- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:144.1-145.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞术》卷二第23章中的若干论题:由原因的有无推导后果(1400a29)、考察是否原本可以以别的方式做得更好(1400a35),以及考察是否同时做出了相反的行为(1400b4),并结合历史与神话事例进行了分析。
[a 27] καὶ ὥσπερ ὁ Ὀδυσσεὺς εἰπὼν τὴν αἰτίαν, δι’ ἣν ἀνδρειότερος αὐτοῦ δοκεῖ ὁ Αἴας καὶ ταῦτα τοῦ Ὀδυσσέως ὄντος ἀνδρειοτέρου,1 εἶπεν ὅτι ‘ὁ Αἴας τοιοῦτος δοκεῖ, διότι τολμητίας ἐστὶ καὶ μωρὸς καὶ ἀνόητος’. [a 29] ἄλλος τόπος ἐπιχειρῶν ἀπὸ τοῦ αἰτίου. ἂν γὰρ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι ἔστι καὶ τὸ αἰτιατόν, κἂν οὐχ ὑπάρχῃ τὸ αἴτιον, δῆλον ὅτι οὐκ ἔστι τὸ αἰτιατόν· τὸ γὰρ αἴτιον τὸ ποιητικὸν φησιν ἅμα εἶναι τῷ αἰτιατῷ.2 καίτοι ἐνδέχεται οἰκοδόμον μὲν εἶναί τινα, οἰκίαν δὲ μὴ οἰκοδομεῖσθαι παρ’ αὐτοῦ· καί φαμεν ὅτι, εἰ ἐνεργείᾳ ἐστὶν οἰκοδόμος, ἀνάγκη εἶναι ἅμα καὶ τὸ οἰκοδομούμενον, καὶ εἰ δυνάμει ἐστὶν ὁ οἰκοδόμος, καὶ τὸ οἰκοδομούμενόν ἐστι δυνάμει· ὥστε ἅμα αὐτὴν εἶπε, καθ’ ὃ ἢ ἄμφω εἰσὶ δυνάμει ἢ ἄμφω ἐνεργείᾳ. [a 31] καὶ ἄνευ αἰτίου οὐδέν ἐστιν αἰτιατὸν γενόμενον. [a 31] ὁ δῆμος τῶν Ἀθηναίων ἔστησε στήλην ἐν τῇ ἀκροπόλει, ἐπάνω δὲ τῆς στήλης ἔθεντο κύρβιν ἤτοι σανίδιον, ἐν ᾧ κατέγραφον τὰ ὀνόματα τῶν προδοτῶν τῆς πόλεως καὶ τῶν πρὸς λύμην ὄντων τῆς πόλεως καὶ τῶν προστεθειμένων τοῖς τριάκοντα· κατήγορος ἦν ὁ Λεωδάμας τοῦ Θρασυβούλου, ὅτι ἦν στηλίτης ἤτοι ‘ἀναγεγραμμένον ἦν τὸ ὄνομά σου ἐν τῇ κύρβει μετὰ τῶν προδοτῶν’· εἶτα τοῦ Θρασυβούλου λέγοντος ὅτι ‘ψεύδῃ· οὐ γὰρ ἀναγέγραπται ἐν τῇ κύρβει τὸ ὄνομά μου νῦν’, εἶτα ὁ Λεωδάμας ‘ἦν μὲν τὸ ὄνομά σου ἀναγεγραμμένον ἐν τῇ κύρβει, σὺ δὲ τὸ μέρος τῆς σανίδος, ἐν ᾧ ἀναγεγραμμένον ἦν τὸ ὄνομά σου, ἐξέκοψας ἐπὶ τῶν τριάκοντα τυράννων’, ὁ δὲ Θρασύβουλος ἔφη ‘οὐκ ἐνδέχεται ἐμὲ ἐκκόψαι καὶ ἀφαιρῆσαι τὸ ὄνομά μου ἀπὸ τῆς κύρβεως καὶ ταῦτα τυραννούντων τῶν τριάκοντα· μάλιστα γὰρ ἐπίστευον ἂν ἐμοὶ καὶ ἐθάρρουν οἱ τύραννοι ὡς ἐχθρῷ ὄντι τοῦ δήμου· ἐδόκουν δὲ ἐχθρὸς πρὸς τὸν δῆμον, εἰ ἐθεώρουν τὸ ὄνομά μου ἀναγεγραμμένον ἐν τῷ σανιδίῳ’. [a 35] ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως. εἰ ὁ Σωκράτης ἔπραξέ τι καὶ διαβάλλεται ἐπὶ τῇ πράξει, σκοπητέον, εἰ ἐνεδέχετο καὶ ἐχώρει βελτιώτερον, ἢ συμβουλευθῇ, γενέσθαι τοῦτο, ὃ ἐγένετο, τοῦ, οὗ ὁ Σωκράτης ἐποίησεν ἢ συνεβούλευσεν,3 ἢ εἰ ἐνδέχεται βελτιώτερον συμβουλεῦσαι ἢ ποιῆσαι ὡς ἐπὶ ἐνεστῶτος χρόνου, ἤτοι εἰ συμβουλεύσει ὁ Σωκράτης γενέσθαι τι, οὐ φαίνεται ἐναντίον τι πράξας πρότερον, καὶ κατηγορεῖται ὡς ἄλλο τι πράξας πρότερον, παρ’ ὃ συμβουλεύει· δεῖ γοῦν τὸν Σωκράτην ἀπολογήσασθαι ὡς ‘οὐκ ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, καὶ [b 1] εἰ μὴ οὕτως ἔχει ἤτοι καὶ εἰ μὴ ἐνεχώρει κρεῖττόν τι γενέσθαι τοῦ, οὗ συμβουλεύω νῦν, λοιπὸν οὐ πέπρακται τοιοῦτον, οἷον λέγεις· πᾶν γάρ, ὃ ἔμελλον ποιῆσαι καὶ ἐποίησα, εἰ ἕτερον ἦν τοῦ, οὗ νῦν συμβουλεύω, λοιπὸν οὐ κακόν ἐστιν· οὐδεὶς γὰρ γινώσκων τόδε, ὅτι κακόν ἐστι, προαιρήσεται τοῦτο ποιῆσαι· καὶ ἐγὼ πῶς ἂν ἐποίησα τόδε, εἰ φαῦλον ἦν;’ ταὐτὰ ὀφείλει λέγειν, καὶ εἰ κατηγορεῖται, ὅτι βελτιώτερον πρότερον ἐποίησε τοῦ, οὗ νῦν ποιεῖ· φήσει γάρ, ὡς οὐκ ἐγχωρεῖ βελτιώτερον τούτου γενέσθαι, οὗ νῦν ποιεῖ· πᾶν γάρ, ὃ καὶ ἐγένετο παρὰ τοῦτο, φαῦλον ἂν εἴη, οὐδεὶς δὲ τὰ φαῦλα πράττειν αἱρήσεται. [b 2] ἔστι δὲ τοῦτο ψεῦδος· ἴσως γὰρ πρότερον ἄδηλον ἦν τὸ πῶς ἔδει τοῦτο ποιῆσαι καὶ τὸ βέλτιον ἠγνόεις, ὕστερον δὲ πολλάκις δῆλον γίνεται τὸ βέλτιον καὶ γινώσκεις τοῦτο, πῶς δεῖ βελτιώτερον ποιῆσαι· ὥστε εἰ καὶ σὺ πρότερον ἠγνόεις τὸ βέλτιον καὶ διὰ τοῦτο οὐ καλῶς τοῦτο ἐποίησας, ἀλλ’ ὕστερον οὐκ ἠγνόεις τοῦτο, ἀλλ’ ἑκὼν ἔπραξας τὰ φαῦλα ἢ συνεβούλευσας καὶ ταῦτα γινώσκων τὸ βέλτιον· συμβαίνει γὰρ πολλάκις τὸ μὲν καλὸν πρότερον ἀγνοεῖν, ὕστερον δὲ νοῆσαι. σὺ γοῦν νοήσας τοῦτο ἀπέκρυψας. [b 4] ἄλλος τόπος, εἰ τοῖς πεπραγμένοις μέλλει πράττεσθαί τι ἐναντίον ἅμα, ἤτοι εἰ ἅμα, ἐν οἷς πράττεται τόδε, γίνεται καὶ πράττεται τὸ ἐναντίον αὐτῷ, [b 6] οἷον ἐν οἷς ἔθυον τῇ Λευκοθέᾳ, ἔπραττον καὶ τὸ ἐναντίον αὐτῇ4 ἤτοι ἔκλαιον· ἐναντίαι γὰρ αἱ πράξεις αὗται ἤτοι τὸ θύειν καὶ τὸ κλαίειν· ᾗ μὲν ἔθυον, ὡς θεὰν αὐτὴν ἐτίμων, ᾗ δὲ ἐθρήνουν, ὡς θνητὴν αὐτὴν ἡγοῦντο· εἰ γοῦν ἔθυον, οὐκ ἔδει θρηνεῖν, ἢ εἰ ἐθρήνουν, οὐκ ἔδει θύειν· οὕτω γὰρ ἂν οὐκ ἂν ἔπραττον ἅμα τὰ ἐναντία.
又正如奥德修斯说出为何埃阿斯看似比他更勇敢的原因,而且尽管奥德修斯更为勇敢,他却说:“埃阿斯看起来如此,是因为他鲁莽、愚蠢且没有头脑。” 另一个论题是从原因出发进行论证。因为如果原因存在,显然后果也存在;如果原因不存在,显然后果也不存在;因为他说作因与后果是同时存在的。然而,完全可能某人是建筑师,却没有房屋由他建造;对此我们说,如果他在现实态上是建筑师,那么被建造之物必然同时存在;而如果建筑师是在潜能态上,被建造之物也是在潜能态上;因此他说二者同时存在,是在双方同处于潜能态或同处于现实态的意义上说的。 而且若无原因,没有任何产生的后果能够存在。 雅典人民曾在卫城设立石柱,石柱上方安放了一块木板,即一块小板,上面记录着城邦叛徒的名字、破坏城邦者以及依附三十僭主者的名字。莱奥达马斯控告色拉西布洛斯,称他是被刻于石柱上的人,即“你的名字与叛徒们一起被记录在板上”;随后色拉西布洛斯说:“你在说谎;因为现在我的名字并没有记录在板上”,莱奥达马斯便说:“你的名字原本确实记录在板上,但你在三十僭主时期把刻有你名字的那块木板部分凿掉了”;色拉西布洛斯则说:“我不可能从板上凿掉并抹去自己的名字,而且是在三十僭主统治之时;因为僭主们本会因我是人民之敌而最信任并信赖我;如果他们看到我的名字记录在小板上,我就会被视为人民之敌”。 另一个论题是,是否原本可以以别的方式做得更好。如果苏格拉底做过某事,并因该行为受到诽谤,就应当考察:所发生之事是否原本可能、原本能够比苏格拉底所做或所建议的事更好,或者如果提出建议的话原本更好;或者是否可能如当下的情形那样建议或做得更好;也就是说,如果苏格拉底建议某事发生,并未显出此前做过相反的事,却被指控此前做过不同于他所建议的别的事。苏格拉底无论如何应当辩护说:“原本不可能有比我现在所建议的更好的事情发生; 即使情况并非如此,即即使原本不可能有比我现在所建议更好的事情发生,终究没有做出像你所说的那种事;因为我将要做并已经做过的一切,即使不同于我现在所建议的事,终究不是坏事;因为没有人知道此事是坏的,还会选择去做它;而若它是恶劣之事,我又怎会去做此事呢?”如果他被指控此前做过比他现在所做之事更好的事,他也应当说同样的话;因为他会说,不可能发生比他现在所做之事更好的事;因为凡不同于此而发生的事都必定是恶劣的,而没有人会选择做恶劣的事。 但这是虚假的;因为或许先前并不清楚应当如何做此事,你不知道何者更好,但后来往往何者更好变得清楚,你就知道了应当如何做得更好;因此,即使你先前不知道何者更好,因而未把此事做好,但后来你并非不知道此事,而是在明知何者更好的情况下自愿做了恶劣的事或提出了恶劣的建议;因为常常发生先前不知何为美善、后来却领悟的情况。无论如何,你领悟之后却将其隐瞒了。 另一个论题是,对于所做之事,是否会同时做出相反的事,即在做此事的同一时刻,相反的事是否也发生并被做出来;例如他们在向琉科忒亚献祭的那些事上,同时也对她做出了相反的事,即哭泣;因为这些行为是相反的,即献祭与哭泣。只要献祭,就是将她尊为女神;而只要哀悼,就是将她视为必死之人。无论如何,如果他们献祭,就不应当哀悼;或者如果哀悼,就不应当献祭;因为这样他们就不会同时做出相反的事了。
- 2.0.23καὶ ταῦτα τοῦ Ὀδυσσέως ὄντος ἀνδρειοτέρου
短语 καὶ ταῦτα 与具有让步意味的属格独立结构(τοῦ Ὀδυσσέως ὄντος...)连用,表示“而且尽管奥德修斯……”。
- 2.0.23τὸ ποιητικὸν φησιν ἅμα εἶναι τῷ αἰτιατῷ
动词 φησιν(指亚里士多德)的行文主语省略,带有一个带宾格的不定式结构(τὸ αἴτιον τὸ ποιητικὸν εἶναι)作为宾语从句。副词 ἅμα 支配与格 τῷ αἰτιατῷ。
- 2.0.23εἰ ἐνεδέχετο καὶ ἐχώρει βελτιώτερον, ἢ συμβουλευθῇ, γενέσθαι τοῦτο, ὃ ἐγένετο, τοῦ, οὗ ὁ Σωκράτης ἐποίησεν ἢ συνεβούλευσεν
复合句结构:比较级 βελτιώτερον 支配表示比较的属格 τοῦ(关系代词 οὗ 的先行词),其间夹杂了插入从句(ἢ συμβουλευθῇ)和作为主语的不定式短语(γενέσθαι τοῦτο, ὃ ἐγένετο),意为“所发生之事是否原本可能比苏格拉底所做或所建议的事更好”。
- 2.0.23ἐν οἷς ἔθυον... ἔπραττον καὶ τὸ ἐναντίον αὐτῇ
介词短语 ἐν οἷς 引导一个表示情境或时间(“在……的情形中/在……的时候”)的从句,修饰主句动词 ἔπραττον。
