← 佚名

亚里士多德《修辞学》佚名评注

§156.31-157.24

夸大缩小的本质与借由异议的化解

注解亚里士多德《修辞术》第2卷第26章(1403a16–1403a34),说明夸大、缩小以及化解性论辩并非修辞推论的论题或种,而是论证所围绕的问题(结论的主题),并阐释了与反向论证并列的另一种化解方式即“异议”的定义与功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.26

26. Τὸ δὲ αὔξειν τὸ προκείμενον ἔγκλημα ἢ μειοῦν οὐκ ἔστι στοιχεῖον καὶ τόπος ἐνθυμήματος. [1403 a 19] στοιχεῖον δὲ λέγω καὶ τόπον, εἰς ὃ1 πολλὰ ἐνθυμήματα ἤτοι τὰ κατὰ μέρος ἀνάγονται. ἔστι δὲ εἴδη ἐνθυμήματος τὸ ἀπὸ τοῦ ἴσου, τὸ ἀπὸ τοῦ ἐναντίου καὶ τὰ λοιπά. [a 20] τὸ δὲ αὔξειν καὶ μειοῦν ἐνθυμήματά εἰσι δεικνύοντα, ὅτι τόδε τὸ γεγονὸς ἢ μέγα ἐστὶν ἢ μικρόν, ὥσπερ δὴ καὶ τὸ ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακὸν ἢ δίκαιον ἢ ἄδικον, ἃ ἐνθυμήματα καὶ στοιχεῖα ἐνθυμήματος οὐκ εἰσιν ἀλλὰ προβλήματα, περὶ ἃ καταγίνονται οἱ συλλογισμοὶ καὶ τὰ ἐνθυμήματα· ὥστε, εἰ ἕκαστον τούτων, οἷον ὅτι δίκαιον ἢ ἀγαθὸν ἢ κακόν, τόπος καὶ στοιχεῖον ἐνθυμημάτων οὐκ ἔστι, λοιπὸν οὐδὲ τὸ αὔξειν καὶ μειοῦν τόποι ἐνθυμήματός εἰσιν. [a 25] οὐδὲ τὰ λυτικὰ ἐπιχειρήματα εἶδος καὶ τόπος ἐστὶν ἐνθυμήματος· δῆλον γὰρ ὅτι ἕκαστος ἐνιστάμενος λύει τὰ ἐνθυμήματα ἢ ἐν τῷ ἀνταποδεῖξαι καὶ ἀντισυλλογίσασθαι ἢ ἐν τῷ ἐπενεγκεῖν ἔνστασιν. [a 27] ὁ ἐνιστάμενος ἀντιδείκνυσιν ἀεὶ τὸ ἀντικείμενον· οἷον εἰ ὁ κατηγορῶν δείξει, ὅτι γέγονεν, ὁ ἐνιστάμενος δείξει, ὅτι οὐ γέγονεν,2 εἰ δὲ δείξει ἐκεῖνος, ὅτι οὐ γέγονεν, οὗτος δείκνυσιν, ὅτι [οὐ] γέγονεν. ὥστε κατὰ τοῦτο οὐ διαφέρει· τοῖς γὰρ αὐτοῖς τόποις ἀμφότεροι χρῶνται· καὶ γὰρ καὶ ὁ κατηγορῶν καὶ ὁ ἀπολογούμενος ἐκ τῶν αὐτῶν τόπων ἐπιχειροῦσιν ἤτοι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἴσου καὶ τῶν λοιπῶν· καὶ γὰρ ἀμφότεροι φέρουσιν ἐνθυμήματα πρὸς τὸ δεῖξαι, ὅτι τόδε ἢ ὅτι τόδε οὐκ ἔστιν. [a 31] ἡ δὲ ἔνστασίς ἐστι τὸ εἰπεῖν καὶ κομίσαι δόξαν τινὰ ἤτοι ἔνδοξόν τινα πρότασιν, ἐξ ἧς ἔσται δῆλον, ὅτι ὁ ἀντίδικος αὐτό, πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν, οὐ συλλελόγισται3 ἢ ὅτι ψευδῆ πρότασιν ἔλαβεν· ἡ γὰρ ἔνστασις οὐκ ἄλλο τί ἐστιν ἢ πρότασις ἐναντία τῇ προκομισθείσῃ προτάσει παρὰ τοῦ ἀντιδικοῦντος. χ

26. 夸大或缩小眼前的控告并非修辞推论的要素和论题。 “我称要素与论题为许多修辞推论、即具体修辞推论所归纳于其中的东西。”而修辞推论的种是源于等同者的、源于相反者的等等。 夸大与缩小是指明所发生的这事是大还是小的修辞推论,正如这事是善还是恶、是正义还是不正义一样;这些并不是修辞推论[的论题]和修辞推论的要素,而是推论与修辞推论所围绕的问题。因此,如果这些中的每一项(例如正义、善或恶)都不是修辞推论的论题和要素,那么剩下的结论便是,夸大和缩小同样不是修辞推论的论题。 化解性的论辩同样不是修辞推论的种与论题;因为很显然,提出异议的每个人要么通过反向论证并反向推论,要么通过提出异议来化解修辞推论。 提出异议者总是反向证明相反的事;例如若指控者指明事情发生了,提出异议者就指明事情没有发生,而若前者指明事情没有发生,后者就指明事情发生了。因此在这方面没有区别;因为双方使用相同的论题。实际上,指控者与辩护者都从相同的论题出发进行论辩,即源于相反者、源于等同者及其余者;因为双方都是为了指明某事存在或某事不存在而提出修辞推论的。 异议则是陈述并提出某种意见、即某个广受赞同的前提,由此将明白显示对手并未就〔异议者〕提出异议的同一论点作出有效推论,或者对手采纳了虚假前提;因为异议无非就是与争辩对手所提出的前提相反的前提。

语法注3 条
  1. 2.0.26στοιχεῖον δὲ λέγω καὶ τόπον, εἰς ὃ

    引用亚里士多德原文(1403a19)。关系代词 εἰς ὅ 为中性单数,要么是在语法上与两个先行词(阳性 τόπος 与中性 στοιχεῖον)之中的中性词 στοιχεῖον 一致,要么是将“要素兼论题”的概念统摄性地作为中性接受。

  2. 2.0.26ὅτι [οὐ] γέγονεν

    紧接前文对比句“若指控者指明事情发生了,提出异议者就指明事情没有发生”的后半句。由于句法结构要求在前者证明“没有发生”时,后者必须证明相反的“发生了”,因此抄本中的 οὐ 在底本中被加方括号删除以纠正讹误。

  3. 2.0.26αὐτό, πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν, οὐ συλλελόγισται

    代词 αὐτό 用作 οὐ συλλελόγισται 的宾语(指通过推论应得出之结论内容),插入的关系从句 πρὸς ὃ καὶ τὴν ἔνστασιν ἔφερεν 对其加以限定。句法骨架为:“对手并未就其[异议者]提出异议的那同一事由作出有效推论”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:156.31-157.24