- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:145.23-147.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者结合神话、戏剧作品及修辞实例,阐释了亚里士多德《修辞学》卷二第23章中关于基于过错的指控、基于名称/词源的论证以及反驳性修辞推论特征的论题。
ἡ Ἰνὼ εἰσῆλθε μετὰ τοῦ υἱοῦ αὐτῆς τοῦ Μελικέρτου καὶ Κλεάρχου εἰς τὴν θάλασσαν διωκομένη ὑπὸ τοῦ Ἀθάμαντος τοῦ ἀνδρὸς αὐτῆς μανέντος ὑπὸ τῆς Ἥρας διὰ τὴν ζηλοτυπίαν, ὅτι συνῆλθε τῇ Ἰνοῖ ὁ Ζεύς, καὶ ἀπηθανατίσθη ἡ Ἰνώ· διὰ τοῦτο ὡς μὲν δεινὰ παθούσῃ ἐπιθρηνοῦσιν, ὡς δ’ ἀποθανατισθείσῃ θύουσιν. [b 8] ἄλλος τόπος τὸ κατηγορεῖν ἐκ τῶν ἁμαρτηθέντων. ὁ Καρκίνος τραγικὸς ἦν ποιητής. [b 10] κατηγοροῦσι τῆς Μηδείας, ὅτι τοὺς παῖδας ἀπέκτεινε· καὶ τοῦτο δῆλόν ἐστιν, ὅτι αὐτοὺς ἀπέκτεινεν, ἀπὸ τοῦ μὴ φαίνεσθαι αὐτοὺς ἀλλ’ ἀφανεῖς γενέσθαι. ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν τῶν παίδων ἀποσκευὴν ἤτοι ἀπόκτανσιν. ἡ δὲ ἀπολογεῖται ὅτι ‘εἰ ἔμελλον ἀποκτεῖναι, τὸν Ἰάσονα ἂν ἀπέκτεινα ὡς λυπήσαντα, οὐχὶ τοὺς παῖδας· οὐδὲ γὰρ οἱ παῖδές με ἐλύπησαν’. [b 14] εἴπερ γοῦν τὸ ἕτερον ἐποίησεν ἤτοι τὸ ἀποκτεῖναι τοὺς παῖδας, μᾶλλον ἥμαρτεν ὡς μὴ ποιήσασα τὸ ἕτερον ἤτοι τὸ τὸν Ἰάσονα ἀποκτεῖναι. [b 16] ἡ γοῦν ῥητορικὴ τοῦ Θεοδώρου τοῦτον τὸν τόπον παρεδίδου ἤτοι τὸ ἐκ τῶν ἁμαρτηθέντων τινὶ ἐπιχειρεῖν. [b 17] ἡ Σιδηρὼ κόρη τις ἦν καὶ ἐβιάζετο παρά τινος, ἡ δὲ οὐχ ὑπήκουεν· ἀπὸ γοῦν τοῦ ὀνόματος ἐπιχειρητέον ὅτι ‘καλῶς ὠνομάσθη Σιδηρὼ ὡς φοροῦσα καὶ φέρουσα τὸ ὄνομα τοῦ σιδήρου· ἀκαμπὴς γὰρ εἶ ὡς σίδηρος’. καὶ ἐν τοῖς ἐπαίνοις τῶν θεῶν οὕτω λέγομεν, ὅτι σοφῶς ὠνομάσθη ὁ Ποσειδῶν Ποσειδῶν ὡς συνδεσμῶν καὶ συνέχων τὴν πόσιν ἤτοι τὴν θάλασσαν, ἢ ὅτι καλῶς ὠνομάσθη ὁ Ζεὺς Ζεὺς ὡς χορηγὸς τῆς ζωῆς. [b 18] καὶ ὁ Κόνων πρὸς τὸν Θρασύβουλον ‘σοφῶς ὠνομάσθη Θρασύβουλος· θρασὺς γὰρ εἶ καὶ τολμητίας καὶ τολμηρὰ βουλευόμενος’. καὶ πρὸς τὸν Θρασύμαχον ‘ἀεὶ θρασὺς εἶ περὶ τὰς μάχας’. σὺ αἰεὶ πῶλος ἤτοι ἀεὶ λάρος εἶ, ὦ Πῶλε. [b 23] καὶ πρὸς τὴν Ἀφροδίτην ‘ὀρθῶς ἔχεις τὸ ὄνομα ἤτοι ὠνομάσθης Ἀφροδίτη· ἀφροσύνης γὰρ ἄρχεις’. [b 24] ὡς ὁ Χαιρήμων λέγει, ὁ Πενθεὺς ἐκλήθη Πενθεὺς ὡς ἐπώνυμος τῆς ἑπομένης συμφορᾶς. ὁ Κάδμος γεννᾷ Σεμέλην καὶ Ἰνώ· ἐκ τῆς Σεμέλης ὁ Διόνυσος. τοῦτον ὁ τοῦ Κάδμου υἱὸς ὁ Πενθεὺς οὐκ ἐκάλει θεόν· βουλόμενος δὲ δεῖξαι ὁ Διόνυσος, ὡς ἔστι θεός, ἔσεισε καὶ ἐξῆλθεν ὁ Πενθεὺς εἰς τὸ ὄρος καὶ διεσπάσθη ὑπὸ τῶν μαινάδων πρώτης τῆς μητρὸς καταρξαμένης τῶν σπαραγμῶν. ὁ Χαιρήμων ποιητὴς ἦν. [b 19] ὁ δὲ Ἡρόδικος Ἀθηναῖος ἱστορικός. ὁ Πῶλος μαθητὴς καὶ παῖς ἦν τοῦ Γοργίου. [b 23] ἐν ταῖς Τρῳάσι τῷ δράματι εἰσάγει τὴν Ἑκάβην λέγουσαν πρὸς τὴν Ἀφροδίτην. [b 17] φησὶν ὁ βιάζων πρὸς τὴν Σιδηρὼ “αὕτη δὲ μάχιμός ἐστιν ὡς κεχρημένη σαφῶς σιδήρῳ καὶ φέρουσα τοὔνομα οὐκ οἴεται δύσκλειαν ἐκ τούτου φέρειν”. [b 11] πρὸς τὴν Γλαύκην, ἣν ἀνελάβετο ὁ Ἰάσων, ἔπεμψεν ἡ Μήδεια τοὺς αὑτῆς παῖδας, καὶ πτοηθεῖσα, μὴ ἀναιρεθῶσιν ὑπὸ τῶν θεραπόντων τῆς Γλαύκης, προανῃρέθησαν παρ’ αὐτῆς. [b 18] ὁ Κόνων στρατηγὸς Ἀθηναῖος, Θρασύβουλος δὲ κατήγορος. [b 26] διὰ τὸ εἶναι τὸ ἐλεγκτικὸν ἐνθύμημα συναγωγὴν τῶν ἐναντίων ἐν μικρῷ, οἷον ‘καλὸν ὁ γάμος ἢ κακόν· καὶ εἰ μὲν καλόν, φθονεῖς τῷ παιδί, εἰ δὲ κακόν, ἵνα τί μήτηρ ἐγένου;’ ἐναντία τὸ καλὸν καὶ τὸ οὐ καλόν· παρ’ ἄλληλα γὰρ κείμενα τὸ καλὸν καὶ τὸ κακὸν καὶ ἐν παραθέσει. [b 28] μᾶλλον γίνονται φανερὰ καὶ γνώριμα τῷ ἀκροατῇ, ὅσα τῶν ἐνθυμημάτων ἅμα τῷ ἄρξασθαι τὸν ῥήτορα λέγειν εὐθὺς προορῶσι καὶ συνιᾶσιν οἱ ἀκροαταὶ τὴν δύναμιν αὐτῶν,1 οἷον ὁ Δημοσθένης λέγει πρὸς τὸν Αἰσχίνην ‘παρῆς ἢ οὐ παρῆς, ὅτε ταῦτα ἔλεγον; καὶ ἐγίνωσκες τὸ μέλλον ἢ οὐκ ἐγίνωσκες;’ καὶ εἰ μὲν ἐγίνωσκες, τί οὐκ ἔλεγες;’ [b 30] προορῶσι δὲ ταῦτα οὐκ ἐν τῷ εἶναι ἐπιπολῆς ἤτοι ἐπιπόλαια καὶ εὔκολα (ἔχουσι γὰρ καὶ αὐτὰ βάθος) ἀλλ’ ἐν τῷ ἔχειν ἀκολουθίαν· ἐκ γὰρ τῆς ἀκολουθίας νοοῦσι τὰς δυνάμεις αὐτῶν· ἅμα γὰρ καὶ χαίρουσιν οἱ ἀκροαταὶ ἐν τῷ προαισθάνεσθαι, ὃ μέλλει εἰπεῖν ὁ δημηγορῶν. [b 32] ἔτι δὲ καὶ ἐκεῖνα τῶν ἐνθυμημάτων θορυβοῦσι τὸν ἀντίδικον, ὅσων τοσοῦτον ὑστερίζουσι πρὸς τὸ νοῆσαι αὐτά,2 ὥστε ἅμα τῷ ῥηθῆναι εὐθὺς γνωρίζειν αὐτά, ἤτοι ἃ ἐξ ἀρχῆς μὲν καὶ ἅμα τῷ ἄρξασθαι λέγεσθαι οὐ γνωρίζονται τοῖς ἀκροαταῖς, μετὰ δὲ τὸ ῥηθῆναι εὐθὺς ταῦτα γνωρίζουσιν.
伊诺带着她的儿子墨利凯耳忒斯和克勒阿耳科斯跳入海中,因其丈夫阿塔玛斯受到赫拉出于嫉妒(因宙斯曾与伊诺结合)而降下的狂乱所追逼,伊诺遂被赋予不朽;因此,人们一方面对她作为遭遇惨痛者进行哀悼,另一方面对她作为获得不朽者进行献祭。 另一个论题是从所犯的过错出发进行指控。卡耳喀诺斯是一位悲剧诗人。 人们指控美狄亚杀死了自己的孩子;而她杀死了他们这一点,是从他们不再显现而是失踪了这一事实表明的。因为美狄亚在处置、即杀死孩子们的事上犯了过错。但她辩护说:“如果我打算杀人,我本会杀死令我痛苦的伊阿宋,而不是孩子们;因为孩子们并没有令我痛苦。” 因此,如果她确实做了其中一件事,即杀死孩子们,她就更加犯了过错,因为她没有做另一件事,即杀死伊阿宋。 无论如何,狄奥多罗斯的修辞学传授了这个论题,即针对某人从所犯的过错出发进行论证。 西德罗是一个少女,受到某人的强暴却不肯顺从;因此应当从名字出发进行论证:“她被恰当地命名为西德罗,因为她承担并带有铁的名字;因为你像铁一样不可弯折。”在赞美诸神时我们也这样说:波塞冬被智慧地命名为波塞冬,因其维系并保有作为饮料之物即海洋;或者宙斯被美妙地命名为宙斯,因其为生命的赋予者。 又如科农对色拉西布洛斯说:“他被智慧地命名为色拉西布洛斯;因为你果敢、鲁莽,且谋划果敢之事。”又如对色拉叙马霍斯说:“你在战斗方面总是果敢的。”“波洛斯啊,你总是一匹马驹,即总是一只海鸥。” 又如对阿佛洛狄忒说:“你正当地拥有这个名字,即被命名为阿佛洛狄忒;因为你掌管愚妄。” 正如凯瑞蒙所说,彭透斯被称为彭透斯,是取名于随后而来的灾祸。卡德摩斯生了塞墨勒和伊诺;塞墨勒生了狄奥尼索斯。卡德摩斯的儿子彭透斯不称他为神;狄奥尼索斯想要显明自己是神,便震动大地,彭透斯走上山去,被迈那斯们撕裂,他的母亲率先开始撕扯。凯瑞蒙是一位诗人。 希罗狄科斯是一位雅典历史学家。波洛斯是高尔吉亚的学生和仆人。 在戏剧《特洛伊妇女》中,引入了赫卡柏对阿佛洛狄忒说话的情节。 施暴者对西德罗说:“这女子是好战的,显然使用了铁,并且带有这个名字,却不认为由此带来恶名。” 美狄亚把自己的孩子们送到伊阿宋所娶的格劳刻那里,因惊恐孩子们会被格劳刻的仆人们处死,他们便预先被她自己杀死了。 科农是雅典的将军,色拉西布洛斯是告发者。 因为反驳性修辞推论是在狭小范围内对相反事物的汇聚,例如:“婚姻是好事还是坏事;如果是好事,你就嫉妒自己的孩子,如果是坏事,你为何要做母亲呢?”美善与不美善是相反的;因为美善与邪恶是彼此并列且相互对照的。 在修辞推论中,演说者一开始讲述,听众便立刻预见并理解其威力的那些,对听众而言变得更为清晰易懂,例如德摩斯梯尼对埃斯基涅斯说:“我说这些话时,你在场还是不在场?你知晓未来还是不知晓?如果你知晓,为何不说?” 他们预见这些,并不是由于它们浮于表面,即肤浅和容易(因为它们本身也有深度),而是由于它们具有逻辑连贯性;因为从连贯性中他们领会了它们的威力;因为与此同时,听众也因预先察觉演说者将要说出的话而感到喜悦。 此外,修辞推论中听众在领会它们上落后的程度仅限于一经说出便立刻认识它们的那些,也能扰乱对手,即那些从一开始演说开始时并不为听众所认识、但在说出之后听众立刻认识它们的东西。
- 2.0.23ἅμα τῷ ἄρξασθαι τὸν ῥήτορα λέγειν εὐθὺς προορῶσι καὶ συνιᾶσιν οἱ ἀκροαταὶ τὴν δύναμιν αὐτῶν
关系从句 ὅσα τῶν ἐνθυμημάτων... 的内部结构。介词 ἅμα 与带冠词不定式 τῷ ἄρξασθαι,连同不定式在意义上的宾格主语 τὸν ῥήτορα 以及补充不定式 λέγειν 结合,构成时间状语短语。关系从句的主要谓语动词是 προορῶσι καὶ συνιᾶσιν,后置的主语是 οἱ ἀκροαταί,直接宾语是 τὴν δύναμιν αὐτῶν。
- 2.0.23ὅσων τοσοῦτον ὑστερίζουσι πρὸς τὸ νοῆσαι αὐτά, ὥστε ἅμα τῷ ῥηθῆναι εὐθὺς γνωρίζειν αὐτά
关系代词 ὅσων 指向先行词 ἐκεῖνα τῶν ἐνθυμημάτων,充当动词 ὑστερίζουσι(主语为语境中省补的“听众”)的属格补足语。相关结构 τοσοῦτον... ὥστε... 引出结果从句,意为“在理解上的滞后程度仅限于在一经说出便立刻认出它们”。紧随其后的注解者转述直接印证了这一句法意图。
