← 佚名

亚里士多德《修辞学》佚名评注

§147.20-149.5

源于措辞与言辞形式的表象推论

注疏者探讨了亚里士多德《修辞学》卷二第24章开篇关于表象修辞推论(源于措辞、措辞形式、同音异义与谐音双关等)的论述,并比较了其师与先前评注的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.24#1

24. Ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἤτοι τοῖς σοφίσμασι· λέγεται γὰρ καὶ ἡ σοφιστικὴ διαλεκτική τις. [1401 a 2] τὸ μὴ συλλογισάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα1 καὶ εἰπεῖν ‘οὐκ ἄρα λοιπὸν τὸ καὶ τό’. καὶ ὁ μὲν διδάσκαλος οὕτως τὸ παρὸν ῥητὸν ἡρμήνευσεν, ὅτι [a 1] παρὰ τὴν λέξιν τὸ τοιοῦτον ἐκάλεσεν ὡς ταὐτὸν ὂν [a 7] παρὰ τὸ σχῆμα τῆς λέξεως· καὶ γὰρ ὁ λαβὼν προτάσεις ἀπροσδιορίστους, ὅτι ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία, φαίνεται μέν, ὅτι συνελογίσατο, ὅσον ἀπὸ τοῦ σχήματος τῶν λέξεων, ἤτοι καθ’ ὃ ὅρους ἔλαβε καὶ συνέπλεξεν αὐτούς, ἀλλ’ οὐ συνελογίσατο, ἀλλὰ συνεπέρανε μόνον ἄνευ τοῦ εἰπεῖν προτάσεις· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς· τοῦτο δὲ γίνεται ἐν τῷ παρὰ μικρὸν ἤτοι διὰ τὸ μηδὲν οἴεσθαι διαφέρειν εἰπεῖν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι’ καὶ ‘πᾶς ἄνθρωπος ζῷόν ἐστιν’. εὗρον δὲ σχόλιον οὕτως αὐτὸ ἑρμηνεῦον, ὅτι λέγεται τοῦτο παρὰ τὴν λέξιν τὸ ἐνθύμημα, διότι ἐλλιπής ἐστιν ὁ συλλογισμός· συμπέρασμα γὰρ εἴπομεν ἄνευ τοῦ προλαβεῖν2 ἐνθύμημά ἐστι συλλογισμὸς ἀτελὴς ἐλλιποῦς οὔσης μιᾶς προτάσεως. [a 5] φαίνεται ἐνθύμημα καὶ τὸ εἰπεῖν συνεστραμμένως, ἤτοι βραχέως, συντόμως, τὰ ἀντικείμενα ἐν τοῖς ἐνθυμήμασιν, ἃ οὐδὲ ἀντικείμενα ἂν εἴη κυρίως ἀλλὰ φαινομένως, οἷον εἰ ἀγαθὸν ἡ ἀνδρία, τὸ ἀκολασταίνειν οὐκ ἀγαθόν· φαίνεται γὰρ ἡ ἀκολασία καὶ ἡ ἀνδρία ἐναντία, οὐκ εἰσὶ δέ. ἢ καὶ οὕτως· συνεστραμμένως μὲν ἤτοι συντόμως διὰ τὸ τὴν μίαν πρότασιν τὴν μείζω λείπειν, ἀντικειμένως δέ, διότι ἡ μείζων ἡ λείπουσα πρότασις ψευδὴς οὖσα ἀντίκειται τῇ ἐλάττονι τῇ μερικῇ ἀληθεῖ οὔσῃ. [a 6] ἡ γὰρ τοιαύτη λέξις, ἤτοι τὸ εἰπεῖν πρότασιν μίαν, τὴν δὲ ἑτέραν ἐᾶσαι, χώρα μέν ἐστιν ἐνθυμήματος ἤτοι ἔοικεν εἶναι ἐνθύμημα, οὐκ ἔστι δέ, καὶ τοῦτο φαινόμενον ἐνθύμημα ἤτοι τὸ συνεστραμμένως λέγειν τὰ ἀντικείμενα παρὰ τὸ σχῆμα τῆς λέξεως, ἤτοι ὅσον ἀπὸ τῆς λέξεως φαίνεται ἐνθύμημα, ἤτοι ἀπὸ τοῦ λαβεῖν τὴν μίαν πρότασιν. [a 8] ἔστι δὲ χρήσιμον εἰς τὰ ἐνθυμήματα τὰ ἐν τῇ λέξει ἤτοι τὰ παρὰ τὸ σχῆμα τῆς λέξεως γινόμενα τὸ λέγειν κεφάλαια ἤτοι προτάσεις ἀπὸ ἄλλων πολλῶν συλλογισμῶν, οἷον ὅτι τοὺς μὲν ἔσωσεν, αὕτη ἡ πρότασις ἀπὸ ἄλλου συλλογισμοῦ, ἄλλοις δὲ ἐτιμώρησε, καὶ αὕτη ἡ πρότασις μία ἦν ἀπὸ ἄλλου συλλογισμοῦ, τοὺς δὲ Ἕλληνας ἐθεράπευσε, καὶ αὕτη ἀπὸ ἄλλου. [a 11] ἑκάστη μὲν τῶν ῥηθεισῶν προτάσεων ἀπεδείχθη ἀπὸ ἄλλων συλλογισμῶν ἤτοι ἄλλων καὶ ἄλλων συλλογισμῶν προτάσεις καὶ συντεθέντες3 φαίνονται ὅτι ἐποίησαν ἐνθύμημα, οὐκ ἔστι δέ· πῶς γὰρ ποιήσουσι συλλογισμὸν αἱ ἀσυνάρτητοι προτάσεις, εἰ συντεθῶσι καὶ ἅμα ληφθῶσι συλλογιστικῶς; [1400 a 29] ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστιν, οἷον εἰ φιλόπατρίς ἐστι, καὶ τὸν ὑπὲρ τῆς πατρίδος ἕληται κίνδυνον, εἰ δὲ οὐκ ἔστι φιλόπατρις, οὐδὲ τὸν κίνδυνον ἕληται. [1401 a 12] ἕτερον τὸ παρὰ τὴν ὁμωνυμίαν, οἷον εἴ τις εἴπῃ, ὅτι ὁ μῦς σπουδαῖός ἐστι καὶ ἀγαθόν· ὅτι ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ παρονομασθῆναι ἀπὸ τοῦ μῦς τὴν τελετὴν τὴν τιμιωτέραν πασῶν τῶν τελετῶν μυστήρια· οὐκ ἀπὸ τοῦ μῦς δὲ ἐπωνομάσθη, ἀλλ’ ἀπὸ τοῦ μῶ, τὸ μανθάνω. [a 15] ἢ συμπεριλάβῃ καὶ τὸν Πᾶνα, ἐν τῷ τοῦ κυνὸς ἐγκωμίῳ. ‘ὦ μάκαρ’, τὸν Πᾶνα λέγομεν μάκαρα, ‘ὃν κοινά’, ἀντὶ τοῦ κοινῶς, ‘καλοῦσιν οἱ Ὀλύμπιοι παντοδαπὸν ἀπὸ τῆς μεγάλης θεοῦ’ ἤτοι τῆς Ῥέας. παντοδαπὸν δὲ τοῦτον λέγουσι, διότι πάντες συνεδοιάσθησαν τῇ Ῥέᾳ καὶ ἀπεσπέρμηναν, ἐξ οὗ συνέβη ἀπ’ αὐτῆς γεννηθῆναι τὸν Πᾶνα. τινὰ δὲ τῶν βιβλίων ἔχουσι καὶ κύνα, τὸ κυ ψιλόν· ἔστι δὲ καὶ ὡς παρήχησις κῦνα κοινά. [a 18] ἢ ὅτι εἰ τὸ μηδὲν εἶναι κοινὰ ἤτοι εἰ τὸ μὴ ἔχειν κοινωνίαν πρός τινα ἀτιμότατόν ἐστι (θηριῶδες γὰρ τὸ μὴ συναγελαστικόν), τὸ κοινὰ δηλονότι ἤτοι τὸ συναγελαστικὸν δηλονότι καὶ κοινωνικὸν τίμιόν ἐστι· καὶ τοῦτο τὸ κυνὰ γράφουσι καὶ διὰ τοῦ υ ψιλοῦ.

24. “正如在辩证术中,即在诡辩中那样”;因为诡辩术也被称为某种辩证术。 未曾进行推论而引出结论,并说“因此归根结底并非某某”。老师曾如此解释当前的文句,即: [亚里士多德]称此类事物为“由于措辞”,乃因其等同于“由于措辞的形式”。因为采用了无定前提命题的人(例如“人是动物,动物是实体,因此人是实体”),仅就措辞的形式而言,即就其选取了概念项并加以结合而言,固然看似进行了推论,但他并未推论,而只是在未陈述[真正]前提命题的情况下得出了结论;因为无定前提命题等同于特称命题。而这发生在“由于细微差异”的谬误中,即由于认为说“人是动物”与说“所有人都是动物”毫无差别。但我发现有一条评注如此解释它:这种修辞推论被称为“由于措辞”,是因为推论是不完备的;因为正如我们所说,在未预先确立前提的情况下[提出]结论,乃是作为缺少一个前提命题的不完全推论的修辞推论。 把修辞推论中对立的事物——那些严格说来甚至不是对立、而只是表面对立的事物——以浓缩的方式,即简短而扼要地说出,也看似修辞推论;例如“如果勇敢是善,放荡就不是善”;因为放荡与勇敢看似相反,实则不然。或者也可以这样解释:所谓浓缩地即简短地,是因为缺少大前提这一命题;所谓对立地,是因为所缺少的大前提是假的,从而与作为真实的特称小前提相对立。 因为这种措辞,即陈述一个前提命题而略去另一个,乃是修辞推论的地位,即看似修辞推论却并非如此;而这种表面上的修辞推论,即浓缩地陈述对立事物,是“由于措辞的形式”,即仅就措辞而言看似修辞推论,乃是由于采用了单一前提命题。 对于措辞上的修辞推论,即由于措辞的形式而产生的修辞推论,陈述来自许多其他推论的要点即前提命题是有用的,例如“他救了某些人”——这个前提命题来自另一个推论,“他惩罚了另一些人” ——这个前提命题也是来自另一个推论,“他侍奉了希腊人”——这又来自另一个推论。 上述每一个前提命题都是从其他推论中得到证明的,即它们是互不相同的推论的前提命题,且组合起来看似构成了修辞推论,实则不然;因为彼此无关联的前提命题,即使被组合起来并在推论意义上同时被采用,又怎能构成推论呢? 另一个论题是从原因出发,如果它存在,〔结果〕就存在;例如如果他是爱国者,他也会为祖国选择危险,但如果他不是爱国者,他也就不会选择危险。 另一个论题是由于同音异义,例如有人说鼠是高贵的且是善;它是善,从所有祭仪中最尊贵的祭仪因鼠而得名为密仪这一事实便显而易见。然而密仪并非因鼠而得名,而是因意为“我学习”的μῶ而得名。 或者在狗的赞辞中也将潘神包含在内:“喔,福乐者啊”——我们称潘神为福乐者——“奥林匹斯诸神共同的”——代替“共同地” ——“因伟大的女神即瑞亚而称你为万有者”。他们称他为万有者,是因为诸神全都与瑞亚结合并射精,由此导致潘神从她而生。但部分手稿中以单母音拼写的ku写作“狗”;这也是作为“狗”与“共同”的谐音双关。 或者说,如果毫无共同之处,即与任何人都没有交往是最不光彩的(因为不合群是野兽般的),那么显而易见,共同的,即合群且具交往性的事物便是尊贵的;而他们也将它用单母音υ写作“κυνά”。

语法注3 条
  1. 2.0.24τὸ μὴ συλλογισάμενον ἐπαγαγεῖν τὸ συμπέρασμα

    带冠词的不定式 τὸ ... ἐπαγαγεῖν 构成独立的句首名词性短语。分词 συλλογισάμενον 与不定式的逻辑主语相一致,表述“在未完成推论的情况下引出结论”这一动作特征。

  2. 2.0.24συμπέρασμα γὰρ εἴπομεν ἄνευ τοῦ προλαβεῖν

    动词 εἴπομεν(“正如我们所说”)起插入语作用,συμπέρασμα ... ἄνευ τοῦ προλαβεῖν 充当后文谓词名词 ἐνθύμημα 的主语,整体理解为“在未预先假定前提的情况下得出结论,乃是缺少一个前提的不完全推论即修辞推论”。

  3. 2.0.24συντεθέντες

    分词 συντεθέντες 虽指向前文的阴性复数名词 προτάσεις,却采用了阳性复数主格。这是一种按意义呼应的语法破格(constructio ad sensum),受到概念中隐含的阳性词(如 συλλογισμοί)的影响。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:147.20-149.5