← 佚名

亚里士多德《修辞学》佚名评注

§152.10-153.24

混淆无条件与有限定所产生的表面推论

注疏者对亚里士多德《修辞术》第2卷第24章(1402a3–28)中的表面修辞推论进行阐述,结合辩证法、阿伽通的诗句、科拉克斯的修辞技艺以及普罗泰戈拉“使较弱的论辩变得更强”的主张,剖析因混淆“无条件地”与“在某种限定下”而产生的谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.24#4

ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι μείζων τῷ αἰτίῳ ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν ‘τὸ δὲ αἴτιον φύσει’ πρότασιν ἔπειτα τὸ ‘μεῖζον τῇ φύσει’ συνάγουσιν,1 οὐκ οἶδα, πότερον ἑαυτοὺς παραλογίζονται ἢ τούς, πρὸς οὓς ὁ λόγος. ἀλλ’ οἶμαι παρὰ τὸ πῇ καὶ ἁπλῶς οὗτος ὁ παραλογισμός, ὡς τοῖς περὶ ταῦτα τεχνολόγοις σύνηθες. [a 4] ἐν μὲν τοῖς διαλεκτικοῖς· χρώμεθα γὰρ καὶ ἐν ταῖς διαλέξεσι σοφίσμασιν, οἷον συνάγουσι συμπέρασμα, ὅτι τὸ μὴ ὂν ὄν ἐστι, καὶ συνάγουσι τοῦτο οὕτως ‘ὁ τραγέλαφος δοξαστόν ἐστιν, ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν ἄρα ὄν ἐστιν’· καταλιμπάνεται γὰρ τὸ δοξαστόν· ὥστε τὸ μὴ ὂν πῄ2 ὄν ἐστιν ἤτοι δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι μὴ ὄν ἐστιν ἤτοι οὐκ ἔστιν· ὥστε τὸ μὴ ὂν πῃ ὄν ἐστιν ἤτοι ὡς δοξαστόν. καὶ πάλιν συνάγουσιν, ὅτι τὸ ἄγνωστον ἐπιστητόν ἐστιν· τὸ γοῦν ἄγνωστόν ἐστιν ἐπιστητὸν οὐχ ἁπλῶς ἀλλὰ πῄ· ἐπιστητὸν γάρ ἐστιν οὐχ ὡς γνωστὸν ἀλλ’ ὡς ἄγνωστον. [a 7] καὶ ἐν τοῖς ῥητορικοῖς ἐνθύμημα φαινόμενον γίνεται παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκὸς ἤτοι πῂ εἰκός· ἔστι δὲ τοῦτο τὸ πῂ εἰκὸς οὐ καθ’ ὅλου· ὥσπερ καὶ ὁ Ἀγάθων λέγει ‘εἰκὸς πολλὰ οὐκ εἰκότα ἐν βροτοῖσι γίνεσθαι’· γίνεται γάρ τι καὶ παρὰ τὸ εἰκὸς ἐν βροτοῖς. [a 13] εἰ δὲ τοῦτο, ἤτοι εἰ δὲ εἰκὸς τὸ μὴ εἰκὸς γίνεσθαι, λοιπὸν τὸ μὴ εἰκός ἐστιν εἰκός, πλὴν οὐχ ἁπλῶς ἔσται εἰκὸς ἀλλὰ πῂ εἰκός ἤτοι ὡς γινόμενον· καὶ εἰκὸς γὰρ γίνεσθαι τὸ μὴ εἰκὸς ἐν τοῖς βροτοῖς, οὐ μὴν τὸ μὴ εἰκός ἐστιν ἁπλῶς εἰκός. [a 15] καὶ ἐνταῦθα οὖν γίνεται ὁ παραλογισμὸς καὶ ἡ ἀπάτη παρὰ τὸ λαμβάνειν τὸ εἰκὸς οὐχὶ ἁπλῶς, ἀλλ’ ὡς πὴ εἰκὸς ἤτοι ὡς γίνεσθαι τὰ μὴ εἰκότα, ὥσπερ καὶ ἐν τοῖς σοφιστικοῖς μὴ προστεθὲν τὸ πῄ καὶ τὸ πρός τι ποιεῖ τὴν συκοφαντίαν καὶ τὴν ἀπάτην· τὸ γὰρ εἰκὸς οὐχ ἁπλῶς μὴ εἰκὸς ἀλλὰ μετὰ τοῦ γίνεσθαι·3 οἷον εἰκὸς γίνεσθαι τὸ μὴ εἰκός. ὁ Τισίας μαθητὴς τοῦ Κόρακος, ἐξ οὗ καὶ τὸ ‘ᾠὸν κακὸν κακοῦ Κόρακος’. [a 17] ἐκ τοῦ τόπου τούτου οὖν παρὰ τὸ πῂ καὶ ἁπλῶς καὶ ἡ τοῦ Κόρακος τέχνη ἐπιχειρεῖ· ἐάν τε γὰρ ἀσθενής τις ᾖ καὶ ἀνίσχυρος, οὐκ ἔστιν ἔνοχος τοιαύτῃ κατηγορίᾳ, ὅτι τὸν δεῖνα ἔτυψε· πῶς γὰρ ἀσθενὴς ὢν ἠδυνήθη τοῦτο ποιῆσαι; καὶ ἔστιν εἰπεῖν καὶ ἐπ’ αὐτοῦ κατηγορουμένου αἰκίας τὸ εἰκὸς οἷον ‘εἰκὸς μὴ αἰκίσαι’· κἂν εὐσθενής τις ᾖ καὶ ἰσχυρὸς καὶ διὰ τοῦτο ἔνοχος τῇ τοιαύτῃ κατηγορίᾳ, εἰ φεύγει καὶ οὗτος αἰκίας, ἔστι καὶ ἐπ’ αὐτοῦ χρήσασθαι τῷ εἰκότι οἷον ‘εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ ὡς αἰκίσας’· οὐ γὰρ εἰκὸς αἰκίσαι τὸν δεῖνα, ὅτι ἔμελλεν εἰκὸς δόξαι ὡς αἰκίσας. εἴτε γοῦν ἔνοχός ἐστι τῇ αἰτίᾳ ταύτῃ ἤτοι τῷ αἰκίσαι ὡς εὐσθενὴς εἴτε μὴ ἔνοχος ὡς ἀσθενής, ἀλλ’ οὖν ἐπ’ ἀμφοτέρων, καὶ τοῦ εὐσθενοῦς καὶ τοῦ μὴ εὐσθενοῦς, ἔστι χρήσασθαι τῷ εἰκότι· πλήν, εἰ καὶ ἐπ’ ἀμφοτέρων ἔστι χρήσασθαι τῷ εἰκότι, ἀλλ’ οὖν διαφέρει κατὰ τοῦτο, ὅτι τὸ μὲν ἤτοι ἐπὶ τοῦ ἀσθενοῦς τοῦ κατηγορουμένου αἰκίας χρώμεθα τῷ εἰκότι, οὐχ ἁπλῶς ἀλλὰ πῄ, οἷον ‘εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ δόξῃ ὡς αἰκίσας’. [a 23] καὶ τοῦτό ἐστι τὸ ποιεῖν τὸν ἥττω λόγον μείζω τὸ χρᾶσθαι τῷ εἰκότι πῃ· εἰ γὰρ καὶ ὁ κατηγορῶν τοῦ εὐσθενοῦς αἰκίας τὴν μείζονα μοῖραν ἔχει, ὁ δὲ ἀπολογούμενος τὴν ἥττω, ἀλλ’ εἰ ὁ ἀπολογούμενος χρήσεται τῷ πῃ εἰκότι, μεῖζον ἰσχύσει καὶ πλέον λέγων εἰκὸς μὴ αἰκίσαι, ἵνα μὴ φωραθῇ· ὅθεν καὶ ὁ Πρωταγόρας ἐπηγγέλλετο ποιῆσαι τὸν ἥττονα λόγον μείζονα. [a 26] ἀλλὰ φαινόμενόν ἐστιν ἀληθὲς καὶ εἰκός, ὃ ὑπισχνεῖτο ὁ Πρωταγόρας· οὐδεμία γὰρ ἄλλη τέχνη ἀλλ’ ἢ ἡ ῥητορικὴ καὶ ἡ ἐριστικὴ δύναται πιθανολογεῖν καὶ τὸ ψεῦδος ποιεῖν ἀληθές.

但当我们说父在原因上大于子时,如果他们附加上“原因由于本性”这一前提,进而得出“在本性上更大”的结论,我不知道他们是在误导自己,还是在误导与他们对话的人。但我认为,这种谬误推理是由于“在某种限定下”与“无条件地”造成的,正如关于这些问题的专门著作家们所惯常的那样。 “在辩证法中”;因为我们在论辩中也使用诡辩;例如,他们推导出“非存在是存在”的结论,并且是这样推导的:“羊鹿是意见的对象;羊鹿是非存在;因此非存在是存在”;因为“意见的对象”被略去了;所以非存在是在某种限定下作为存在,即是意见的对象,并不是因为它存在,而是因为它是非存在,即并不存在;所以非存在是在某种限定下作为存在,即作为意见的对象。他们又推导出不可知者是可知者;不可知者固然不是无条件地、而是在某种限定下是可知者;因为它是作为不可知者、而不是作为已知者而成为可知者的。 “在修辞术中”,表面的修辞推论由于并非无条件地似真、而是某种似真即在某种限定下的似真而产生;而这种在某种限定下的似真并非普遍的;正如阿伽通所说:“许多不合情理之事在凡人中发生,乃是合乎情理的”;因为在凡人中也会发生与似真相反的事。 如果是这样,即如果不合情理之事发生乃是合乎情理的,那么剩下的推论就是不合情理之事乃是合乎情理的,只是并非无条件地合乎情理,而是在某种限定下合乎情理,即作为发生的事情[合乎情理];因为在凡人中不合情理之事发生固然是合乎情理的,但并不等于不合情理之事就是无条件地合乎情理的。 因此在此处,谬误推理和欺骗也是由于并非无条件地、而是作为某种限定下的似真即不合情理之事发生而接受似真所致;正如在智者反驳中未加上“在某种限定下”和“关系概念”会导致诬陷和欺骗一样;因为此似真并非无条件地是不合情理之事,而是伴随着“发生”;例如,不合情理之事发生是似真的。提西亚斯是科拉克斯的学生,由此也有“恶渡鸦(科拉克斯)生恶蛋”的说法。 因此,从这个由于“在某种限定下”和“无条件地”而来的论题出发,科拉克斯的技艺也构建了论证;因为如果某人虚弱无力,他便不承担打伤了某人的这种指控之罪责;因为他既然虚弱,又怎能做成此事呢?对于被控暴行罪的他,也可以说出似真之论,例如“没有施暴是似真的”;而即使某人健壮有力,并因此承担这种指控之罪责,如果他也因暴行罪受审,对于他也可以运用似真之论,例如“为了不至于被作为施暴者查获而没有施暴是似真的”;因为他既然必然看起来似真是施暴者,殴打了某人就不是似真的。因此,无论他是作为健壮者承担施暴之罪责,还是作为虚弱者不承担罪责,总之对于健壮者和非健壮者这两者,都可以运用似真之论;不过,即使对于两者都可以运用似真之论,但其差别在于:在一种情况下,即对于被控暴行罪的虚弱者,我们运用似真并非无条件地、而是在某种限定下,例如“为了不至于被看作施暴者而没有施暴是似真的”。 而“使较弱的论辩变得更强”,正是运用在某种限定下的似真;因为即使就暴行罪指控健壮者的一方占有较大优势,而辩护的一方处于劣势,但如果辩护的一方运用在某种限定下的似真,说为了不至于被查获而没有施暴是似真的,他就会发挥更大且更有优势的力量;由此普罗泰戈拉也曾夸口能使较弱的论辩变得更强。 然而普罗泰戈拉所许诺的乃是表面的真实和似真;因为除了修辞术和争辩术,没有任何其他技艺能够巧言善辩并使虚妄变为真实。

语法注3 条
  1. 2.0.24ἐὰν δὲ λεγόντων ἡμῶν, ὅτι μείζων τῷ αἰτίῳ ὁ πατὴρ τοῦ υἱοῦ, προσλαβόντες τὴν ‘τὸ δὲ αἴτιον φύσει’ πρότασιν ἔπειτα τὸ ‘μεῖζον τῇ φύσει’ συνάγουσιν

    在由 ἐάν 引导的条件从句内部,嵌入了带有 ὅτι 从句的属格独立结构 λεγόντων ἡμῶν;分词 προσλαβόντες 则与省略的主语一致,修饰主要动词 συνάγουσιν。主句始于 οὐκ οἶδα πότερον...。

  2. 2.0.24ὅτι τὸ μὲν ἤτοι ἐπὶ τοῦ ἀσθενοῦς τοῦ κατηγορουμένου αἰκίας χρώμεθα τῷ εἰκότι, οὐχ ἁπλῶς ἀλλὰ πῄ

    破格句(anacoluthon):前面论及健壮者与虚弱者两方后,以 ὅτι τὸ μέν... 开头针对虚弱者展开,但未在紧接着的句中给出相应的 δέ 从句。或者可以将 τὸ μέν 视作起副词作用的“一方面”。

  3. 2.0.24τὸ γὰρ εἰκὸς οὐχ ἁπλῶς μὴ εἰκὸς ἀλλὰ μετὰ τοῦ γίνεσθαι

    系动词 ἐστί 被省略的判断句。理解为:“该似真并非无条件地是不合情理的,而是伴随着‘发生’[才是合乎情理的]”。μετὰ τοῦ γίνεσθαι 使用带冠词不定词作为介词短语,表示伴随事态发生的特定限定条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:152.10-153.24