← 佚名

亚里士多德《修辞学》佚名评注

§149.5-150.23

由同音异义与语词分合导致的谬误

评注者依据亚里士多德《修辞学》第2卷第24章(1401a25–36),阐释了由同音异义、语词的结合与分割以及混淆部分与整体所导致的表面修辞推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.24#2

καὶ ὅτι μόνος τῶν ἄλλων θεῶν ὁ Ἑρμῆς κοινωνικός ἐστιν· Ἑρμῆς γὰρ λέγεται ὁ λόγος· κοινωνοῦμεν γὰρ ἀλλήλοις διὰ τοῦ λόγου. καὶ πάλιν ὅτι ὁ λόγος ἐστὶ σπουδαῖον, δῆλόν ἐστιν ἐκ τοῦ μὴ λέγεσθαι τοὺς ἀγαθοὺς ἄνδρας ἀξίους χρημάτων ἀλλ’ ἀξίους λόγου· τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λόγου ἄξιον λέγεται ἀλλ’ ὡς ἀγαθόν. [a 25] ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ τό, εἴτε διῃρημένως λάβῃς τὸ ‘ἑκατὸν ἀνδρῶν πεντήκοντα λίπε δῖος Ἀχιλλεύς’ εἴτε συνημμένως, καὶ ταῦτα μὴ ὂν ταὐτόν,1 ὁποτέρως σοι χρησιμεύει τοῦτο, οὕτως ληπτέον· εἰ μὲν κατηγορεῖς τινος, διαίρει τὸ ἑκατὸν καὶ λέγε ὅτι ‘ἀδιανόητα λέγεις τὸ καταλειφθῆναι ἀπὸ τῶν πεντήκοντα ἑκατόν’, εἰ δὲ ἀπολογῇ, λέγε ‘ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν ἔφησε καταλειφθῆναι πεντήκοντα’. καὶ πάλιν παρὰ τὴν σύνθεσιν τοῦτο [a 27] ‘ἆρ’ οἶδας τὰς ἐν Πειραιεῖ νῆας;’ ‘οὔ.’ τοῦτο τὸ πρόβλημα. ‘τί δέ; οἶδας, τί ἐστι τριήρης;’ ‘ναί.’ ‘οἶδας δὲ τὸν Πειραιᾶ;’ ‘ναί.’ εἶτα συντίθησιν· ‘οἶδας ἄρα τὰς ἐν Πειραιεῖ νῆας.’ ἡ λύσις· οὐ γάρ, εἰ ἕκαστον οἶδα διῃρημένως, ἀναγκαῖον καὶ ὁμοῦ συντιθέναι καὶ γινώσκειν ταῦτα. [a 28] καὶ πάλιν ‘ἆρ’ οἶδας τόδε τὸ ἔπος τὸ “μῆνιν ἄειδε θεά”;’ ‘οὔ.’ ‘τί δέ; οὐ γινώσκεις τὰ στοιχεῖα, οἷον τὸ μ, τὸ η, τὸ ν, τὸ ι, ἐξ ὧν σύγκειται τόδε τὸ ἔπος;’ ‘ναί.’ ‘οἶδας ἄρα τὸ ἔπος τὸ “μῆνιν ἄειδε θεά”.’ οὐ γάρ, εἰ τὰ στοιχεῖα (τὰ κδʹ δηλονότι γράμματα) γινώσκω, ἐξ ὧν πᾶς λόγος καὶ πᾶν ἔπος σύγκειται, ἀνάγκη καὶ πάντα τὰ ἔπη καὶ πάντα τὰ βιβλία γινώσκειν· οὐ γὰρ τὸ ἔπος ταὐτόν ἐστι τοῖς στοιχείοις, ὡς σὺ φής, κἂν ἐξ αὐτῶν σύγκειται. [a 30] καὶ πάλιν ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, ἤτοι ἐπεὶ νοσώδη εἰσὶ τὰ δύο ἑξάγια ἡ ἐντεριόνη, λοιπὸν οὐδὲ τὸ ἓν ἑξάγιον ἡ ἐντεριόνη ἐστὶν ὑγιεινόν· ἄτοπον γὰρ εἰπεῖν τὸ ἓν εἶναι κακόν, εἰ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἓν εἶναι κακόν, [ἢ τὰ δύο ἀγαθά. τοῦτο δὲ ψεῦδος· συμβαίνει γὰρ τὸ ἓν εἶναι κακόν,] καὶ ταῦτα τῶν δύο ὄντων ἀγαθῶν·2 εἰ γὰρ τὸ βιβλίον μου πωλούμενον, εἰ λάβω δύο νομίσματα, ἀγαθόν ἐστιν, ἐπεὶ καὶ ἄξιον ἐστι δύο νομισμάτων, εἰ δὲ λάβω ἓν νόμισμα, ἐστὶ κακόν, [a 31] οὕτως μὲν οὖν ἐστιν ἐλεγκτικὸν τὸ λέγειν ὅτι, εἰ τὰ δύο ἐστὶν ἀγαθά, καὶ τὸ ἓν ἐστιν ἀγαθόν· ἄτοπον γάρ ἐστι τὸ λέγειν τὸ ἓν εἶναι κακόν, εἰ τὰ δύο εἰσὶν ἀγαθά· ἀνάγκη γὰρ καὶ τὸ ἓν εἶναι ἀγαθόν. οὕτως δέ ἐστιν ἀποδεικτικόν, εἴ τις λέγει ὅτι, εἰ τὰ δύο ἀγαθά εἰσι, λοιπὸν τὸ ἓν κακὸν οὐκ ἔστιν. [a 34] ὁ Πολυκράτης ῥήτωρ ὢν ἔπαινον ἐποίησεν εἰς Θρασύβουλον, ἐν ᾧ ἐδείκνυεν αὐτὸν τριάκοντα ἀποκτεῖναι τυράννους ἐκ τοῦ λέγειν, ὅτι κατὰ τὸν δεῖνα καιρὸν ἀπέκτεινε τύραννον καὶ κατὰ τὸν δεῖνα ἀπέκτεινεν ἕτερον τύραννον καὶ κατὰ τὸν δεῖνα ἕτερον· εἶτα συντιθεὶς συνεπέρανε ‘καὶ λοιπὸν ἄρα τριάκοντα τυράννους ἀπέκτεινε’. τοῦτο δὲ ψεῦδος· οὐ γάρ, ἐὰν ἰδίᾳ τριάκοντα ἀπέκτεινεν, ἤδη ἀληθές ἐστιν εἰπεῖν, ὅτι ὁμοῦ τούτους ἀπέκτεινε. [a 36] καὶ πάλιν ἐκ διαιρέσεως ‘δίκαιόν ἐστιν, εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν, ἀποκτείνειν αὐτήν’3 ἤγουν τὴν Κλυταιμνήστραν, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱόν, ὡς τὸν Ὀρέστην, τιμωρεῖν καὶ βοηθεῖν τῷ πατρί. ταῦτα δὲ καὶ ἐπράχθησαν· καὶ γὰρ καὶ ἡ Κλυταιμνήστρα τὸν ἄνδρα αὑτῆς ἀπέκτεινε καὶ ὁ Ὀρέστης βοηθῶν τῷ πατρὶ τὴν Κλυταιμνήστραν ἀπέκτεινεν. ἰδίᾳ μὲν γὰρ καὶ ἰδίᾳ λεγόμενόν ἐστι δίκαιον· δίκαιον μὲν γάρ ἐστι θνῄσκειν καὶ τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα, καὶ πάλιν δίκαιόν ἐστι τὸν υἱὸν βοηθεῖν τῷ πατρί· οὐκ ἔστι δὲ δίκαιον συντιθέναι καὶ εἰπεῖν, ὡς δίκαιόν ἐστι κτεῖναι τὴν ἀποκτείνουσαν τὸν ἑαυτῆς ἄνδρα καὶ τὸν υἱὸν αὐτῆς τιμωρεῖν τῷ πατρί· οὐ γὰρ δίκαιόν ἐστι τὴν μητέρα κτείνεσθαι παρὰ τοῦ υἱοῦ.

又如,在诸神中唯有赫尔墨斯是合群的;因为言语被称为赫尔墨斯,我们乃是通过言语彼此交往的。再如,言语是尊贵的,从善人不被称为“值金钱”而被称为“值得言语”这一事实便显而易见;因为“值得言语”不仅仅是指字面上的值得言语,而是指作为善的。 因为,“百人之中留下了五十人,神圣的阿喀琉斯”这一诗句,无论你分开来理解还是合起来理解,看似都相同,而且尽管它们并不相同;因此,这在哪一种方式下对你适用,你就应当按哪种方式来采用:如果你是指控某人,就把那“一百”分开并说:“你说从五十人中留下一百人,这是不可理喻的”;而如果你是在辩护,就说:“他说的是从一百人中留下了五十人”。再者,这种由于结合而产生的谬误如下: “你知道比雷埃夫斯的船只吗?”“不知道。”这是论题。“那么怎样?你知道什么是三列桨座战船吗?”“知道。”“那你了解比雷埃夫斯吗?”“了解。”于是他就结合起来:“那么你知道比雷埃夫斯的船只。”解答如下:因为即便我分别地知道每一件事物,也并不必然一并结合起来并且认识它们。 再如:“你知道这句诗‘女神啊,请歌唱愤怒’吗?”“不知道。”“那么怎样?难道你不知道构成这句诗的字母元素,如m、e、n、i吗?”“知道。”“那么你就知道这句诗‘女神啊,请歌唱愤怒’。”因为,即便我知道一切言辞和一切诗句所由构成的元素(即二十四个字母),也并不必然认识所有的诗句和所有的书籍;因为即便诗句由元素构成,它也并不像你所说的那样等同于元素。 再如,既然两倍的分量是有病的,即既然两六分衡的植物髓是有害健康的,那么归根结底一六分衡的植物髓也不是健康的;因为如果两者是善,却说其一为恶,乃是荒谬的。但这是错误的;因为即使两者为善,其一为恶的情况也会发生:例如在卖我的书时,如果我得到两枚钱币是件好事,因为它也值两枚钱币;但如果我得到一枚钱币,就是件坏事。 因此,说如果两者为善则其一也是善,这是反驳性的;因为如果两者为善,说其一为恶是荒谬的;因为其一必然也是善。相反,如果有人说如果两者为善,则其一就不是恶,这便是论证性的。 波吕克拉忒斯作为演说家,写了一篇赞美色拉西布洛斯的颂词,在其中他表明后者杀死了三十个僭主,乃是由于他说在某个时候杀了一个僭主,在另一个时候杀了另一个僭主,在又一个时候杀了又一个;然后他结合起来得出结论:“因此归根结底他杀了三十个僭主。”但这是错误的;因为即使他分别杀了三十个人,说他一同杀了这些人也绝非就是真实的。 再如出于分割的谬误:“如果有任何女人杀了自己的丈夫,杀死她”,即克吕泰涅斯特拉,“是正当的”;再者,儿子如俄瑞斯忒斯为父亲复仇并助父也是正当的。而这些事确实被执行了;因为克吕泰涅斯特拉确实杀了她自己的丈夫,而俄瑞斯忒斯为帮助父亲确实杀了克吕泰涅斯特拉。因为分别且单独而言是正当的:杀害自己丈夫的女人去死是正当的,儿子帮助父亲也是正当的;但结合起来并说杀害自己丈夫的女人被杀以及由她的儿子为父复仇是正当的,却并非正当;因为母亲被儿子所杀并不是正当的。

语法注3 条
  1. 2.0.24καὶ ταῦτα μὴ ὂν ταὐτόν

    καὶ ταῦτα 为表示让步或追加事实的惯用对格独立表达(“况且”、“尽管如此”),与后续中性单数分词短语 μὴ ὂν ταὐτόν 连用,具有让步意义(“尽管二者并不相同”)。

  2. 2.0.24καὶ ταῦτα τῶν δύο ὄντων ἀγαθῶν

    此处 καὶ ταῦτα 直接与独立属格结构(τῶν δύο ὄντων ἀγαθῶν)连用,作为表示让步的副词性短语(“而且在两者均为善的情况下”)。

  3. 2.0.24δίκαιόν ἐστιν, εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν, ἀποκτείνειν αὐτήν

    在非人称句 δίκαιόν ἐστιν 中,真正的主语是不定词 ἀποκτείνειν αὐτήν,其间插入了条件从句 εἴ τις γυνὴ ἀπέκτεινε τὸν πόσιν,结构为“如果任一女人杀死了丈夫,杀死她乃是正当的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:149.5-150.23