ἵνα ὅτι οὐκ ἀεὶ οὗτοι λαμβάνουσι τὰ ἆθλα

    表示目的的连词 ἵνα 与引导陈述从句的 ὅτι 紧接着并列出现。这要么是省略了表示表明或说明的动词(如 ἵνα [δείξῃ] ὅτι,“为了[表明]……”),要么是晚期/拜占庭希腊语中 ἵνα ὅτι 连用的赘词现象。此处应理解为注解者解释文本用词的意图:“为了[指出]他们并非总是获得奖赏”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:158.2-160.5