- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:138.25-140.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段基于亚里士多德《修辞学》卷二第23章,注解了通过划分部分进行的论辩(灵魂与苏格拉底之例)、基于后果与附随物的劝戒论题(卡利普斯的修辞术、本质对立与偶然对立的区分、足外翻的比喻)、利用公开表态与私下立场的背离进行反驳的论题,以及由产生同一结果的两个前提进行推论的论题。
[a 4] καὶ πάλιν ὁ Ἰσοκράτης φησίν, ὅτι Εὐαγόρας σπουδαῖος· δῆλον δέ ἐστι, διότι καὶ ὁ Κόνων στρατηγὸς ὢν τῶν Ἀθηναίων καὶ ἔνδοξος δυστυχήσας εἰς τὸν Εὐαγόραν ἦλθε κρίνας αὐτὸν σπουδαῖον· ἔχομεν ἐκ τῆς κρίσεως τοῦ Κόνωνος, ὅτι ὁ Εὐαγόρας σπουδαῖος. [a 7] ὅτι δὲ ἡ ψυχὴ κίνησις οὐκ ἔστι, δῆλόν ἐστιν ἐκ τοῦ λαβεῖν τὰ μέρη τῆς κινήσεως· ἐπειδὴ γὰρ ἡ ψυχὴ οὔτε ἥδε ἡ κίνησίς ἐστιν ἤτοι γένεσις οὔτε ἥδε ἤτοι φθορὰ οὔτε αὔξησις οὔτε φθίσις οὔτε κατὰ τόπον μεταβολή, λοιπὸν κίνησις οὐκ ἔστι ψυχή. καὶ παράδειγμα ἐκ τοῦ Σωκράτους, περὶ οὗ Θεοδέκτης ποιητὴς ὤν φησι λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεώς φησιν1 ‘εἰς ποῖον ἱερὸν ἠσέβηκεν ὁ Σωκράτης; ἢ τίνας θεοὺς οὐ τετίμηκεν;’ ἀσεβὴς γὰρ ἐκρίνετο. [a 10] ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ἕπεσθαι τῷ αὐτῷ καὶ ἑνὶ πράγματι, εἰ καὶ ἀγαθόν, καὶ κακόν. [a 12] οἷον τῇ παιδεύσει ἕπεται τὸ φθονεῖσθαι κακὸν ὄν, ὁμοίως ἕπεται αὐτῷ καὶ τὸ σοφὸν γενέσθαι ἀγαθὸν ὄν. δεῖ γοῦν ἐκ τοῦ ἀκολουθοῦντος καὶ τοῦ ὑστέρου προτρέπειν ὅτι ‘δεῖ παιδεύεσθαι, ἵν’ ἐκ τούτου σοφὸς γένηται’ ἢ ἀποτρέπειν οἷον ‘οὐ δεῖ παιδεύεσθαί τινα, ἵνα μὴ φθονῆται παρὰ τῶν πολιτῶν’. [a 16] ὁ Κάλλιππος ἦν ῥήτωρ· καὶ ἡ τέχνη αὐτοῦ οὗτος ὁ λόγος ἦν ἤτοι τοῦτο ἐδίδασκε τὸ ἐπιχειρεῖν ἐκ τοῦ ἑπομένου προσλαμβάνουσα2 καὶ τὸ δυνατὸν καὶ τὰ ἄλλα ἤτοι τὸ ἀδύνατον, τὸ συμφέρον, τὸ ἀσύμφορον, οἷον ‘δεῖ παιδεύεσθαι· δυνατὸν γὰρ ἢ συμφέρον ἐστὶ σοφὸν γενέσθαι’· ἢ ἐὰν ἀποτρέπῃς, ἐπιχείρει λέγων ‘οὐ δεῖ παιδεύεσθαι· ἀδύνατον γὰρ σοφόν τινα γενέσθαι’. [a 17] ἄλλος τόπος χρησιμεύων εἰς τὸ προτρέπειν ἢ ἀποτρέπειν, ὅταν λάβῃς δύο ἀντικείμενα, οἷόν ἐστι τὸ δίκαιον καὶ τὸ ἄδικον, καὶ ἐπιχειρήσῃς ἐξ αὐτῶν, οἷον ‘εἰ τὰ δίκαια λέγεις, μισήσουσί σε οἱ ἄνθρωποι’. [a 18] ἔστι δὲ τῷ προτέρῳ τρόπῳ χρῆσθαι καὶ ἐπ’ ἀμφοῖν ἤτοι τῷ προτρέπειν καὶ ἀποτρέπειν. πρότερον τρόπον λέγει, ἐν ᾧ ἔλεγεν ‘εἰ λάβῃς τὰ ἑπόμενά τινι, εἴ γε αὐτῷ καὶ ἀγαθὸν καὶ κακόν’. [a 19] διαφέρει δὲ οὗτος ὁ τρόπος τοῦ προτέρου, διότι ἐν μὲν τῷ τρόπῳ τούτῳ λαμβάνομεν ἐναντία κυρίως, οἷον δίκαιον καὶ ἄδικον, ἐν δὲ τῷ προτέρῳ τρόπῳ ἐλαμβάνομεν τὰ τυχόντα ἐναντία, οἷον τῇ παιδείᾳ ἐλέγομεν ἕπεσθαι τὰ τυχόντα ἐναντία ἤτοι τὸ φιλοσοφεῖν καὶ τὸ φθονεῖσθαι· ταῦτα δέ, τὸ φθονεῖσθαι καὶ τὸ φιλοσοφεῖν, κυρίως ἐναντία οὔκ εἰσιν. [a 25] καὶ τὸ ἕλος καὶ οἱ ἅλες ἀντικείμενά εἰσιν οὐ κυρίως, καὶ τῷ μὲν ἕλει ἕπεται τὸ σύνδενδρον, τὸ εὐκραὲς τοῦ ἀέρος καὶ εὔκρατον, τῷ δὲ ἅλατι ἕπεται τὸ ἐπὶ σήψει λαμβάνεσθαι. εἰσὶ δὲ καὶ τὰ ἑπόμενα ἀντικείμενα. [a 26] βλαισοὶ πόδες λέγονται οἱ τῆς σαύρας· τὸ μὲν γὰρ μέρος τοῦ ποδὸς αὐτῆς ἐστιν ἔξω, τὸ δὲ ἔσω· καὶ βλαίσωσις τοῦτό ἐστιν, ὅταν λάβῃς δύο ἀντικείμενα καὶ ἕπεται τῷ ἑνὶ καὶ ἀγαθὸν καὶ κακὸν καὶ πάλιν τῷ ἑτέρῳ ὁμοίως ἕπεται καὶ ἀγαθὸν καὶ κακόν, ὃ λέγεται ἔσω καὶ ἔξω. [a 27] εἰσὶ δὲ ἑκάτερα τὰ ἑπόμενα ἑκατέροις ἐναντία, οἷον τόδε τὸ ἀγαθόν ἐστιν ἐναντίον 〈τῷδε〉 τῷ ἀγαθῷ καὶ τὸ κακὸν τῷ κακῷ. [a 28] φανερῶς μὲν καὶ πρὸς τὸν δῆμον δημηγοροῦντες ἐπαινοῦσι τὰ δίκαια, ἄλλα δὲ βούλονται ἰδίᾳ καὶ καθ’ ἑαυτοὺς ἢ καὶ πρὸς ἕνα λέγοντες ἐπαινοῦσι τὰ συμφέροντα καὶ ταῦτα ἄδικα ὄντα· ἐκ τούτων ἐπιχειρεῖν τὸ ἕτερον, οἷον ‘εἰ καὶ τὰ δίκαια λέγεις εἰς πλῆθος, ἀλλ’ ἕτερον βούλει καὶ ἰδίᾳ συμβουλεύεις’ ἢ τοὐναντίον ‘εἰ καὶ ἰδίᾳ συμβουλεύεις τὸ συμφέρον, ἀλλ’ εἰς πλῆθος λέγεις τὰ δίκαια’. [b 2] τοὺς μὲν μισθοφόρους ἐπιεικεῖς ὄντας καὶ ἀγαθοὺς ποιεῖσθε πολίτας, τοὺς δὲ πεπραγμένους ἀνήκεστα καὶ φαῦλα3 οὐ ποιήσετε φυγαδίας καὶ ἐξορίστους; [b 4] ἕτερος τόπος, ὅταν τὸ συμβαῖνον καὶ τὸ ἀποτέλεσμα ἐστι ταὐτὸ καὶ ἕν, οἷον τὸ μὴ εἶναι θεούς, εἰσὶ δὲ δύο· οἷον τὸ γενέσθαι θεοὺς καὶ τὸ θνῄσκειν, ἐξ ὧν συνέβη τὸ μὴ εἶναι θεούς· εἴτε γὰρ δώσεις τὸ γενέσθαι τοὺς θεούς, συμβαίνει τὸ μὴ εἶναί ποτε τοὺς θεούς, εἴτε δὲ δώσεις τὸ θνήσκειν τοὺς θεούς, συμβαίνει πάλιν τὸ αὐτὸ ἤτοι τὸ εἶναι καιρόν, καθ’ ὃν θεοὶ οὐκ ἦσαν· ἐπεὶ οὖν ἐκ τῶν δύο τὸ αὐτὸ συμβαίνει ἀποτέλεσμα, καὶ αὐτά εἰσι ταὐτά.
伊索克拉底又说,埃阿戈拉斯是优秀的。这也显而易见,因为身为雅典人将军且声名显赫的科农在遭遇不幸时,也是判定埃阿戈拉斯优秀而投奔了他;我们从科农的判定中得知埃阿戈拉斯是优秀的。 至于灵魂不是运动,这从考察运动的各个部分来看是显而易见的;因为灵魂既不是这种运动即生成,也不是那种运动即毁灭,既不是生长,也不是衰减,更不是空间位置的变化,因此灵魂不是运动。还有一个来自苏格拉底的例子,身为诗人的塞俄得克忒斯在论及他时,列举并划分了城邦的各个圣域后说道:“苏格拉底对哪座神庙不敬了?或者他不曾尊崇哪些神明?”因为他曾被判定为不敬神者。 通常情况下,伴随同一种且单一的事物的,无论有好处,也必有坏处。 例如,受教育伴随着遭嫉妒,这是一件坏事;同样,受教育也伴随着成为智者,这是一件好事。因此,应当根据随之而来和后继的事物来劝勉说“应当受教育,以便由此成为智者”,或者告诫说“人不应当受教育,以免遭到公民们的嫉妒”。 卡利普斯是一位修辞学家;他的修辞术就是这种言论,即他教导根据后果来进行论辩,并附带引入可能以及其他方面,即不可能、有利、无利,例如“应当受教育;因为成为智者是可能的或有利的”;或者如果你在告诫,就论辩说“不应当受教育;因为任何人都不可能成为智者”。 另一个用于劝勉或告诫的论题是:当你选取两个对立事物,如正义与不正义,并由此进行论辩时,例如“如果你说正义之言,人们必将憎恨你”。 前一种方式也可以在两者即劝勉和告诫上加以运用。他所谓的“前一种方式”,指的是他在其中曾说“如果你选取伴随某事的事物,如果确实善与恶都伴随着它”。 这种方式与前一种方式的区别在于:在这种方式中我们选取的是严格意义上的相反者,如正义与不正义;而在前一种方式中我们选取的是偶然的相反者,例如我们曾说伴随教育的是偶然的相反者,即从事哲学和遭嫉妒;但这遭嫉妒与从事哲学并不是严格意义上的相反者。 沼泽与盐也是对立物,但不是严格意义上的;伴随沼泽的是树木茂密以及空气温和宜人,而伴随盐的则是用于防止腐败。伴随而来的事物本身也是对立物。 蜥蜴的脚被称为外翻足;因为它的脚一部分朝外,另一部分朝内。所谓外翻就是:当你选取两个对立事物,一个事物伴随着善与恶两者,而另一个事物同样也伴随着善与恶两者,这被称为向内与向外。 伴随两者各自的事物彼此相反,例如这里的善与那里的善相反,恶与恶相反。 在公开面向民众发表演说时,他们赞美正义之事;但私下里他们意欲别的事物,在独处或对单个人说话时,他们赞美有利之事,哪怕这些事是不正义的。根据这些情况可以论辩其中一方,例如“即使你向大众讲述正义之事,但你却意欲别的事并在私下如此建议”,或者反过来“即使你在私下建议有利之事,但你向大众讲述的却是正义之事”。 “你们既然使雇佣兵因公平善良而成为公民,难道对那些犯下了无可挽回的卑劣罪行的人,反而不把他们变为逃亡者和流放者吗?” 另一个论题是:当结果和结局是同一且唯一的(例如神明不存在),但〔前提〕事物有两个时,例如神明出生和神明死亡,由它们得出了神明不存在的结果;因为无论你承认神明出生,都会得出曾经有时神明不存在的结果;而无论你承认神明死亡,同样会得出相同的结果,即存在一个神明不存在的时期;既然由这两者得出了相同的结果,那么这两者本身也是相同的。
- 2.0.23λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεώς φησιν
在句首的 Θεοδέκτης ποιητὴς ὤν φησι 之后,动词 φησιν 在分词短语 λαβὼν καὶ διαιρήσας τὰ τεμένη τῆς πόλεως 之后赘述复出。语法主语是塞俄得克忒斯,第二个 φησιν 用以重新提起主句并引出直接引语。
- 2.0.23προσλαμβάνουσα
阴性主格单数分词 προσλαμβάνουσα 在性和数上与句子的主语阴性名词 ἡ τέχνη αὐτοῦ(他的技艺)相一致。尽管中间插入了解释性的动词 ἐδίδασκε,该分词在语法上仍修饰 ἡ τέχνη。
- 2.0.23τοὺς δὲ πεπραγμένους ἀνήκεστα καὶ φαῦλα
完成时中被动态分词 πεπραγμένους 在此作中动态/能动态意义使用,支配直接宾语 ἀνήκεστα καὶ φαῦλα(无可挽回的卑劣之事)。其含义是“犯下此类恶行的人”,而非“遭受恶行的人”。
