- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:140.18-142.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德《修辞学》卷二第23章中的若干论题,包括基于后果同一性的论题、基于选择变化的论题以及基于目的(动机)的论题,并引用苏格拉底的审判、向薛西斯臣服、流亡者归国、神赐财富以及悲剧作家的例子加以说明。
[b 8] καὶ ὅλως λαμβάνειν, ὅτι ταὐτόν ἐστι καὶ ἓν ἀεί, ὃ συμβαίνει ἐξ ἑκάστου ἤτοι τοῦ θνῄσκειν καὶ τοῦ γενέσθαι τοὺς θεούς. καὶ πάλιν πρὸς τοὺς κατακρίνοντας τὸν Σωκράτην καὶ θανάτου κρίνοντας ἄξιον, ὅτι ἐκ τοῦ κρίνειν τὸν Σωκράτην ἀποβαίνει τὸ μὴ δεῖν τινα φιλοσοφεῖν· ὥστε οὐ τὸν Σωκράτην κρίνετε, εἰ χρὴ θανεῖν ἢ μή, ἀλλὰ τὸ ἐπιτήδευμα αὐτοῦ ἤτοι τὴν φιλοσοφίαν, εἰ χρὴ φιλοσοφεῖν ἢ μή. [b 11] καὶ ὅτι ἐκ τοῦ διδόναι γῆν καὶ ὕδωρ τῷ Ξέρξῃ ἀποβαίνει τὸ δουλεύειν τῷ Ξέρξῃ. ὁ Φίλιππος κατηνάγκαζε τοὺς Ἀθηναίους, ἵν’ εἰρηνεύωσι μετ’ αὐτοῦ, ὥσπερ καὶ αἱ ἄλλαι χῶραι, ὁ δὲ Δημοσθένης λέγει ἀντιπίπτων ὅτι ‘τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ἤτοι τὸ εἰρηνεύειν μετὰ τοῦ Φιλίππου ἡμᾶς ὡς καὶ τοὺς λοιποὺς πάντας ἐστὶ τὸ ποιεῖν, ὃ προστάττει ὁ Φίλιππος’. [b 13] ληπτέον δὲ τὸν τόπον τοῦτον τὸν ἀπὸ τοῦ συμβαίνοντος, πρὸς ὁπότερον χρησιμεύει σοι, ἤτοι εἴτε κατηγορεῖν ὀφείλεις εἴτε ἀπολογεῖσθαι· καὶ εἴτε προτρέπειν ὀφείλεις, χρησιμεύει σοι ὁ τόπος, εἴτε πάλιν ἀποτρέπειν, καὶ οὕτως ὁ τόπος χρησιμεύει σοι. [b 13] ἄλλος τόπος ἐκ τοῦ μὴ τὸ αὐτὸ τοὺς αὐτοὺς ἀεὶ αἱρεῖσθαι· οἷον τινὲς ἐγένοντο φυγάδες καὶ ἐξόριστοι τῆς πατρίδος καὶ κατιέναι παρεκάλουν εἰς τὴν πατρίδα· εἶτα πολεμουμένῃ τῇ πατρίδι ἐβοήθησαν καὶ κατῆλθον εἰς τὴν πατρίδα· εἶτα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν πατρίδα ἐγένετο πάλιν πόλεμος· καὶ βουλευόμενοι πάλιν φυγεῖν, ἵνα μὴ πολεμῶσιν, εἰ συμβουλεύει τις αὐτοῖς μὴ δεῖν φυγεῖν, ἐρεῖ [b 15] ‘ἄτοπον, εἰ φεύγοντες μὲν καὶ ἐξόριστοι ὄντες ἐμαχόμεθα τοῖς πολεμοῦσι τὴν πατρίδα, ἵνα συγχωρηθῶμεν κατελθεῖν παρὰ τῶν πολιτῶν, κατελθόντες δὲ εἰς τὴν πατρίδα ἐκ ταύτης φευξόμεθα, ἵνα μὴ πολεμῶμεν· ὁτὲ μὲν γὰρ φυγάδες ὄντες ᾑρετισάμεθα μένειν ἐν τῇ πατρίδι1 ἀντὶ τοῦ μάχεσθαι ἤτοι ἀντὶ τοῦ πολέμου, οὗ ἐπολεμήσαμεν τοὺς πολεμοῦντας τὴν πατρίδα, ὅτε δὲ αἱρετισόμεθα τὸ μὴ μένειν ἐν τῇ πατρίδι, ἵνα μὴ μαχώμεθα καὶ πολεμῶμεν.’ [b 19] ἄλλος τόπος τὸ οὗ ἕνεκα ἂν εἴη· οἷον ἔδωκά τινι νομίσματα σκοπὸν ἔχων πάλιν ταῦτα λαβεῖν ἀπ’ αὐτοῦ, ἵνα οὕτως αὐτὸν λυπήσω, ὡς ἀφαιρεθέντων, ἃ ᾤετό με χαρίσαι αὐτῷ·2 εἰ οὖν ἐγκαλοῦμαι παρ’ αὐτοῦ ‘διὰ τί, ἃ μοι ἐχάρισας νομίσματα, ταῦτα πάλιν ἀφείλου ἀπ’ ἐμοῦ;’ ἐρῶ ‘διότι τούτου ἕνεκά σοι ταῦτα ἐχάρισα, ἵνα λαβὼν ταῦτα ἀπὸ σοῦ λυπήσω σε’· † τὸ γὰρ εἰπεῖν ἀνῆκον ἀνιαρὸν εἰς ἀφαίρεσιν. τὸ φάναι ἐν τῷ ἀνακρίνεσθαι διὰ τὸ ἀφαιρεῖν αὐτὸν τὰ νομίσματα τούτου ἕνεκα εἶναι ἢ γεγενῆσθαι ἤτοι ‘ἔλαβον ἀπὸ σοῦ τὰ νομίσματα, ἵνα σε λυπήσω’, οὗτινος ἕνεκα εἶναι ἤτοι ‘δίδωμί σοι τὰ νομίσματα’, ἢ γένοιτο ἤτοι ‘ἔδωκα’. [b 22] ‘πολλοῖς ὁ δαίμων πλοῦτον δίδωσιν οὐ δι’ εὔνοιαν’ ἤτοι οὐ διὰ τὸ φιλεῖν αὐτούς, ‘ἀλλὰ διὰ τὸ ἵνα λυπήσῃ αὐτοὺς ἐπιφανεστέρως καὶ λαμπρῶς ἐν τῷ λαβεῖν πάλιν ταῦτα ἀπ’ αὐτοῦ’. [b 25] περὶ οὗ Μελεάγρου ὁ Ἀντιφῶν γράφει, ὅτι συνῆλθον τῷ Οἰνεῖ τῷ πατρὶ τοῦ Μελεάγρου οἱ ἔκκριτοι τῶν Αἰτωλῶν, οὐχ ἵνα κτάνωσι τὸν σῦν τὸν ἐξελθόντα τὸν Ἐρυμάνθιον, ἀλλ’ ἵν’ ἴδωσι τὸν Μελέαγρον, ὅπως τὸν θῆρα ἀπέκτεινε, καὶ μαρτυρῶσι τοῦτο. [b 28] καὶ ὁ Θεοδέκτης λέγει, ὅτι ὁ Διομήδης ἔλαβε τὸν Ὀδυσσέα ἐξελθὼν εἰς τὸ ἑλεῖν τινα Τρωικόν, ὅτε ἐκράτησε καὶ τὸν Δόλωνα, οὐ τιμῶν καὶ προτιμῶν αὐτὸν τοῦ Αἴαντος, ἀλλ’ ἵνα ᾖ ὁ ἀκολουθῶν αὐτῷ ἐλάττων. [b 30] ἐνδέχεται γὰρ ποιῆσαι τοῦτο ἤτοι τὸ λαβεῖν μεθ’ ἑαυτοῦ τὸν Ὀδυσσέα ἕνεκεν τούτου ἤτοι τοῦ εἶναι αὐτὸν ἐλάττονα αὐτοῦ κατὰ τὴν ἀνδρίαν, ἵνα μὴ τὸ τρόπαιον λογισθῇ τοῦ ἀκολουθοῦντος αὐτῷ. τοῖς ἀμφισβητοῦσιν ἤτοι τοῖς δικαζομένοις, ὡς ἐπὶ τῶν δικανικῶν. [b 25] δρᾶμα τοῦ λεγομένου Μελεάγρου ἐποίησεν ὁ Ἀντιφῶν. [b 31] καὶ σκοπεῖν καὶ ἐκεῖνα, ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσι τὴν πρᾶξιν. [b 33] εἰσὶ δὲ ταῦτα τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ὠφέλιμον, ἅτινα, ταῦτα εἰ μὴ ὑπάρχει ἤτοι εἰ μὲν ὑπάρχει τὸ δυνατὸν γενέσθαι καὶ ῥᾳδίως τῷ πράγματι,3 ἔστι δὲ δυνατὸν ἢ αὐτῷ τῷ ἐπιχειροῦντι ποιῆσαι ἢ τῷ φίλῳ, δεῖ πράττειν. ὁμοίως δεῖ πράττειν, καὶ εἰ ἔστι βλαβερὸν τοῖς ἐχθροῖς. [b 35] ἢ εἰ μὲν τὸ πρᾶγμα, ὃ δεῖ ποιῆσαι, ἐστὶ πολλοῦ ἄξιον, ἡ δὲ ζημία, ἣν ἔπαθεν εἰς τὸ κτήσασθαι τὸ πρᾶγμα, 〈ἐλάττων〉 (ἴσως γὰρ κατεβάλου νομίσματα εἰς τὴν κτῆσιν αὐτοῦ), ἐπιχειρητέον εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα.
总的来说,应当认定:由神明死亡和神明出生这两者中各自得出的后果,始终是相同且唯一的。同样,针对那些定罪苏格拉底并判处他死刑的人,也可以说:由于审判苏格拉底,得出了人不应当从事哲学的后果;因此,你们不是在审判苏格拉底是否应当去死,而是在审判他的志业即哲学,审判人是否应当从事哲学。 同样,向薛西斯献上土地和水,得出的后果就是臣服于薛西斯。腓力曾强迫雅典人同他媾和,正如其他城邦所做的那样;而德摩斯梯尼提出反对说:“参与共同的和平,即我们像其余所有人那样同腓力媾和,就是去行腓力所吩咐之事。” 应当采用这种基于后果的论题,无论它对你的哪种目的有用,即无论你应当控告还是应当辩护;无论你应当劝勉,这个论题对你是有用的,还是反过来用于告诫,同样这个论题也对你是有用的。 另一个论题源于:相同的人并不总是做出相同的选择。例如,有些人成为祖国的逃亡者和流放者,并恳求返回祖国;随后祖国遭遇战争,他们施以援手并回到了祖国;随后在进入祖国之后,再次爆发了战争;当他们商议再次逃跑以免参战时,如果有人建议他们不应当逃跑,他就会说: “如果我们作为逃亡者和流放者时,曾与攻打祖国的人作战,以便获准被公民们接纳返回,而如今返回祖国后却要为了免于参战而逃离祖国,那是荒谬的。因为以前我们身为流放者时,选择了留在祖国以换取作战,即换取我们攻打那些侵犯祖国之人的战争;而如今我们却将选择不留在祖国,以免交战和打仗。” 另一个论题是:事情本为了何种目的。例如,我给了某人钱财,意图日后从他那里收回,以便通过夺走他以为我赠予他的东西来使他痛苦。因此,如果我被他指责说“你为何把赠予我的钱财又从我这里夺走?”,我将回答说:“因为我赠予你这些正是为了这个目的,即为了从你那里收回它们以使你痛苦。”因为关于夺取的令人痛苦的言语正适用于夺取。在因夺走钱财而被讯问时宣称,这是为了这个目的存在或发生过的——即“我从你那里拿走钱财,是为了使你痛苦” ——也就是它为何目的存在,即“我给你钱财”,或者发生过,即“我给了钱”。 “神明赐予许多人财富并非出于善意”,即并非因为爱他们,“而是为了在日后从他们那里收回财富时,更显著、更耀眼地使他们痛苦”。 安提丰论及这位墨勒阿戈洛斯时写道,埃托利亚人的菁英聚集到墨勒阿戈洛斯的父亲俄纽斯那里,并非为了杀死那头出来的厄律曼托斯野猪,而是为了看墨勒阿戈洛斯如何杀死这头野兽,并对此作证。 塞俄得克忒斯也说,狄俄墨得斯在出击擒拿特洛伊人时(当时他也制服了多隆),之所以带上奥德修斯,并非出于尊崇他并置于埃阿斯之上,而是为了使跟随他的人较为逊色。 因为他完全可能是为了这个缘故才做出此事,即带上奥德修斯,原因就在于他在勇气上逊色于自己,以免胜利的战功被归于跟随他的人。这是针对争辩者,即诉讼者而言的,正如在法庭论辩中那样。 安提丰创作了所谓的《墨勒阿戈洛斯》悲剧。 还要考察人们为了何种目的去行事或避免某种行为。 这些就是可能、容易和有益。如果这些条件不具备——即如果该事物具备可能与容易的性质,并且对于尝试者本人或其朋友而言都是可以做到的——就应当去行。同样,如果对敌人有害,也应当去行。 或者,如果应当做的事情价值很大,而为了获得该事物所遭受的损失较小(因为你或许为了获得它投入了钱财),就应当着手去做这件事。
- 2.0.23ὁτὲ μὲν γὰρ φυγάδες ὄντες ᾑρετισάμεθα μένειν ἐν τῇ πατρίδι ἀντὶ τοῦ μάχεσθαι ἤτοι ἀντὶ τοῦ πολέμου, οὗ ἐπολεμήσαμεν τοὺς πολεμοῦντας τὴν πατρίδα, ὅτε δὲ αἱρετισόμεθα τὸ μὴ μένειν ἐν τῇ πατρίδι
ὁτὲ μέν 与 ὅτε δέ(写本异文,含义相当于 νῦν δέ 或 ἄλλοτε δέ)构成呼应对比,展现过去与现在的选择矛盾:“从前我们流亡时选择了……,而如今我们却将选择……”。介词短语 ἀντὶ τοῦ μάχεσθαι(以作战为交换)则表示为了获得留在祖国的权利而付出的代价。
- 2.0.23ὡς ἀφαιρεθέντων, ἃ ᾤετό με χαρίσαι αὐτῷ
由 ὡς 引导的属格绝对结构(ἀφαιρεθέντων 为中性复数不定过去时被动分词)。其主语相当于包含先行词的关系分句 ἃ ᾤετό με χαρίσαι αὐτῷ(他以为我赠予他的那些东西),表示主观的理由或情境:“以他以为我赠予他的东西被夺走为由”。
- 2.0.23ἅτινα, ταῦτα εἰ μὴ ὑπάρχει ἤτοι εἰ μὲν ὑπάρχει τὸ δυνατὸν γενέσθαι καὶ ῥᾳδίως τῷ πράγματι
一种口语式破格修正结构:在用 ἅτινα ταῦτα 总结前述的三种属性(可能、容易、有益)之后,原本打算使用否定条件(εἰ μὴ ὑπάρχει),但随即通过纠正词 ἤτοι 改写为肯定条件(εἰ μὲν ὑπάρχει...)。
