- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:155.11-156.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《修辞学》卷二第25章,阐述了对似真之事与例证进行反驳的条件(依据多数情况与时间频率进行推翻),解释了确证的不可化解性,并界定了审判官自由裁量(以最善的判断进行裁判)的本性。
[b 30] ὁ δὲ κριτὴς ἐὰν ἀκούσῃ τινὸς φέροντος ἔνστασιν πρὸς τὸ εἰκός, λέγει, ὅτι λοιπὸν οὐδὲ εἰκός ἐστι· τοῦτο δὲ λέγει, ὥσπερ εἰ ἦν τὸ εἰκὸς ἀναγκαῖον, οὐ μὴν δὲ ὡς ἐπὶ τὸ πολύ. [b 34] οὔκουν ἱκανὸν εἰς τὸ λῦσαι τὸ εἰκὸς τὸ εἰπεῖν ‘οὐκ ἀναγκαῖον’, εἰ μὴ εἴπῃ τὸ ‘οὐκ εἰκός’. τοῦτο δὲ συμβήσεται τὸ δεῖξαι, ὅτι οὐκ εἰκός ἐστιν, ἐὰν ἐνστῇ ὡς ἐπὶ τὸ πολύ· ἐπεὶ γὰρ τὸ εἰκὸς ὡς ἐπὶ τὸ πολύ ἐστι, καὶ ὁ ἐνιστάμενος πρὸς αὐτὸ ἀπὸ τῶν ὡς ἐπὶ τὸ πολὺ ὀφείλει ἐπιχειρεῖν. ὁ δὲ φέρων ἔνστασιν ἀπὸ τοῦ ὡς ἐπὶ τὸ πολὺ ἢ ἀπὸ τοῦ χρόνου ὀφείλει ἐπιχειρεῖν ἢ ἀπὸ τοῦ πράγματος ἢ καὶ ἀπ’ ἀμφοτέρων ἤτοι τοῦ χρόνου καὶ τοῦ πράγματος· [1403 a 1] φησὶ γὰρ ὁ κατηγορῶν ‘εἰ τὰ πλείονα τῶν πραγμάτων καὶ πλεονάκις ἤτοι ἐπὶ πολλῶν χρόνων οὕτως ἔχει τοῦτο, ὃ λέγω, ἤτοι τὸ μὴ τὰς τετοκυίας εἶναι εὔχρους, λοιπὸν μᾶλλον τοῦτό ἐστιν εἰκός, ὃ λέγω, ἤτοι τὸ τὰς τετοκυίας μὴ εἶναι εὔχρους· οὐ μὴν δὲ ὃ λέγεις σὺ ἀπολογούμενος, εἰκός, ἤτοι τὸ τὰς τετοκυίας εὔχρους εἶναι. [a 3] κἂν ᾖ ὑπάρχοντα1 ἤτοι ἀληθῆ καὶ ὄντα, ὡς συνέβη τὸν Πιττακὸν καὶ σπουδαῖον καὶ σοφόν, ὡς ἐλέχθη ἐν τοῖς πρώτοις ἤτοι ἐν τοῖς δευτέροις τῶν προτέρων. ἤτοι ὅτι οὐ συνελογίσω· ἢ γὰρ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι. [a 5] πρὸς δὲ τὰ παραδειγματώδη ἐνθυμήματα 〈καὶ〉 τὰ εἰκότα ἡ αὐτὴ λύσις ἐστίν· εἰ γὰρ ἔχομεν δεῖξαί τι, ἐφ’ οὗ οὐχ οὕτως ἔχει, ὡς λέγει ὁ ἀντίδικος, οἷον ὅτι τῷ δεῖνι ἐδόθη φυλακὴ καὶ οὐκ ἐτυράννησεν, εἰ δείξομεν, λέλυται ὁ τοῦ ἀντιδίκου λόγος ὁ λέγων ὅτι ‘πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησε’ καὶ δείκνυται, ὅτι οὐκ ἀναγκαῖόν ἐστι πάντα τὸν λαβόντα φυλακὴν τυραννεῖν· οὐ μόνον δὲ ἐὰν δείξῃ ἐπὶ ἑνός, ὃ μὴ ἔχει οὕτως, ἀναιρεθήσεται τὸ ‘πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησεν’, [a 7] ἀλλ’ εἰ καὶ τὰ πλείω ἢ πλεονάκις, ἤτοι ἀλλ’ εἰ καὶ πολλοὺς δείξομεν λαβόντας μὲν φυλακὴν μὴ τυραννήσαντας δέ, ἢ καὶ πλεονάκις ἤτοι ἐπὶ πολλῶν χρόνων εἴδομεν τοῦτο οὕτως ἔχον, καὶ οὕτως ἀναιρεῖται ὁ τοῦ ἀντιδίκου λόγος ὁ λέγων ‘πᾶς ὁ λαβὼν φυλακὴν ἐτυράννησε.’ [a 8] καὶ τὰ πλείω καὶ τὰ πολλάκις, ἤτοι εἰ δὲ πολλοὺς εἴδομεν οὕτως, ὡς ὁ ἀντίδικος, ἤτοι λαβόντας φυλακὴν καὶ τυραννήσαντας, ἢ ὅτι αἱ πλείους τῶν γυναικῶν τῶν τετοκυιῶν εἰσιν ὠχραὶ καὶ πλεονάκις εἴδομεν τοῦτο οὕτως ἔχον, λοιπὸν καὶ ἥδε ἡ γυνὴ ὠχρὰ οὖσα τέτοκε, μαχητέον πρὸς τὸν ἀντίδικον,2 ὅτι ἄλλο τὸ παρὸν ἤτοι ‘ἡ ἐνοῦσα ὠχρότης τῇδε τῇ γυναικί, ἣν λέγεις τετοκέναι, οὐκ ἔστιν ὁμοία τῇ ὠχρότητι, ἣν ἔχουσιν αἱ τετοκυῖαι γυναῖκες.’ ἢ ὅμοιαι μέν εἰσι, πλὴν ἔχουσι διαφοράν τινα μικράν. [a 10] οὐκ ἔστι δὲ δυνατὸν λῦσαι τὰ τεκμήρια ἀπὸ τοῦ δεικνύειν, ὅτι ἀσυλλόγιστά εἰσιν· ἀσυλλόγιστα γὰρ τεκμήρια οὐκ εἰσι· λείπεται δὲ μόνον δεῖξαι, ὅτι ὑπάρχει· οἷον εἰ δείξω, ὅτι ἐνταῦθα πῦρ ἦν, ὅπου καὶ τέφρα ἐστί, λείπεται δεῖξαι, ὅτι καὶ ἡ τέφρα ἐνταῦθα ἐγένετο· εἰκὸς γὰρ ἄνεμον ἀποκομίσαι αὐτὴν ἐνταῦθα ἀπὸ ἄλλου τόπου, καὶ εἰ τοῦτο δειχθῇ, ἔμεινε πάντῃ ἄλυτον. [a 13] εἰ δὲ καὶ φανερὸν ἐστι τοῦτο, ὅτι ἡ τέφρα ἐνταῦθα ἦν καὶ ὅτι τεκμήριόν ἐστιν, ἐστὶν ἀπόδειξις φανερὰ καὶ ἄλυτον. [1402 b 30] ὁ δὲ κριτής, ἐὰν λυθῇ τὸ εἰκὸς καὶ φέρῃ τις πρὸς αὐτὸ ἔνστασιν, οἴεται, ὅτι οὐδὲ εἰκός ἐστιν (ὥσπερ εἰ μὴ ἦν τὸ εἰκὸς λύσιμον καὶ ὡς ἐπὶ τὸ πολύ),3 καὶ ἢ λέγει, ὅτι τοῦτο οὐκ ἔστιν εἰκὸς ἢ ὅτι οὐκ αὐτῷ κριτέον, ἤτοι ἢ ὅτι οὐκ ἀνήκει ἐμοὶ τὸ περὶ τούτου κρῖναι· τοῦτο δὲ λέγει παραλογιζόμενος καὶ ἀπατώμενος. [1402 b 33] ἀλλὰ καὶ ἐκ τῶν εἰκότων ἤτοι τῶν ὡς ἐπὶ τὸ πολύ· τὸ γὰρ γνώμῃ τῇ ἀρίστῃ κρίνειν τοῦτό ἐστι τὸ μὴ ἀεὶ κρίνειν4 ἀπὸ τῶν κειμένων νόμων μηδὲ προσέχειν τοῖς νόμοις, ἀλλὰ τὰ ζητήματα λύεσθαι τῇ δοκιμασίᾳ καὶ κρίσει καὶ οἰκονομίᾳ τοῦ κρίνοντος.
审判官若听到有人对似真之事提出异议,便说它甚至不再是似真的;他说这话,就仿佛似真之事是必然的,而绝非大多如此的。 因此,若不说出“并不似真”,单说“并非必然”并不足以化解似真之事。而指出并不似真,将在依据大多如此的事物提出异议时发生;因为似真之事既然是大多如此的,对其提出异议者也应当从大多如此的事物出发进行论证。而从大多如此的事物提出异议者,应当要么从时间出发,要么从事情出发,要么兼从两者、即从时间和事情双方出发进行论证。 因为指控者说:“如果在事情的大多数情况下且更为经常地、即在多数时间里,我所说的这事确实如此,即生育过的妇女面色不红润,那么剩下[的结论]便是我所说的这事更为似真,即生育过的妇女面色不红润;而绝非你作为辩护者所说的是似真的,即生育过的妇女面色红润。” “即使前提是实际存在的”,即真实且存在的(正如事情碰巧是皮塔科斯既优秀又智慧,正如在第一卷中所说,或倒不如说在《前分析篇》第二卷中所说)。这意思是说:因为你没有构成有效推论;因为[结论是]要么从两个特称前提,要么在第二格中从两个肯定前提得出的。 对于基于例证的修辞推论与基于似真之事的[修辞推论],有着相同的化解方法;因为如果我们能够指出某个并不像对手所说那样的实例——例如某人被赋予了护卫却没有成为僭主——如果我们指出了这一点,对手声称“凡获得护卫者都成了僭主”的论述就被化解了,并且表明凡获得护卫者都成为僭主并不是必然的。不仅如果在单一实例上指出并非如此,“凡获得护卫者都成了僭主”会被推翻,而且如果在大多数情况下或更为经常地[指出并非如此,它也会被推翻]。也就是说,如果我们指出许多获得了护卫却没有成为僭主的人,或者我们更为经常地、即在多数时间里见到事情如此,这样一来,对手声称“凡获得护卫者都成了僭主”的论述同样被推翻了。 “在大多数情况下且经常”——也就是说,如果我们像对手所说的那样见到了许多人,即见到了获得护卫且成了僭主的人,或者生育过的妇女中大多数是苍白的,且我们更为经常地见到事情如此,因而[得出推论]“这个妇人既然是苍白的,也生育过了”,那么就必须反驳对手说眼前的情况是不同的,即:“你所说生育过的这个妇人身上的苍白,并不类似于生育过的妇女所具有的苍白。”或者说:“它们固然相似,但有微小的差别。” 通过指出确证缺乏推论来化解确证是不可能的;因为确证并不是缺乏推论的。剩下的仅仅是指出[前提]存在;例如若我指出在有灰烬的地方曾有火,剩下的就是指出灰烬也是在这里产生的;因为风很可能将它从别处吹到了这里,而如果这一点被指明,它就完全保持未被化解。 但如果这也是明白的,即灰烬曾在这里且它是确证,这便是明白的论证且不可化解。 但审判官如果看到似真之事被化解且有人对其提出异议,便认为它甚至不再是似真的(就仿佛似真之事不是可化解的且大多如此的),于是他要么说这不是似真的,要么说不该由他来裁判,即“对此作出裁判并不属于我的职责”;他说这话是在进行谬误推理并且受了蒙蔽。 “但也应当依据似真之事、即大多如此之事[作出裁判]”。因为“以最善的判断裁判”,指的正是:不总是依据既定法律裁判,也不仅仅拘泥于法律,而是各种问题应当通过裁判者的考察、判断与裁量来化解。
- 2.0.25κἂν ᾖ ὑπάρχοντα
亚里士多德正文(1403a2–3)的引文标目。对于让步条件从句 κἂν ᾖ ὑπάρχοντα(“即使前提是实际存在的”),注释者补充了解释 ἤτοι ὅτι οὐ συνελογίσω(“即因为你没有构成有效推论”),指出其逻辑推论在形式上的无效(如第二格中的两个肯定前提)。
- 2.0.25λοιπὸν καὶ ἥδε ἡ γυνὴ ὠχρὰ οὖσα τέτοκε, μαχητέον πρὸς τὸν ἀντίδικον
对手论证的结论部分(λοιπὸν... τέτοκε,“因此这个妇人既然是苍白的,也生育过了”)作为引述内容前置,其后接动词性形容词 μαχητέον(“必须反驳/交战”),构成无人称主句。
- 2.0.25ὥσπερ εἰ μὴ ἦν τὸ εἰκὸς λύσιμον καὶ ὡς ἐπὶ τὸ πολύ
由 ὥσπερ εἰ 引导、搭配未完成过去时直陈式(ἦν)的非真实条件比较结构:“就仿佛似真之事不是可化解的且大多如此的”。否定词 μή 同时否定 λύσιμον 与 ὡς ἐπὶ τὸ πολύ。
- 2.0.25τὸ γὰρ γνώμῃ τῇ ἀρίστῃ κρίνειν τοῦτό ἐστι τὸ μὴ ἀεὶ κρίνειν
定义性句式:主语为带定冠词不定式短语 τὸ ... κρίνειν(“以最善的判断裁判”),述部由指示代词 τοῦτο 及其后的带冠词不定式短语 τὸ μὴ ἀεὶ κρίνειν ... ἀλλὰ ... λύεσθαι 展开解释。
