- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:13.4-14.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本段注解亚里士多德《修辞学》第一卷第四章(1359a30–b27),阐明审议的对象不是必然、不可能或纯属偶然之事,而是取决于人类决意且有均等可能性的事务;进而确认修辞学是一种潜能而非特定学科,并着手分析政治审议的五大主题,首先详述财政(收入与开支)。
4. Πρῶτον δὲ ῥητέον, περὶ τίνων βουλεύεταί τις· δῆλον γὰρ ὡς οὐ περὶ ἀναγκαίων οὐδὲ περὶ ἀδυνάτων βουλεύσεται, ἀλλὰ περὶ τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν. [a 34] οὐδὲ δὴ περὶ τῶν ἐνδεχομένων πάντων· οὐ γὰρ περὶ τοῦ ἐπ’ ἔλαττον ἐνδεχομένου βουλεύσεταί τις, οἷον εἰ δεῖ εὑρεῖν θησαυρὸν βαδίζοντα, οὐδὲ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων (τοῦτο γὰρ τῆς φύσεως, τὸ πενταδάκτυλον ποιεῖν ὡς ἐπὶ τὸ πολύ),1 ἀλλὰ περὶ τῶν ἐπ’ ἴσης, ἃ τῆς ἡμετέρας εἰσὶ προαιρέσεως καὶ εἰς ἡμᾶς καὶ εἰς τὸν ἀρχηγὸν νοῦν ἀνάγονται. [a 39] καὶ ὧν ἡ ἀρχὴ τῆς γενέσεως ἐφ’ ἡμῖν ἐστι· μέχρι γὰρ τούτου σκοποῦμεν, ἕως ἂν εὕρωμεν, εἰ ἡμῖν δυνατὰ πραχθῆναι. βουλόμενος δὲ εἰπεῖν περὶ πέντε ἁπλῶς τινων βουλεύεσθαι τὸν ὑποτιθέμενον φησίν, ὅτι τὰ καθ’ ἕκαστα λέγειν, περὶ ὧν τις βουλεύεται, ἀμήχανον μᾶλλον ἢ ἀστέρας ἀριθμεῖν, ἐπεὶ καὶ τὰ καθ’ ἕκαστα ἄπειρα, ἔτι δὲ καὶ τὸ διορίσαι περὶ αὐτῶν ἀκριβῶς πάντων, πόσα εἰσί, περὶ ὧν ἡ συμβουλή, ἀδύνατον· τῆς γὰρ ῥητορικῆς καὶ διαλεκτικῆς, ἐπεὶ δυνάμεις εἰσίν, ἴδιον τὸ μὴ περὶ ὡρισμένον ὑποκείμενον στρέφεσθαι ἀλλὰ περὶ πολλά. [b 5] οὐ δεῖ γοῦν κατὰ τὸν παρόντα καιρόν, καθ’ ὃν περὶ δυνάμεως τῆς ῥητορικῆς διαλεγόμεθα, τὸ ὡρισμένον ζητεῖν καὶ τὸ ὅσον ἐνδέχεται· οὐ γὰρ τοῦτο τῆς ῥητορικῆς οἰκεῖον. ἀλλὰ τίνος; ἐρωτᾷς. ἐμφρονεστέρας ἐπιστήμης, γεωμετρίας, ἀριθμητικῆς καὶ τῶν ἄλλων. ἔα γοῦν, μὴ ζήτει τὸ ἀκριβὲς διὰ τὸ μήτε ῥητορικῆς εἶναι τοῦτο καὶ διὰ τὸ [b 7] πλείω δεδόσθαι 〈καὶ νῦν〉αὐτῇ τῶν οἰκείων θεωρημάτων, ὅπερ ἐστὶ ταὐτὸν τῷ ‘καίτοι καὶ νῦν πολλὰ ἀπεχαρισάμεθα αὐτῇ καὶ ἀρκείσθω ἐν αὐτοῖς πλείω τοῦ δέοντος λαβοῦσα, ἱκανῶς ἐχέτω χάριν λαβοῦσα παρ’ ἡμῶν μείζω τῆς ἰδίας δυνάμεως’. τίνα χάριν δεδώκαμεν; ὅτι σύγκειται καὶ μετέχει διαλεκτικῆς καὶ ἠθικῆς καὶ σοφιστικῆς τυχόν, ἡνίκα τὸν κώνωπά τις ἀποδεικνύει ἴσον τῷ λέοντι. [b 12] ὅσῳ δ’ ἄν τις βιάσαιτο τὴν διαλεκτικὴν ἢ τὴν ῥητορικὴν κατασκευάζειν οὐχὶ δυνάμεις ἀλλ’ ἐπιστήμας ὑποκειμένων τινῶν ὡρισμένων, λήσεται τὴν φύσιν αὐτῶν ἀφανίσας,2 ὥσπερ εἰ καὶ τῇ σιμότητι σπουδάσει τις ἐπιδοῦναι τὸ μέσον τῆς ἀκριβοῦς θέσεως τῆς ῥινός, ἀφανίσει τὸν λόγον τῆς σιμότητος· ἀφανίσει γοῦν τὴν δύναμιν τῆς ῥητορικῆς τις καὶ τῆς διαλεκτικῆς ἐπισκευάζων εἰς ἐπιστήμας ὑποκειμένων τινῶν πραγμάτων ὡρισμένων, ἀλλὰ μὴ μόνον λόγων ἐπιστήμας ἢ δυνάμεις ἐν πολλοῖς καὶ ἀορίστοις καὶ διαφόροις θεωρουμένας ὑποκειμένοις [καὶ] πράγμασιν. [b 16] ὅμως, ἔχοντος τοῦ πράγματος οὕτω καὶ τῆς ῥητορικῆς οὐχ ὡρισμένα τὰ ὑποκείμενα ἐχούσης, ὅσα πρὸ ἔργου, εἴπωμεν,3 ἤτοι ὅσα τὸ παρὸν ἔργον καὶ ἡ παροῦσα ἐγχείρησις ἀπαιτεῖ, διέλωμεν νῦν· ταῦτα γὰρ καὶ τῇ πολιτικῇ ἐπιστήμῃ σκέψιν ὑπολείπουσιν. ὃ δὲ λέγει, τοιοῦτον· ὅσα τῷ συμβουλευτικῷ εἴπωμεν ὑποκεῖσθαι πρὸς σκέψιν, ταῦτα φαίνονται καὶ τῷ πολιτικῷ ὑποκεῖσθαι. τοῦτο δὲ δῆλον ἔσται οὕτως· [b 20] πέντε ὑπόκεινται τῷ συμβουλευτικῷ, τὸ περὶ πόρων ἤτοι χρημάτων συμβουλεύειν, τὸ περὶ πολέμου καὶ εἰρήνης, τὸ περὶ φυλακῆς τῆς χώρας, τίνα δεῖ εἰσάγειν, ὧν χρῄζει πάντως ἡ πόλις, καὶ τίνα ἐξάγειν, ἃ περιττὰ τῇ πόλει δηλονότι, καὶ περὶ νομοθεσίας· ταῦτα δὲ καὶ ὁ πολιτικὸς σκοπεῖ καὶ περὶ τούτων βουλεύεται. [b 24] τὸν μὲν οὖν περὶ χρημάτων μέλλοντα συμβουλεύειν δέοι ἂν τὰς προσόδους εἰδέναι τῆς πόλεως καὶ τίνες εἰσὶ καὶ πόσαι, ὅπως, εἴτε λείπεται πρόσοδος, προστεθῇ, ὥσπερ ἡνίκα δεκάτας συμβουλεύει τις γενέσθαι ἢ ὅτε συμβουλεύει Δημοσθένης τὰ θεωρικὰ χρήματα γενέσθαι πολέμου παραναλώματα· ἐλάττων δὲ οὖσα προστίθεται, ἡνίκα αἱ ὑποτελεῖς πόλεις πεντήκοντα τάλαντα διδοῦσαι ὀφείλουσι διδόναι ἑκατόν. [b 26] ἔτι δὲ δεῖ τὰς δαπάνας εἰδέναι τῆς πόλεως, ὅπως εἴ τίς ἐστι περιττὴ δαπάνη καὶ ἀνωφελὴς κόπτηται, ὡς ἡνίκα τρέφει ἡ πόλις ἵππους δρομικοὺς χάριν τοῦ σταδίου καὶ ἀνθρώπους σταδιοδρόμους καὶ ἡνιόχους· δεῖ γὰρ ταύτην ἀφαιρεθῆναι καὶ ἐκβληθῆναι τὴν δαπάνην· [b 27] καὶ εἴ τις μείζων ἐλάττων γένηται, ὡς ἡνίκα ἔχει ναυτικὸν ἡ πόλις τριήρεων τετρακοσίων τυχόν, ἀρκουμένη ταῖς ἡμισείαις. οὐ μόνον γὰρ εἰ προστιθέασιν οἱ πολῖται τοῖς χρήμασι χρήματα καὶ ταῖς προσόδοις προσόδους, εἰ δεκάτας ἐπινοοῦσι καὶ τῶν νηῶν πορθμεῖα, πλουσιώτεροι γίνονται, ἀλλὰ καὶ εἰ ἀφαιροῦσι τέλεον τὰ 〈περιττὰ〉 δαπανήματα, ὥσπερ εἰ κόψειέ τις τέλεον τὰ πάλαι τοῖς ἀξιώμασι διδόμενα κατ’ ἔτος, εἴτε τὰ ἡμίση παρέχουσιν ἀντὶ τοῦ διπλασίου, οἷον εἰ τριήρεις ἔχοντες ὡς εἴρηται τόσας, ὑποδιπλασίους κατέλειψαν, τὰς ἄλλας παρεικότες ὡς ἀχρήστους τῇ πόλει τυχόν.
4. 首先必须说明,人们是就哪些事物进行审议;因为显然人们既不就必然的事物审议,也不就不可能的事物审议,而是就能够以其他方式存在的事物进行审议。 当然也并非就所有偶然的事物审议;因为没有人会就极少可能发生的事物进行审议——比如某人在走路时是否应当捡到宝藏——,也不就通常发生的事物审议(因为通常生出五指乃是自然的事情),而是就具有均等可能性的事物进行审议,这些事物属于我们的抉择,并可归溯于我们以及起支配作用的理智。 并且审议那些产生之本原在于我们自身的事物;因为我们考察直到这一点为止,直到我们发现它们是否可能由我们来做成。他想要指出提出建议者单单就五类事物进行审议,因此说道,陈述人们就何种个别事物进行审议,比数清天上的星星更不可能,因为个别事物也是无限的;此外,要准确界定关于建议所针对的所有个别事物到底有多少,也是不可能的;因为修辞学和辩证法既然作为潜能,其固有特性便是不围绕某一确定的主干对象,而是围绕诸多对象展开。 无论如何,在讨论修辞学这一潜能的当前时刻,不应当去寻求确定的事物以及竭尽所能的详尽;因为这并非修辞学所固有。你问:那属于什么呢?属于更严密的科学,即几何学、算术以及其他各科。因此随它去吧,不要寻求这种精确性,这既因为此种精确性不属于修辞学,也因为它已被赋予了超出其固有定理的东西[即便在眼下];这正如说:“尽管眼下我们也已经惠赐了它许多,既然它所得到的已超过所当得的,就让它以此为满足吧;既然它从我们这里得到了超出自身潜能的恩惠,就应当充分感激。”我们赋予了什么恩惠呢?即它是组合而成的,并且分有辩证法、伦理学,甚至在有人论证蚊子与狮子相等的场合分有智者之术。 某人越是竭力将辩证法或修辞学构造成并非潜能而是关于某些确定主干对象的科学,他就会越在不知不觉中消灭它们的原初本性;这正如有人若试图把鼻子的准确位置之居中性赋予塌鼻,他就会消灭塌鼻的定义;无论如何,若有人把修辞学和辩证法的潜能改造成关于某些确定事物的科学,而不是仅仅作为关于论辩的科学或在许多不定且多样的底层事物中被考察的潜能,他就会消灭修辞学和辩证法的能力。 然而,尽管事情如此,且修辞学并不拥有确定的主干对象,我们还是应当陈述那些合乎本旨的事项,即陈述当前的使命与当前的探究所要求的内容,让我们现在就来予以区分;因为这些事项也给政治科学留下了探究的余地。他所说的意思是这样的:凡是我们说属于审议演说家的考察范围之事物,看来同样属于政治家。而这一点将通过以下方式显明: 有五类事物归于审议演说家的范围:就财源即钱财提出建议,就战争与和平提出建议,就国土防卫提出建议,就必须进口哪些城邦无论如何都需要的事物以及必须出口哪些显然对城邦属于多余的事物提出建议,以及关于立法提出建议;而政治家也考察这些事物,并就它们进行审议。 因此,将要就钱财提出建议的人,必须通晓城邦的收入,知晓它们是何种性质以及数额有多大,以便在收入不足时能够增加,正如有人建议征收什一税时,或者德摩斯梯尼建议将节日观剧费充作战争额外开支时那样;而在收入偏少时则加以追加,正如向来缴纳五十塔兰同的朝贡城邦应当缴纳一百塔兰同那样。 此外,他还必须通晓城邦的开支,以便若有任何多余无益的开支便将其削减,正如当城邦为了赛场而饲养赛马并养育竞技赛跑者与御者时那样;因为这一开支必须予以取消并废除;并且如果有任何过大的开支,可以使之缩减,正如当城邦拥有四百艘三列桨座战船的海军,却满足于其半数时那样。因为公民们不仅在钱上加钱、在收入上增加收入时会变得更富裕——如果他们构想出什一税和船只的渡运税——,而且在完全免除多余的开支时也会更富裕,正如有人完全取消历来每年拨给显贵职位的款项那样,或者在以半数取代加倍支出时,比如拥有如前所述的这许多三列桨座战船,却保留其半数,而把其余船只作为对城邦无用之物予以退役一样。
- 1.0.4τοῦτο γὰρ τῆς φύσεως, τὸ πενταδάκτυλον ποιεῖν ὡς ἐπὶ τὸ πολύ
τῆς φύσεως 为表征特征的属格作谓语(“属于自然的本性/职分”)。带冠词的不定式短语 τὸ πενταδάκτυλον ποιεῖν(“生成五指之物”)与主语代词 τοῦτο 构成同位语,进一步具体指明其内容。
- 1.0.4λήσεται τὴν φύσιν αὐτῶν ἀφανίσας
λανθάνω 搭配补充性分词(ἀφανίσας)的常见用法,表示“在不知不觉中……做某事”。将来时 λήσεται 与不定过去时分词 ἀφανίσας 结合,说明行为者在未曾察觉的情况下消灭了它们的原初本性。
- 1.0.4ὅσα πρὸ ἔργου, εἴπωμεν
关系代词从句 ὅσα πρὸ ἔργου [ἐστί] 作劝勉性虚拟语气 εἴπωμεν(“让我们陈述”)的宾语。介词短语 πρὸ ἔργου 为固定搭配,意为“合乎本旨/适于工作”,紧接着被后文的 ἤτοι ὅσα τὸ παρὸν ἔργον καὶ ἡ παροῦσα ἐγχείρησις ἀπαιτεῖ(“即当前的使命与当前的探究所要求的内容”)予以阐释说明。
