- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:150.23-152.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者针对亚里士多德《修辞学》卷二第二十四章中所列举的似是而非的修辞推论论题(包括事态夸大、征兆谬误、假原因、混淆无条件与有条件等),结合具体事例阐明了其论证结构上的缺陷。
[b 2] εἴη δ’ ἂν καὶ παρὰ τὴν ἔλλειψιν· οὐ γὰρ δίκαιον, παρὰ τίνος κεῖται κτείνεσθαι τὴν μητέρα.1 εὗρον δὲ σχόλιον εἰς τὸ [a 34] κατέλυσε τριάκοντα τυράννους τοιοῦτον· κατέλυσε τύραννον, καὶ τύραννον καὶ γυναῖκα· συντίθησι γοῦν καὶ ποιεῖ τρία· εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα, εἶτα τύραννον καὶ γυναῖκα καὶ θυγατέρα καὶ υἱόν. [b 3] ἄλλος δὲ τόπος τὸ ἐν δεινώσει κατασκευάζειν· τὸ δὲ δεινώσει κατασκευάζειν τοῦτό ἐστιν, ὅταν ὁ κατηγορῶν μὴ δείξας, ὅτι ἐποίησεν ὅδε τὸν φόνον, ἤτοι ὅταν πρὸ τοῦ δεῖξαι, ὅτι ὅδε ἐφόνευσεν, αὐξήσῃ τὸ πρᾶγμα ὡς μέγα, ‘δεινὸν τὸ παρὰ τοῦδε πραχθέν’· δοκεῖ γάρ, ὡς οὐκ ἂν ἄλλως πρὸς αὔξησιν ἐχώρησε τοῦ πράγματος, εἰ μὴ ἔδειξεν ὁμολογουμένως τόνδε φονεύσαντα· [b 6] ὅταν γὰρ ὁ τὴν αἰτίαν ἔχων ἤτοι ὁ κατηγορούμενος καὶ ἀπολογούμενος αὔξῃ, ὡς δεινὸν ἢ ἡ συκοφαντία ἢ ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι οὐκ ἐποίησε φόνον. ὁμοίως δὲ πάλιν καὶ ὁ κατηγορῶν, ἐὰν ὀργίζηται καὶ αὔξῃ, ὡς δεινὸν ὁ φόνος, δοκεῖ προαποδεῖξαι, ὅτι πεποίηκεν ὁ φεύγων τὸν φόνον, καὶ ταῦτα μὴ δείξας τοῦτο αὐτό· ὁ γὰρ ἀκροατὴς παραλογίζεται καὶ ἀπατᾶται καὶ οἴεται τὸν κατηγοροῦντα ἀποδεῖξαι, ὅτι ἐποίησεν ὁ φεύγων τὸν φόνον, ἐν τῷ ἀκούειν αὐτοῦ χωροῦντος πρὸς αὔξην τοῦ πράγματος· μετὰ γὰρ τὰς ἀποδείξεις αἱ αὐξήσεις. [b 9] ἀσυλλόγιστον ἐστι καὶ τὸ ἐκ σημείου ἐνθύμημα, διότι ἐν δευτέρῳ σχήματι ἀπὸ δύο καταφατικῶν συλλογίζεται ἢ ἐν τρίτῳ σχήματι. ὁ Ἁρμόδιος καὶ Ἀριστογείτων ἀλλήλων ἤρων. [b 12] ἀσυλλόγιστον λέγει τὸν συλλογισμὸν τὸν τοῦ Διονυσίου διὰ τὸ ψευδῆ εἶναι τὴν μείζονα πρότασιν· οὐ γὰρ πᾶς πονηρὸς κλέπτης. [b 16] διατραγόντες τὰς νευράς. Πολέμων ἱστορεῖ τοὺς ἀμφὶ Τρῳάδα κατοικοῦντας ἀπὸ χρησμῶν τινων τοὺς ἐπιχωρίους μῦς σέβεσθαι διὰ τὸ τὰς νευρὰς τῶν τόξων τῶν πολεμίων φαγεῖν, πρὸς δὲ καὶ τοὺς ὀχεῖς τῶν ἀσπίδων ἤτοι τοὺς λώρους. ἐμήνισεν ὁ Ἀχιλλεὺς διὰ τὸ μὴ κληθῆναι παρὰ τοῦ Ἀγαμέμνονος τοὺς ἀρίστους καλέσαντος. [b 21] οὐ γὰρ ἐὰν οἱ μεγαλόψυχοι ὑπερορῶσιν, ἤδη καὶ πᾶς ὑπερορῶν εἴη ἂν μεγαλόψυχος· πολλάκις γάρ τινες διὰ λύπην ἢ ὀργὴν ἢ μανίαν φεύγουσι τὴν μετ’ ἀνθρώπων διατριβήν. [b 25] οὐδὲ εἰ οἱ πτωχοὶ ᾄδουσι καὶ ὀρχοῦνται ἐν ταῖς ἑορταῖς, ἤδη καὶ πάντες οἱ ᾄδοντες ἐν ταῖς ἑορταῖς καὶ ὀρχούμενοι πτωχοί εἰσιν, ἐπεὶ καὶ οἱ πλούσιοι καὶ οἱ χορηγοὶ τῆς ἑορτῆς ᾄδουσι καὶ ὀρχοῦνται· οὐδὲ γάρ, εἰ τοῖς εὐδαίμοσιν ὑπάρχει ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα ἂν ἐθέλωσιν, ἤδη καὶ οἷς ἂν ὑπάρχῃ ταῦτα ἤτοι τὸ οἰκεῖν, ἔνθα θέλουσιν, εἰσὶν εὐδαίμονες· ἔχουσι γὰρ ταῦτα καὶ οἱ φυγάδες. [b 28] διαφέρει δέ, ὅτι οἱ μὲν φυγάδες οἰκοῦσιν, ἔνθα βούλονται, διὰ τὸ κωλύεσθαι ἀπὸ τῆς πατρίδος ἤτοι ἄκοντες, οἱ δὲ εὐδαίμονες οἰκοῦσιν ἑκόντες, ἔνθα βούλονται. [b 30] οἷον εἴ τις αἰτιᾶται τὸ διότι ἀπέβη ὕστερον, καὶ ταῦτα ὄντος ἐκείνου τοῦ αἰτίου·2 [b 32] οἷον ὁ Δημάδης ἔλεγε τὴν τοῦ Δημοσθένους πολιτείαν αἰτίαν πάντων τῶν κακῶν· καὶ μήν, εἰ τοῦ Δημοσθένους ἤκουον καὶ ἀφώρων πρὸς τὴν πολιτείαν ἐκείνου, οὐδὲν ἂν κακὸν συνέβη τῇ πόλει, ἀλλὰ πᾶν εἴ τι ἀγαθόν.3 [b 36] οὐ γὰρ ἀεὶ ἦν ἡ αἵρεσις αὕτη τῆς Ἑλένης, ἀλλὰ τὸ πρῶτον, ὅτε ἔμελλεν ἄνδρα λαβεῖν· καὶ γὰρ καὶ ὁ πατὴρ μέχρι τούτου ἦν κύριος τῆς Ἑλένης, μέχρις οὗ ἄνδρα ἔλαβεν· ὥστε οὐχ ἁπλῶς ἀλλὰ ποτὲ ἐδόθη αὕτη ἡ αἵρεσις τῇ Ἑλένῃ. [1402 a 2] οὐ γὰρ ἁπλῶς ἐστιν ὕβρις τὸ τύπτειν τοὺς ἐλευθέρους· εἰ γὰρ τυφθῶ παρά του ἐλευθέρου καὶ ἀντιτύψω κἀγὼ τοῦτον, τοῦτο ὕβρις οὐκ ἔστιν· ἀλλὰ πῄ, ἤτοι ὅταν μηδὲν παθὼν κακὸν παρὰ τοῦ ἐλευθέρου ἄρξωμαι χειρῶν ἀδίκων ἤτοι τύψω τὸν ἐλεύθερον· τότε γάρ ἐστιν ὕβρις. τοιοῦτόν ἐστι καὶ παρὰ τῷ Θεολόγῳ.
又,这也可能是由于省略;因为并没有规定母亲由谁来杀是正当的。我关于“推翻了三十个僭主”找到了这样一条古注:他推翻了一个僭主,又推翻了一个僭主和其妻子;于是他结合起来算作三个;接着是一个僭主、妻子和女儿;然后是一个僭主、妻子、女儿和儿子。 另一个论题是通过事态夸大来确立论点。通过事态夸大来确立论点是这样的:当指控者在尚未表明此人犯下谋杀罪时,即在表明此人杀人之前,便把事情夸大为重大的,说“此人所为乃是骇人听闻的”;因为人们觉得,如果他不是公认地表明了此人杀人,他是绝不会进而去夸大事态的。 因为,当承担罪责者即被指控而作辩护的人夸大诬告或谋杀是何等骇人听闻时,他看似已经预先证明了自己并未犯下谋杀罪。同样,指控者如果发怒并夸大谋杀是何等骇人听闻,他也看似已经预先证明了被告犯下了谋杀罪,而且这还是在他并未证明这一事实本身的情况下;因为听众陷入谬误并受欺骗,在听到指控者进而夸大事态时,便以为指控者已经证明了被告犯下谋杀罪;因为夸大乃是随证明之后而来的。 由征兆得出的修辞推论也是不能得出有效结论的,因为它要么是在第二格中由两个肯定命题推论出来的,要么是在第三格中推论出来的。哈尔摩狄奥斯和阿里斯托革顿彼此相爱。 他称狄奥尼修斯的推论为不能得出有效结论的,乃是由于大前提是假的;因为并非每一个恶人都是盗贼。 “咬断了弓弦”。波勒蒙记载说,特洛阿斯一带的居民根据某些神谕崇拜当地的老鼠,因为它们吃掉了敌人的弓弦,此外还有盾牌的把手,即皮带。阿喀琉斯之所以发怒,是因为阿伽门农在邀请最优秀的人士时没有邀请他。 因为并非由于心胸开阔者目空一切,凡目空一切的人就立即也是心胸开阔的;因为常常有人由于悲痛、愤怒或癫狂而逃避与人交往。 也不是由于穷人在节日里唱歌跳舞,凡在节日里唱歌跳舞的人就立即都是穷人,因为富人和节日的歌队赞助者也唱歌跳舞;因为也并非由于幸福者享有这些,即住在他们想住的地方,享有这些即住在他们想住的地方的人就立即是幸福的;因为流亡者也享有这些。 其差别在于:流亡者住在他们想住的地方,是因为被阻隔于祖国之外,即非出于本愿;而幸福者则是自愿住在他们想住的地方。 例如,某人由于某事后来发生而归咎于它,而且这还是在那另一事才是原因的情况下。 例如德玛德斯曾说德摩斯梯尼的政见乃是一切灾祸的原因;然而,如果人们当时听从德摩斯梯尼并着眼于他的政见,城邦就绝不会遭受任何灾祸,反而但凡有什么善事都会全部降临。 因为海伦并非一直享有这种选择权,而是在最初,当她将要择夫之时;因为父亲在此之前一直对海伦拥有主权,直到她嫁为人妇;所以这种选择权并非无条件地、而是在某个特定时候赋予海伦的。 因为殴打自由人并非无条件地就是侮辱;因为如果我被某个自由人殴打,我也反过来打他,这便不是侮辱;而是在某种限定下,即当我在未受自由人任何恶待的情况下挑起不义之手,即殴打自由人时;因为那时才是侮辱。在神学家那里也有类似的情形。
- 2.0.24οὐ γὰρ δίκαιον, παρὰ τίνος κεῖται κτείνεσθαι τὴν μητέρα
间接疑问从句 παρὰ τίνος [...] κτείνεσθαι τὴν μητέρα 作主动词 κεῖται(“被规定/被确立”)的从属成分。句首的 οὐ 否定主动词 κεῖται,而 δίκαιον 属于该疑问从句内部的谓述,结构意为“因为并未规定母亲由谁来杀是正当的”。
- 2.0.24καὶ ταῦτα ὄντος ἐκείνου τοῦ αἰτίου
这是一个让步结构,καὶ ταῦτα 后接属格绝对结构(ὄντος ἐκείνου τοῦ αἰτίου),针对前述分句表达强烈的让步语气(“而且这还是在那另一事才是原因的情况下”)。
- 2.0.24οὐδὲν ἂν κακὸν συνέβη τῇ πόλει, ἀλλὰ πᾶν εἴ τι ἀγαθόν
与事实相反的虚拟条件句(εἰ ἤκουον... ἂν συνέβη)的归结从句。末尾的 πᾶν εἴ τι ἀγαθόν 是习惯性的省略表达(“一切善事,若有的话”),承前补足省略的动词 συνέβη ἂν。
