← 佚名

亚里士多德《修辞学》佚名评注

§14.31-16.18

审议修辞中关于军事贸易与立法的知识

注释者疏解亚里士多德《修辞学》第一卷第四章(1359b30–1360a38),阐明提出建议者关于审议修辞学的五大主题(财源、战争与和平、国防、进出口、立法与政体)所必须通晓的细节,随后过渡到下一章的前提与论据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0.4#2

[b 30] ταῦτα δὲ ἐνδέχεται συνορᾶν οὐ μόνον ἐκ τῆς περὶ τὰ ἴδια πράγματα ἐπιστήμης καὶ πείρας ἀλλὰ καὶ † ἐκ τῶν παρ’ ἄλλοις εὑρημένων ἱστορικὸν εἶναι καὶ ἔμπειρον τὸν περὶ ταῦτα συμβουλεύοντα. [b 33] περὶ δὲ πολέμου καὶ εἰρήνης δεῖ τὴν δύναμιν εἰδέναι τῆς πόλεως, πόση τε ὑπάρχει, ἣν ἔχει, οἷον εἰ ἱππόται χίλιοί εἰσι καὶ πεζοὶ διπλάσιοι καθ’ ὑπόθεσιν, καὶ πόσην ἐνδέχεται ἀρκεῖν τῇ πόλει, πλείω ἢ ἐλάττω, καὶ ποία τις ἡ ὑπάρχουσά ἐστι, πεζὴ ἢ ἱππικὴ ἢ ναυτική, καὶ † τοξικὴ ἢ μετὰ δόρατος παρατάττεται, καὶ ποίαν χρὴ προσγενέσθαι τῇ πόλει, ποίας χρῄζει, τοξικῆς ἢ ἄλλης δυνάμεως· ἔτι δὲ τίνας πολέμους ἡ πόλις ἐπολέμησε, δεῖ σκοπεῖν, καὶ πρὸς τίνας καὶ πότε καὶ πῶς ἐπολέμησε, τοξικῶς ἢ μετὰ σπάθης ἢ ἐν δόρατι καὶ πάλιν μετὰ ναυμαχίας ἢ ἱππικῶς ἢ πεζικῷ λαῷ. [b 37] οὐ μόνον δὲ τῆς πόλεως εἰδέναι δεῖ τὴν δύναμιν καὶ πότε καὶ πρὸς οὓς ἐπολέμησεν, ἀλλὰ καὶ τῶν γειτόνων, ποίαν ἔχουσι δύναμιν καὶ πῶς ἐπολέμησαν καὶ πρὸς τίνας. δεῖ δὲ σκοπεῖν καὶ πρὸς οὓς τὸ πολεμεῖν δόξαν ποιεῖ τῇ πόλει, καὶ ὅτι πρὸς μὲν τοὺς κρείττους οὐ δεῖ πολεμεῖν ἀλλ’ εἰρηνεύειν, πρὸς δὲ τοὺς ἥττους, εἰ μὲν χρήζομεν χρημάτων ἢ βλάπτουσιν ἡμᾶς, δεῖ πολεμεῖν, εἰ δὲ μή, οὐ χρή. [1360 a 1] δεῖ δὲ καὶ τὰς δυνάμεις θεωρεῖν ἡμῶν καὶ τῶν πολεμίων, πότερον ὅμοιαι ταῖς ἡμῶν δυνάμεσιν αἱ ἐκείνων ἢ οὔ, οἷον εἰ ἐκεῖνοι ἀσπιδηφόροι καὶ δορατισταὶ καὶ ἀνδρεῖοι οἱ πολέμιοι, ἆρά γε τοιοῦτοι καὶ οἱ ἡμέτεροι. ἔστι γὰρ καὶ ταύτῃ πλεονεκτεῖν τῇ δυνάμει ἢ ἡμᾶς ἢ τοὺς ἐναντίους, εἰ ἴσοι μὲν ἡμεῖς κἀκεῖνοι τῷ πλήθει, ἀλλ’ ἡμεῖς ἀσπιδηφόροι καὶ δορατισταὶ καὶ ἱππηλάται πρωτεπιστήμονες, ἐκεῖνοι δὲ πεζοὶ καὶ τοξόται καὶ ἄοπλοι τυχόν. [a 6] ἔτι δὲ καὶ περὶ φυλακῆς τῆς χώρας δεῖ μὴ λανθάνειν, πῶς ἡ χώρα φυλάσσεται, πόσας ἔχει ὀχυρότητας καὶ τόπους ὀρεινοὺς φυλακτικούς, οἳ κλεῖδες λέγονται καὶ οἳ θριγκώματα. [a 7] δεῖ δὲ καὶ τὸ πλῆθος εἰδέναι τῆς φυλακῆς, πόσον ἀρκεῖ τῷδε τῷ χαρακώματι πλῆθος εἰς φυλακὴν καὶ πόσον ἐν ἑτέρῳ, καὶ ὅτι ἐνταῦθα μὲν ἀρκοῦσιν ἑκατὸν εὐφυλάκτῳ ὄντι, ἐκεῖ δὲ δεῖ χιλίων διὰ τὸ ἀφύλακτον καὶ τῶν τειχῶν τὸ ὑπόσαθρον καὶ εὐεπιβούλευτον, ἵνα, εἴτε ἐλάττων ἐν τῷδε τῷ μέρει τῆς πόλεως ἡ φυλακή, προστεθῇ, εἴτε πλείων τοῦ δέοντος ἡ φυλακή, τυχὸν ὁπλιτῶν ὄντων ἑκατὸν ἀρκούντων πεντήκοντα, ἐκκοπῇ ἡ πλείων, καταλειφθῇ δὲ ἡ ἡμίσεια. [a 12] ἔτι περὶ τροφῆς δεῖ συμβουλεύειν, πόση δαπάνη ἱκανὴ τῇ πόλει πρὸς διατροφὴν τῶν στρατιωτῶν καὶ τῶν οἰκείων ἀργόντων, καὶ πόσην γεωργεῖ ἡ πόλις αὐτὴ καὶ πόσην δεῖ μετακομισθῆναι ἐξ ἑτέρων χωρῶν, καὶ τῆς ποίων πραγμάτων εἰσαγωγῆς δέονται, οἴνου ἢ σίτου, καὶ τίνων ὄντων περιττῶν δεῖ ἐξάγειν καὶ ἀποποιεῖσθαι αὐτά, ἵνα πρὸς τούτοις καὶ συμβολαὶ ἤτοι πραγματεῖαι καὶ εἰσβολαὶ τῶν ἐμπόρων γίνωνται· [a 15] εἰς δύο γὰρ φυλαττέσθωσαν1 εἰρηνεύοντες οἱ πολῖται, εἰς τοὺς κρείττους καὶ δυνατωτέρους καὶ εἰς τοὺς χρησίμους εἰς τὰ χρειώδη τῇ χώρᾳ. [a 20] ἀναγκαῖον εἰδέναι καὶ πόσα πολιτειῶν εἴδη καὶ ποῖα συμφέρει ἑκάστῃ πολιτείᾳ. περὶ δὲ τούτων ἀκριβῶς εἴρηκεν ἐν τῇ πραγματείᾳ τῶν Πολιτειῶν οὕτω λεγομένων, ἐκ τίνων συνίστανται καὶ φθείρονται. βελτίστην δὲ πολιτείαν λέγει τὴν βασιλείαν. [a 24] αἱ δὲ ἄλλαι πᾶσαι καὶ ἀνιέμεναι καὶ ἐπιτεινόμεναι φθείρονται, ὥσπερ ἥ τε τυραννὶς καὶ ἡ δημοκρατία· εἴτε γὰρ πάντες ἄρχουσι, καὶ οἱ ἀγύρται καὶ βωμολόχοι καὶ οἱ νηπιώδεις καὶ ἄφρονες, ἐπετάσθη καὶ ἐφθάρη, εἴτε ὀλίγοι καὶ κρείττους, ἀριστοκρατία γέγονεν, εἴτε ὀλίγοι καὶ πλούσιοι, ὀλιγαρχία, φθαρεῖσα, ὅπερ ἦν.2 [a 27] ὥσπερ καὶ ἡ γρυπότης καὶ ἡ σιμότης ἀνιέμεναι μὲν εἰς τὸ μέσον ἔρχονται, ἐπιτεινόμεναι δὲ οὕτω διατίθενται, ὡς μηδὲ ῥῖνα δοκεῖν τὴν ἔχουσαν τὰς ὑπερβολὰς ταύτας, ὥσπερ ἡ τοῦ ἀετοῦ καὶ ἡ τοῦ ἐλέφαντος οὐδὲ ῥῖνες δοκοῦσι. τὰ δ’ ἑξῆς σαφῆ. [a 38] περὶ ὧν μὲν οὖν δεῖ συμβουλεύειν τὸν μέλλοντα συμβουλεύειν, ταῦτά ἐστι πέντε τὸν ἀριθμὸν ὄντα. ἐξ ὧν δὲ προτάσεων καὶ πίστεων δεῖ ἐπιχειροῦντας συμβουλεύειν καὶ περὶ τούτων τῶν πέντε καὶ περὶ τῶν ἄλλων πάντων, περὶ ὧν συμβουλεύει τις, ῥητέον.

而看清这些事情,不仅可以通过关于自身事务的知识与经验,而且也可以通过就这些事务提出建议的人从他人所发现的事情中变得见多识广且经验丰富来实现。 关于战争与和平,必须通晓城邦的军力,它到底有多大、现拥有多少——例如假定有一千骑兵和两倍于此的步兵——,以及多大力量对城邦而言足以应付,是更多还是更少;并且现有的力量具有何种性质,是步兵、骑兵还是海军,是弓箭兵还是持矛列阵;以及应当为城邦增加何种力量,城邦需要何种力量,是弓箭部队还是其他力量。此外还必须考察,城邦曾经进行过哪些战争,同谁、在何时以及如何作战,是用弓箭、用阔剑还是用长矛作战,又是通过海战、骑兵还是步兵军队作战。 不仅必须通晓城邦的军力以及城邦何时同谁作战,而且还要通晓邻邦的军力,他们拥有何种力量,以及他们如何作战、同谁作战。还必须考察同谁作战能为城邦带来声誉,并且考察对强于己者不应当作战而应当维持和平;对弱于己者,如果我们缺乏钱财或者他们损害我们,就应当作战,否则便不应当作战。 还必须考察我们自身与敌人的力量,他们的力量是否同我们的力量相似;例如若敌人是持盾兵、持矛兵且骁勇善战,我们的人是否也是这样的人。因为在这方面也有可能由我们或敌手在力量上占优势,哪怕我们与他们人数均等,但我们是持盾兵、持矛兵和精良熟练的骑兵,而他们也许只是步兵、弓箭兵和缺乏装备的士兵。 此外,关于国土防卫也不应忽视:国土是如何被防卫的,拥有多少要塞和山岳防守据点,哪些被称为要钥,哪些被称为围垣。 还必须通晓守备部队的人数,多大人数足以在这个堡垒进行防守,在另一个堡垒需要多少;并且知晓在此处因为易于守卫一百人便已足够,而在彼处则因缺乏守备且城墙有些朽坏易遭算计而需要一千人;以便如果城邦这部分的守卫不足,便予以增补;如果守卫超过所需——例如五十人足矣却有一百名重装步兵——,便将多余部分削减,保留半数。 此外,关于给养必须提出建议:多大开支足以维持城邦士兵与本邦非战斗人员的生计,城邦自身耕种出产多少,必须从其他地区运来多少,以及需要进口何种物资(酒还是粮食),哪些多余物资必须出口并予以处理,以便除这些之外还能达成契约,即达成商贾的贸易交易与入境往来。 因为公民们在维持和平时应当提防两个方面:针对更强大优越者,以及针对对国土必需品有用者。 知晓政体有多少形态以及何种事物对每种政体有利,也是必不可少的。关于这些,他在所谓的《政治学》专论中已经准确陈述过,即政体由何构成又因何瓦解。他指出最佳政体乃是君主制。 而所有其余政体在被放松和被绷紧时都会瓦解,正如僭主制与民主制一样。因为若所有人都在统治,连行乞者、滑稽丑角、幼稚无知者都在统治,〔民主制〕便被绷紧至极而遭瓦解;若少数杰出者统治,便成了贵族制;若少数富人统治,便成了寡头制,从而从原本的政体瓦解了。 正如鹰钩鼻与塌鼻在被放松时趋于中道,但在被绷紧时便处于如此状态,以致具有这些极端特征的鼻子甚至不再被视为鼻子,正如鹰鼻与象鼻甚至不被视为鼻子一样。随后的内容是清晰的。 因此,将要提出建议者必须就其提出建议的事物,在数量上就是这五项。但着手建议的人必须根据何种命题和确证就这五项以及就人们所建议的一切其他事物提出建议,则必须予以说明。

语法注3 条
  1. 1.0.4εἰς δύο γὰρ φυλαττέσθωσαν

    中动语态命令式 φυλαττέσθωσαν 与介词 εἰς 连用,表示警惕与留心的方向(“在两个方面保持留心/防范”)。

  2. 1.0.4φθαρεῖσα, ὅπερ ἦν

    主格阴性单数分词 φθαρεῖσα 与从句主语(指代政体的阴性名词,如 ἡ δημοκρατία)一致,后附中性关系代词从句 ὅπερ ἦν(“其原本的状态”)作表语性同位语,意为“从原有的政体中败坏瓦解”。

  3. 1.0.4τὸν περὶ ταῦτα συμβουλεύοντα ἱστορικὸν εἶναι καὶ ἔμπειρον

    由非人称动词 ἐνδέχεται 统辖的对格与不定式结构(τὸν ... συμβουλεύοντα 为逻辑主语,εἶναι 为不定式),通过 ἀλλὰ καί 与前面的不定式短语 οὐ μόνον ἐκ τῆς ... συνορᾶν 构成并列。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:14.31-16.18