- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:142.9-144.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》卷二第23章,阐释了用于劝勉与告诫的可能与有益论题、将看似难以置信之事论证为真实的论题、揭示论敌或自身言行矛盾的论题,以及通过说明缘由以化解中伤的论题,并辅以具体的历史与神话例证。
[b 36] προτρέπονται εἰς τὸ ποιῆσαι ἐκ τούτων ἤτοι ἐκ τοῦ εἶναι ἐκεῖνο δυνατὸν ἢ ὠφέλιμον, ἀποτρέπονται δέ, ὥστε μὴ πρᾶξαι, ἐκ τῶν ἐναντίων ἤτοι ἐκ τοῦ εἶναι ἀδύνατον ἢ βλαβερὸν, καὶ διὰ τοῦτο δεῖ ἀποφυγεῖν ὡς βλαβερόν. [1400 a 4] ὁ Πάμφιλος καὶ ὁ Κάλλιππός εἰσι ῥήτορες· ἡ γοῦν ῥητορικὴ τέχνη αὐτῶν ὅλη ἐστὶν ὁ τόπος οὗτος· διδάσκει γὰρ ἐπιχειρεῖν ἐκ τοῦ δυνατοῦ καὶ ὠφελίμου καὶ ἀδυνάτου. [a 5] ἄλλος τόπος ἐκ τῶν δοκούντων μέν, ἀπίστων δέ. ἄπιστα δὲ νοητέον ἐνταῦθα οὐχὶ τὰ πάντα ἀδύνατα καὶ ψευδῆ πάμπαν, ἀλλὰ τὰ ἀμφίβολα καὶ εἰκὸς πιστευθῆναι καὶ μή· εἰ γοῦν ἐστιν ἄπιστον τοιοῦτον, οἷον εἴπομεν, ὑπελήφθη δέ τινι, ἀνάγκη εἶναι καὶ ἀληθές· οὐ γὰρ ἂν ἔδοξέ τι καὶ ὑπέλαβεν,1 ὅτι οἱ Σίφνιοι καὶ οἱ Μαρωνῖται βουλεύονται περὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς, εἰ μὴ ἦν ἢ ὂν καὶ ἀληθὲς ἢ τῆς ἀληθείας ἐγγὺς καὶ μᾶλλον ὂν καὶ ἀληθές· [a 7] πάντες γὰρ ἢ τὰ ὄντα ὑπολαμβάνουσιν ἢ τὰ εἰκότα ἤτοι τὰ ἐγγὺς τῆς ἀληθείας. εἰ οὖν τοῦτο, ὃ ὑπελήφθη, ἄπιστόν ἐστι, τοιοῦτον δὲ ἄπιστον ἀμφίβολον καὶ οἷον εἴπομεν καὶ οὐδὲ εἰκὸς λέγεις τοῦτο, λοιπὸν ἀληθές ἐστιν· ὃ γάρ τις ὑπολάβῃ γενέσθαι, εἰ μὴ ἔστιν εἰκός, ἀνάγκη εἶναι ἀληθές· πᾶν γὰρ τὸ δοξαζόμενον ἢ εἰκὸς ἢ ἀληθές ἐστιν. [a 8] οὐ γὰρ δοκεῖ οὕτως ἤτοι οὐ γὰρ ὑπελήφθη τοῦτο καὶ ἐδοξάσθη διὰ τὸ εἰκὸς καὶ τὸ πιθανόν· καὶ ἐπεὶ οὐχ ὑπελήφθη τοῦτο οὔτε διὰ τὸ εἰκὸς οὔτε διὰ τὸ πιθανόν, ἔστι λοιπὸν ἀληθές. [a 11] ἐπεὶ καὶ οἱ ἰχθύες δέονται τοῦ ἁλός, ἵνα μὴ σαπῶσιν· ἁλατίζονται γάρ· καίτοι ἔδει μὴ δεῖσθαι ἁλὸς καὶ ἁλατίζεσθαι, διότι ἐν ἅλμῃ τρέφονται. [a 13] στέμφυλα λέγει τὰ τζίπουρα τῶν ἐλαιῶν, ἅτινα ἀνέφυρον οἱ παλαιοὶ μετὰ τοῦ ἐλαίου καὶ ἔτρωγον. [a 15] τὸ σκοπεῖν τὰ ἀνομολογούμενα καὶ ἀσύμφωνα2 χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος καὶ ἀντιδικοῦντος ἐμοί, εἰ ἀνομολογούμενον καὶ ἀσύμφωνόν ἐστιν, ἢ τῷ χρόνῳ, οἷον ἐν τῷδε τῷ χρόνῳ πρᾶξαί τι ἐνίσταται, καθ’ ὃν οὐκ ἦν3 εἰκὸς γενέσθαι, ἢ εἰ, ὃ ἔπραξε νῦν ἢ εἶπεν ἀσύμφωνον, ἐναντίον ἐστὶν ἢ οἷς πάλαι ἔπραξεν ἢ εἶπεν, οἷον λέγει πρός τινα τῶν Ἀθηναίων προδότην ὅτι ‘λέγεις μὲν ἡμᾶς τοὺς Ἀθηναίους φιλεῖν, συνώμοσας δὲ τοῖς τριάκοντα τυράννοις καὶ ἐσπείσω· ὡς ὃ ἔπραξας ἐναντίον ἐστὶν οἷς λέγεις.’ [a 18] χωρὶς δέ, εἰ ἀπολογούμενος ἐφ’ ἑαυτῷ ἤτοι ἑαυτῷ ἀσύμφωνόν τι λέγει, ὅτι ‘σὺ μὲν ἑαυτὸν φῂς εἶναι φιλόδικον, οὐκ ἔχεις δὲ ἀποδεῖξαι ὡς ἐδίκασας δίκαιον’· [a 20] ἢ ἐφ’ ἑαυτοῦ ὀφείλεις σκοπεῖν τὸ ἀσύμφωνον καὶ τοῦ ἀμφισβητοῦντος ἤτοι δεῖ σε σκοπεῖν, εἰ ὃ ἐποίησας ἀσύμφωνόν ἐστιν οἷς ὁ ἀντίδικός σου λέγει ποιῆσαι, ὅτι ‘σὺ μὲν λιμοῦ ὄντος οὐ δεδάνεικας οὐδέτινι τῶν Ἀθηναίων ἢ αἰχμαλώτων πολλῶν κρατηθέντων οὐδενὶ ἐδάνεισας πρὸς τὸ ἀγορασθῆναι, ἐγὼ δὲ πολλοὺς ἔλυσα καὶ ἠλευθέρωσα τῶν αἰχμαλώτων δοὺς νομίσματα’. [a 22] ἄλλος τόπος· εἰ προεβλήθη τις ἢ ἀληθῶς ἢ ὅτι ἔστι τοιοῦτος, οἷος διεβλήθη, λύσις ἔσται τῆς διαβολῆς, εἴ γε εἴπῃ τὴν αἰτίαν, δι’ ἣν ἡ παράδοξος αὕτη διαβολὴ ἐρρέθη· ἢ κἂν οὐ προεβλήθη, ἀλλ’ οὖν οὐ δοκεῖ τοιοῦτος οἷος ἦν, (ἔστι γάρ τι αἴτιον, δι’ ὃ φαίνεται), ἢ διαβληθείς, εἰ μὲν δοκεῖ τοιοῦτος, οἷος ἦν· [a 24] οἷον γυνή τις ἠσπάζετο τὸν υἱὸν αὑτῆς καὶ ἀεὶ συνῆν ἐκείνῳ καὶ συνεκοιμᾶτο καὶ ἐδόκει, ὅτι μοιχεύεται παρ’ αὐτοῦ· εἰπούσης δὲ τὴν αἰτίαν, δι’ ἣν αὐτὸν φιλεῖ (ἢ γὰρ διότι πολλὰ παρ’ αὐτοῦ ὠφελήθη ἢ διότι ἐστὶ σώφρων), ἐλύθη ἡ διαβολή. ἢ ὥσπερ ἐν τοῖς Ῥωμαίοις ἦν ναὸς τῆς Ῥέας· τὸ δὲ εἴδωλον ταύτης ἦν ἐν Περγάμῳ· εἶτα παρακαθισάντων τῶν πολεμίων τὴν Ῥώμην χρησμὸς ἐξῆλθε μὴ εἶναι δυνατὸν ἄλλως τῆς πολιορκίας ἀπαλλαγῆναι, εἰ μὴ ἐκ τοῦ Περγάμου τὸ εἴδωλον τῆς Ῥέας κομίσωσιν. ἐστάλησαν ἐκεῖ τινες καὶ λαβόντες αὐτὸ τὸ εἴδωλον ἀπεκόμιζον ὡς πρὸς τὴν Ῥώμην διὰ θαλάσσης· εἶτα ἔστη ἐν τῷ πελάγει ἡ ναῦς καὶ οὐκ ἐκινεῖτο ἐπὶ τὸ ἔμπροσθεν, ἡ δὲ ἱέρεια ἡ ἐν τῷ ναῷ τῆς Ῥέας ἐγέλα ἀμέτρως καὶ διεβάλλετο παρὰ τοῦ τότε ἀρχιερέως τοῦ Θύμβριδος ἐπὶ μοιχείᾳ, εἶτα στᾶσα ἐπὶ τοῦ αἰγιαλοῦ ηὔξατο πρὸς τὸ εἴδωλον εἰποῦσα ὅτι ‘εἰ παρθένος εἰμί, δεῖξον τοῦτο σήμερον’· τὸ δὲ εἴδωλον πηδῆσαν ἀπὸ τῆς νηὸς ἦλθε πρὸς τὰς χεῖρας τῆς ἱερείας.
人们根据这些条件,即根据某事是可能的或有益的,劝勉人去行;而根据相反的条件,即根据某事是不可能的或有害的,告诫人不要去行;因此应当将其作为有害之物加以避免。 潘菲洛斯和卡利波斯是修辞学家;他们的整部修辞技艺无论如何正是这个论题;因为它教授如何从可能、有益以及不可能出发进行论证。 另一个论题源于看似存在却令人难以置信的事物。在此“难以置信”不应当理解为完全不可能且彻头彻尾虚假的事物,而是指存疑的、既可能被相信也可能不被相信的事物。无论如何,如果有我们所说的这类难以置信之事,却被某人所认定,那么它必然也是真实的;因为如果不是实际存在且真实,或者接近真理并且更是实际存在且真实的,就不会有某种看法显现,也不会有人认定锡夫诺斯人和马罗内亚人正在谋划统领全希腊。 因为所有人认定的要么是实际存在的事物,要么是合乎情理的事物,即接近真理的事物。因此,如果这个被认定的事物是令人难以置信的,而且是如我们所说的那种存疑的难以置信之事,而你甚至不说这是合乎情理的,那么剩下的就是它是真实的;因为某人认定发生过的任何事情,如果不合乎情理,就必然是真实的;因为每一个被相信的意见,要么是合乎情理的,要么是真实的。 “因为并非这样显现”,也就是说,这并不是由于合乎情理和具有说服力而被认定并相信的;既然这既不是由于合乎情理也不是由于具有说服力而被认定的,那么剩下的就是它是真实的。 因为鱼类为了不致腐烂也需要盐;事实上它们会被盐腌;然而它们本应当不需要盐也不被盐腌,因为它们是在咸水中滋养长大的。 他所说的果渣是指橄榄的油渣,古人曾将其与橄榄油混在一起食用。 考察不一致和矛盾之处:一方面单独考察与我争辩并作对的一方是否存在不一致与矛盾,或者在时间上——例如在某个不合情理发生的时间主张做过某事——或者在他如今所做或所说的事不一致,与他昔日所做或所说的事相反;例如对某位雅典叛徒说:“你说爱我们雅典人,却与三十僭主共谋并订立和约;因而你所做的事与你所说的话正相反。” 另一方面单独考察辩护者对自己、即说出与自己不一致的事情:“你说自己热爱公道,却不能证明自己曾做出过公正的判决。” 或者你应当考察自己与争辩者之间的不一致,即你必须考察你所做的事是否与对手说自己所做的事不一致:“在饥荒时你没有借贷给任何雅典人,在许多战俘被俘获时你也没有借贷给任何人以供赎买,而我则拿出钱财赎买并释放了许多战俘。” 另一个论题:如果某人受到指控,无论是真实的还是因为他确是所被诽谤的那种人,只要他说出这件意外诽谤得以说出的原因,就能消解诽谤;或者即便事前未受指控,但他看起来不像原本那样的人(因为有某种原因使他显得如此),或者受诽谤后,如果看起来确是原本那样的人[就应当说明其原因]。 例如,某位妇人拥抱自己的儿子,并且总是与他在一起并同寝,因而被认为与他通奸;但当她说出爱他的原因之后(要么是因为从他那里得到了许多好处,要么是因为他为人克制),诽谤就消解了。又或者如罗马人当中有一座瑞亚神庙,而她的神像在佩加蒙;随后当敌人围困罗马时,神谕宣称,除非从佩加蒙运来瑞亚的神像,否则不可能摆脱围困。某些人被派往那里,取得神像后经由海路运往罗马;随后船只停在公海中不再前行,而瑞亚神庙的女祭司却无度地大笑,并被当时的提伯河大祭司指控通奸;随后她站在海滩上向神像祈祷说:“如果我是处女,请在今日显明此事”;神像便从船上跳下,来到了女祭司的手中。
- 2.0.23οὐ γὰρ ἂν ἔδοξέ τι καὶ ὑπέλαβεν
由 ἄν 搭配过去直说语气(ἔδοξε 与 ὑπέλαβεν)构成的反事实条件句结论分句。τι 既可作为 ἔδοξε 的主语,也可作副词性限定,而后面的 ὑπέλαβεν 则承前隐含不定代词主语(“某人/任何人”)。整句表达反事实推论:若非事实,任何人断不可能想象并认定此事。
- 2.0.23τὸ σκοπεῖν τὰ ἀνομολογούμενα καὶ ἀσύμφωνα
带有定冠词的动词不定式(τὸ σκοπεῖν)置于句首,未带限定主动词,用作论题的独立标题与要点提示。随后的 χωρὶς μὲν ... χωρὶς δέ ... 则展开了考察对方的不一致与考察辩护者自身不一致的分项说明。
- 2.0.23ἢ κἂν οὐ προεβλήθη, ἀλλ’ οὖν οὐ δοκεῖ τοιοῦτος οἷος ἦν
此处出现句法断裂(破格/错综)。它承接前句的条件句结构(λύσις ἔσται... εἴ γε εἴπῃ...),通过 ἤ、ἀλλ’ οὖν 以及分词(διαβληθείς)并列了未受指控时的替代情形,主句相应的谓语部分(“须说明其原因”)被承前省略,结构极为紧缩。
