← 佚名

亚里士多德《修辞学》佚名评注

§153.25-155.11

通过对立推论与异议反驳修辞推论

本节基于亚里士多德《修辞术》卷二第25章,讨论通过对立推论与异议来破解修辞推论的方法。阐释了似真、确证(必然的迹象)与一般迹象之间的逻辑差异,并说明了辩护方何以能借由提出“并非必然”这一反驳而在论辩中占据优势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.25#1

25. Τὸ μὲν ἀντισυλλογίσασθαι καὶ προκομίσαι ἕτερον συλλογισμὸν ἀναιρετικὸν τοῦ συλλογισμοῦ τοῦ ῥηθέντος παρὰ τοῦ προσδιαλεγομένου αὐτῷ δυνατόν· ἐνδέχεται γὰρ ἀπὸ τοῦ αὐτοῦ τόπου ἐπιχειρῆσαι τὸν ἐνιστάμενον, ἀφ’ οὗ καὶ ὁ προσδιαλεγόμενος ἐπεχείρησε· καὶ γὰρ ἀπὸ τοῦ ἴσου καὶ ἀμφότεροι θέλουσιν ἐπιχειρῆσαι ἢ ἀπὸ τοῦ μείζονος ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον ἡ ἀνδρία ἐστὶ καλὸν διὰ τὰ γέρα καὶ τὰ κλέα καὶ ἡ ἀνδρία ἐστὶ κακὸν διὰ τὰ τραύματα· εἰ γοῦν συλλογίσεται ἐκεῖνος, ὅτι ἀγαθὸν ἡ ἀνδρία, χρησάμενος τῇ τιμῇ, ὁ ἐνιστάμενος ἀντισυλλογίσεται, ὡς κακὸν ἡ ἀνδρία, λαβὼν τὰ τραύματα μέσον ὅρον. [a 34] μᾶλλον δὲ ἐναντία ἀλλήλοις εἰσὶ δοκοῦντα ἤτοι ἔνδοξα, οἷον τὸ δοξάζειν τὴν ἀνδρίαν καὶ ἀγαθὸν καὶ κακὸν ἐναντία εἰσὶν ἀλλήλοις· εἰσὶ δὲ καὶ ἄμφω ἔνδοξα. ἀπ’ αὐτοῦ μὲν τοῦ πράγματος ἐνίσταταί τις, οἷον εἴ τις εἴπῃ, ὅτι σπουδαῖον ὁ ἔρως, διχῶς ἐνσταίη ὁ ἐνιστάμενος· [b 1] ἢ γὰρ καθ’ ὅλου, ὅτι οὐδεὶς ἔρως ἀγαθόν, διότι ὁ ἐρῶν ἐρᾷ ἐνδεὴς ὢν καὶ ἐλλειπόμενος ἐκείνου, οὗ ἐρᾷ, πᾶσα δὲ ἔνδεια πονηρόν, ἔνδεια δὲ καὶ ὁ ἔρως, καὶ λοιπὸν ἄρα φαῦλόν ἐστιν· ἢ μερικῶς ἐνσταίη· οὐ πάντες 〈οἱ ἐρῶντές〉 εἰσὶ σπουδαῖοι· εἰσὶ γὰρ καί τινες τῶν ἐρώντων πονηροὶ καὶ φαῦλοι. [b 6] ἀλλ’ οὐδὲ ὁ μοχθηρὸς πάντας τοὺς φίλους κακῶς ποιεῖ. [b 11] ἔνστασις· οὔκουν ὁ Πιττακὸς ᾤετο δεῖν συγγνωμονεῖν τοῖς μεθύουσι· καὶ γὰρ ὁ Πιττακὸς ἐνομοθέτησε μειζόνως κολάζεσθαι τὸν μεθύοντα, εἴ γε ἁμαρτήσει τὰ αὐτὰ τοῖς οὐ μεθύουσι, διότι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο τοῦ κακοῦ· εἰ μὴ γὰρ ἐμέθυσεν, οὐκ ἂν ἐποίησε τόδε τὸ κακόν. [b 14] τὰ μὲν ἐνθυμήματα τὰ συναχθέντα ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ὄντων ἢ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ δοκούντων εἰσὶν ἐκ τῶν εἰκότων ἐνθυμήματα. ἐὰν δὲ γίνηται τὸ ἐνθύμημα δι’ ἐπαγωγῆς ἤτοι ἀπὸ τοῦ ἐπαγαγεῖν τὸ ὅμοιον, καὶ τοῦτο τὸ ἐπαγόμενον ὅμοιον ἢ ἓν ὅμοιον ὀφείλει εἶναι ἢ πολλὰ διὰ παραδείγματος· οἷον ‘οὐ δεῖ τῷ Πεισιστράτῳ δοῦναι φυλακήν’. [b 17] εἶτα μεταξὺ λέγει καὶ τὴν φύσιν τοῦ καθ’ ὅλου καί φησιν, ὅτι ἐπαγωγή ἐστιν, ὅταν τις λαβὼν τὸ καθ’ ὅλου συλλογίσηται καὶ ἀποδείξῃ αὐτὸ ἐκ τῶν κατὰ μέρος. τὰ δὲ ἐνθυμήματα τὰ διὰ τοῦ ἀναγκαίου, εἰ καὶ τὸ ἀναγκαῖόν ἐστι καὶ ὄν, λέγονται τεκμήρια· οἷον ἀναγκαῖον ἔστι τὴν γάλα ἔχουσαν τεκεῖν, ἔστι τοῦτο καὶ ὄν. τὰ δὲ ἐνθυμήματα, ἃ γίνονται ἐκ τοῦ καθ’ ὅλου ἤτοι ἐκ τοῦ λαβεῖν πολλὰ (καὶ γὰρ καὶ τὸ καθ’ ὅλου πλῆθος σημαίνει) ἢ ἐκ τοῦ λαβεῖν ἓν μερικόν, ἐάν τε ὄν, ἤτοι εἴτε καταφατικὸν συναχθῇ, εἴτε μὴ ὄν, ἤτοι εἴτε ἀποφατικόν,1 σημεῖον λέγεται. [b 21] εἰκὸς δέ ἐστιν οὐ τὸ ἀεὶ οὕτως ἔχον ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ. [a 17] ἐκ τοῦ Τισίου ἐλήφθη καὶ τὸ ‘κακοῦ Κόρακος κακὸν ᾠόν’. [b 24] πρὸς γὰρ τὸν λέγοντα ‘εἰκὸς τόδε γενέσθαι’ οὐκ ἐνίσταται λέγων ‘οὐκ εἰκός’ ἀλλ’ ὅτι ‘οὐκ ἀναγκαῖον’. ὃ δὲ οὐκ ἔστιν ἀναγκαῖον, τοῦτο οὐκ ἔστι μὴ εἰκὸς ἀλλ’ εἰκός·2 τὸ γὰρ οὐκ ἀναγκαῖον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ εἰκότος ἀλλὰ τὸ οὐκ εἰκός. [b 25] διὸ καὶ ὁ ἀπολογούμενος μᾶλλον πλεονεκτεῖ ἤτοι εὐπορίαν ἔχει ἐπιχειρημάτων, καθ’ ὃ ἐπιχειρεῖ διττῶς· ἢ γὰρ οὐκ εἰκὸς λέγει ἀναιρῶν τὸ εἰκός, ὅπερ ἐστὶ καὶ κυρία λύσις αὐτοῦ, ἢ οὐκ ἀναγκαῖον, ὅπερ ἐστὶ φαινομένη λύσις· τὸ γὰρ οὐκ ἀναγκαῖον οὐκ ἀναιρεῖ τὸ εἰκός. [b 26] ὁ μὲν κατηγορῶν διὰ τῶν εἰκότων ἀποδείκνυσι λέγων ‘εἰκός ἐστι τόδε γενέσθαι’. ἔστι δὲ αὐτὸ τὸ εἰκὸς λῦσαι ἢ ἐν τῷ εἰπεῖν ‘οὐκ εἰκός’ ἢ ὅτι ‘οὐκ ἀναγκαῖον’. ἀεὶ γὰρ ἔχει ἔνστασιν ἤτοι ἀεὶ γὰρ δύναταί τις φέρειν ἔνστασιν πρὸς τὸ ὡς ἐπὶ τὸ πολὺ γινόμενον· οἷον εἰ λέγει τις ‘πᾶς ἄνθρωπος πενταδάκτυλος’, κομίσω τινὰ τετραδάκτυλον ἐνιστάμενος. πρὸς δὲ τὸ ἀναγκαῖον ἅτε ἀεὶ οὕτως ἔχον οὐ δύναταί τις ἐνστῆναι· εἰ γὰρ πρὸς τὸ εἰκὸς οὐκ ἦν δυνατὸν ἐνστῆναι, λοιπὸν ὡς ἐπὶ τὸ πολὺ καὶ εἰκὸς οὐκ ἔστιν ἀλλ’ ἀναγκαῖον· τὸ γὰρ ὡς ἐπὶ πολὺ εἰκὸς πέφυκεν ἔχειν ἔνστασιν.

25. 进行对立推论并提出另一个能够推翻对话者所言推论的推论是可能的;因为提出异议者可以从对话者展开论证的同一个论题出发进行论证;因为双方都希望从相等者、或者从更大者、或者从相反者出发进行论证,例如勇敢因奖赏与声名而为善,勇敢因创伤而为恶;如果对方运用荣誉推论出勇敢为善,提出异议者就会以创伤作为中项,进行对立推论,主张勇敢为恶。 倒不如说,彼此相反的是意见即公认的事物(普遍观念),例如认为勇敢既为善又为恶的看法彼此相反;而这两者都是公认的。有人从事情本身提出异议,例如若有人说“爱欲是高尚美好的”,提出异议者可以从两方面提出异议: 或者全称地,“任何爱欲都不是善,因为爱者是在匮乏且缺失所爱之物的情况下去爱的,而一切匮乏都是恶劣的,爱欲也是匮乏,因此剩下[的结论]便是它是低劣之物”;或者特称地提出异议:“并非所有的[爱者]都是高尚美好的;因为在爱者中也有些人是邪恶且低劣的。” “但也并非恶棍对待所有朋友都恶劣。” 异议:“皮塔科斯无论如何都不认为应当宽恕醉酒者”;因为皮塔科斯立法规定,醉酒者若犯下与不醉酒者同样的过错,应当受到更重的惩罚,因为他自己成为了自己之恶的原因;因为他若不醉酒,便不会犯下这桩恶行。 从大多如此存在的事物或大多如此被认为的事物中推导出的修辞推论,是来自似真的修辞推论。如果修辞推论是通过归纳、即通过引入相似者而产生的,那么这个被引入的相似者应当要么是一个相似者,要么是通过例证得出的多个相似者;例如“不应当给庇西特拉图配备护卫”。 接着在两段之间他也谈到了全称的本性,并说:归纳就是当有人取定全称,由各个别事物推论并证明它。而通过必然者建立的修辞推论,即使必然者也是真实存在的,则被称为确证;例如,有乳汁者必然生育过,这也是真实存在的事。至于从全称、即从选取多数(因为全称也指多数)或者从选取一个特称而产生的修辞推论,无论作为存在的事物——即无论是肯定性地推导出——还是作为不存在的事物——即否定性地——都被称为迹象。 似真者并非永远如此者,而是大多如此者。 “恶渡鸦生恶蛋”也是取自提西亚斯。 因为面对说“此事发生是似真的”的人,人们提出异议并非说“并不似真”,而是说“并非必然”。而并非必然之事并不是不似真,而是似真;因为并非必然并不推翻似真,不似真才[推翻似真]。 因此辩护者更占优势,即拥有充足的论据,因为他可以从两方面进行论证:因为他要么说并不似真,从而推翻似真(这正是对它的本然破解),要么说并非必然(这是表面的破解);因为并非必然并不推翻似真。 指控者通过似真之事进行证明,说“此事发生是似真的”。但化解这一似真本身,要么在于说“并不似真”,要么在于说“并非必然”。因为对于大多如此发生之事,总是可以提出异议,即人们总是能够提出异议;例如若有人说“每个人都有五根手指”,我将带来一个四指的人提出异议。但对于必然者,由于它永远如此,无人能够提出异议;因为如果对似真者不可能提出异议,剩下的就不是大多如此和似真者,而是必然者;因为大多如此的似真者在天性上就是要招致异议的。

语法注2 条
  1. 2.0.25ἐάν τε ὄν, ἤτοι εἴτε καταφατικὸν συναχθῇ, εἴτε μὴ ὄν, ἤτοι εἴτε ἀποφατικόν

    条件从句 ἐάν τε ὄν ... εἴτε μὴ ὄν 被注解者用 ἤτοι εἴτε καταφατικὸν συναχθῇ, εἴτε μὴ ὄν, ἤτοι εἴτε ἀποφατικόν 进行了阐发。注解者在句法上将亚里士多德所谓的“作为存在或作为不存在”理解为推论结论是肯定式的(καταφατικόν)还是否定式的(ἀποφατικόν)。

  2. 2.0.25ὃ δὲ οὐκ ἔστιν ἀναγκαῖον, τοῦτο οὐκ ἔστι μὴ εἰκὸς ἀλλ’ εἰκός

    关系从句 ὃ δὲ οὐκ ἔστιν ἀναγκαῖον 作指示代词 τοῦτο 的先行成分,构成主语。表语部分为 οὐκ ἔστι μὴ εἰκὸς ἀλλ’ εἰκός(“并不是不似真,而是似真”),否定词 οὐκ 否定的是整个短语 μὴ εἰκός。随后的解释句 τὸ γὰρ οὐκ ἀναγκαῖον οὐκ ἔστιν ἀναιρετικὸν τοῦ εἰκότος ἀλλὰ τὸ οὐκ εἰκός 中,在 ἀλλὰ τὸ οὐκ εἰκός 之后省略了谓语 ἀναιρετικόν ἐστι τοῦ εἰκότος,需要从前半句予以补充以显明对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:153.25-155.11