← 佚名

亚里士多德《修辞学》佚名评注

§136.32-138.25

基于定义的考查、划分与权威判定的论题

注释者处理了亚里士多德《修辞学》卷二第23章中基于定义、划分部分以及权威判定的论题,通过苏格拉底、曼提阿斯及复仇女神等具体例证解释了各论证形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.23#3

[a 22] κατηγορεῖ τις τοῦ Ἀλεξάνδρου ὡς ἀκολάστου καί φησιν, ὅτι μὴ κόσμιος ἤτοι ἀκόλαστος ἢ μὴ ἐρῶν ἑνὸς σώματος· ὁ γὰρ σώφρων ἑνὸς ἐρᾷ· ἐπεὶ δὲ καὶ ὁ Ἀλέξανδρος πολλῶν σωμάτων ἐρᾷ, λοιπὸν κόσμιός ἔστιν οὔ. [a 24] καὶ πάλιν Σωκράτης ἐρωτηθείς, διὰ τί οὐ βαδίζει πρὸς τὸν Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων καὶ ταῦτα πολλὰ παρ’ αὐτοῦ εὐεργετηθείς,1 ἔφη ‘διότι εὖ παθὼν παρ’ αὐτοῦ οὐ δύναμαι ὁμοίως καὶ ἐπ’ ἴσης ἀμῦναι καὶ βοηθῆσαι αὐτῷ καὶ ὠφελῆσαι αὐτόν, ὥσπερ τῷ παθόντι κακῶς παρά τινος ὕβρις ἐστὶ τὸ μὴ δύνασθαι ἀντιδρᾶσαι ὁμοίως αὐτὸν κακῶς καὶ ἀνταμῦναι’. [a 29] τὸ ὀρθὸν σημαίνει πολλά· λαμβάνεται γὰρ καὶ ἐπὶ ξύλου, ὅτι ὀρθόν ἐστι τόδε τὸ ξύλον, καὶ ἐπὶ λόγου ‘ὀρθὸς ὁ λόγος ἐστί’ καὶ ‘ὀρθῶς ἐδίδαξας’. [a 31] εἰ γοῦν ἐγὼ διὰ τὰ δύο οὐκ ἠδίκησά σε, διὰ δὲ τὸ τρίτον οὐδὲ αὐτοὶ λέγετε ἀδικηθῆναι παρ’ ἐμοῦ, λοιπὸν ὑμᾶς οὐκ ἠδίκησα. [a 32] ἡ Πεπάρηθος ἢ νῆσός ἐστιν ἡ γυνὴ ἐκ τῆς Πεπαρήθου· φησὶν αὕτη, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες ἤτοι αἱ μητέρες διορίζουσι καὶ μαρτυροῦσι τὸ ἀληθές, εἴτε νόθα τὰ τέκνα εἰσὶν εἴτε καὶ μή. ἠμφισβήτει ὁ Μαντίας περὶ τοῦ οἰκείου υἱοῦ, ὅτι νόθος ἐστὶ καὶ οὐχὶ αὐτοῦ, ἀλλ’ ἡ γυνὴ τοῦ Μαντίου ἐμαρτύρησε τὸν παῖδα εἶναι σπέρμα αὐτοῦ. [b 2] ἀπέφηνεν ἤτοι ἐμαρτύρησεν. ἡ Δωδωνὶς γυνὴ ἦν τοῦ Ἰσμηνίου παῖδα ἔχουσα τὸν Θετταλίσκον· ὁ γοῦν Ἰσμηνίας λέγων τὸν Θετταλίσκον μὴ εἶναι παῖδα αὐτοῦ, ἡ Δωδωνὶς ἡ μήτηρ ἐμαρτύρησεν αὐτὸν εἶναι σπέρμα αὐτοῦ. [b 5] κακῶς ἐπεμελήθη ὁ Σωκράτης τῶν ἀλλοτρίων ἵππων, οὐ δεῖ παραδοῦναι αὐτῷ καὶ τοὺς ἐμοὺς ἵππους· οὐδὲ δεῖ ἐπιδοῦναι τὰς οἰκείας ναῦς τοῖς ἀνατρέψασι τὰς ἀλλοτρίας. [b 10] τοὺς σοφοὺς εἶπε περὶ ὁτουοῦν· ἐκ τούτου ἐδήλωσε ‘πάντα ἐπιστήμονα καίπερ βλασφημήσαντα εἰς αὐτὸν τετιμήκασι’. [b 13] καὶ Λακεδαιμόνιοι ἐποίησαν τὸν Χίλωνα ἀπὸ τῶν γερόντων ἤτοι τῶν ἐντίμων· τοὺς γὰρ ἄρχοντας γέροντας ὡς ἐντίμους ἐκάλουν. [b 18] οἱ προστάται ἤτοι οἱ ἄρχοντες. ἄλλος τόπος ὁ ἐκ τῆς κρίσεως περὶ τοῦ αὐτοῦ. εἰ περί τινος λέγεις, ὃ ἔφθασε κριθῆναι, λέγε, ὅτι οὕτως τοῦτο ἔφθασε κριθῆναι. ἢ ὁμοίου, ἤτοι εἰ ἔφθασε κριθῆναί τι ὅμοιον ὂν τούτῳ, περὶ οὗ λέγεις, λέγε, ὅτι ὅμοιον τούτῳ πάλαι ἐκρίθη. ἢ τοῦ ἐναντίου, ἤτοι ἢ εἰ, περὶ οὗ λέγεις, τοῦτό ἐστιν ἐναντίον ᾧ ἔφθασε πάλαι κριθῆναι, λέγε, εἰ, ὃ ἐκρίθη πάλαι, τοῦτό ἐστιν ἐναντίον τῷ νῦν λεγομένῳ καὶ ἐξεταζομένῳ· ‘εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, λοιπὸν καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον.’ μάλιστα μέν, εἰ, ὃ λέγεις, ἔφθασαν πάντες τοῦτο κρῖναι ἢ οἱ πλεῖστοι καὶ ἀεὶ τοῦτο οὕτως κρίνουσι πάντες. [b 22] ἢ ἐὰν οἱ κρίνοντες αὐτοὶ ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες τοῦτο οὕτως ἔκριναν, ἢ εἰ τοῦτο ἔκριναν οἱ κύριοι, οἷς τὰ ἐναντία κρῖναι τὸν ὑπὸ χεῖρα ἀδύνατον,2 ἢ εἰ ἔκρινε τοῦτο πατὴρ ἢ θεὸς ἢ διδάσκαλος, οἷς τὰ ἐναντία κρῖναι ἀδύνατον· οὐ γὰρ δύναται ὁ υἱὸς τἀναντία κρῖναι οἷς ἔκρινεν ὁ πατήρ. [b 25] ὁ Μιξιδημίδης ἤγετο εἰς κρίσιν· καὶ ἔλεγόν τινες μὴ δεῖν τὸν Μιξιδημίδην κριθῆναι ἔνδοξον ὄντα, εἶτα ὁ Αὐτοκλῆς ἀντιλέγων φησὶν ‘ἄτοπον, εἰ αἱ σεμναὶ θεαὶ ἤτοι αἱ Ἐριννύες ἐκρίθησαν μετὰ τοῦ Ὀρέστου ἐν Ἀρείῳ πάγῳ, Μιξιδημίδης δὲ οὐ κριθήσεται’, ἐπιχείρησις ἐκ κρίσεως πάλαι κριθείσης. [b 30] εἰπόντα ἤτοι ὑποσχεθέντα ἐπαγγελτικώτερον ἤτοι λεπτομερέστερον εἰπεῖν καὶ ἀφηγήσασθαί τι· εἰπεῖν ὅτι ὁ Σωκράτης ἑταῖρος ἡμῶν οὐδὲν τοιοῦτον ἔλεγεν’ ἤτοι λεπτομερῶς οὐ δεῖν ἔλεγεν ἀφηγεῖσθαι καὶ ἐν μακρηγορίᾳ, ἀλλὰ βραχυλογεῖν ἀεὶ ἐδίδασκεν· ἐνταῦθα ἐκ τῆς κρίσεως τοῦ διδασκάλου ἐπεχείρησε· διδάσκαλος δὲ ὁ Σωκράτης τοῦ Πλάτωνος. [b 32] καὶ ὁ Ἡγησίπολις κεχρημένος καὶ μαντευσάμενος ἐν ταῖς Ὀλυμπιάσιν ἤτοι τῷ Διί· ἠρώτησε γὰρ τὸν Δία περί τινος, εἶθ’ οὕτως ἐν Δελφοῖς ἐπειρᾶτο τὸν Ἀπόλλωνα, εἰ ταὐτὰ δοκεῖ τῷ Ἀπόλλωνι, ἅπερ καὶ τῷ πατρὶ ἤγουν τῷ Διί· αἰσχρὸν δὲ ἦν εἰπεῖν τὸν Ἀπόλλωνα τἀναντία τῷ πατρί. [1399 a 2] καὶ ὁ Ἰσοκράτης ἔγραψεν, ὅτι σπουδαία ἦν ἡ Ἑλένη, ἐπεὶ καὶ ὁ Θησεὺς σπουδαίαν κρίνας αὐτὴν ἥρπαξεν. ὁ Ἀλέξανδρος φρόνιμος ἦν καὶ παρ’ αὐτοῦ ᾑρετίσαντο αἱ θεαὶ κρίνεσθαι καὶ ἔκρινε τῇ καλῇ τὸ μῆλον· ὃν αἱ θεαὶ προὔκριναν.

有人控告亚历山大放荡,并说他不端庄、即放荡,或者不专爱一个肉体;因为节制者专爱一个肉体;但既然亚历山大也爱许多肉体,因此他便不是端庄的。 再者,当苏格拉底被问及为何不去见马其顿人的国王阿耳刻拉奥斯、尤其是从他那里受了诸多恩惠为何还不去时,他说:“因为受了他善待的我,无法同样且对等地报偿他、援助他并使他获益,正如对于受了某人恶待的人来说,无法同样反过来恶待他并实行报复乃是奇耻大辱一样。” “端正”具有多重含义;因为它既用于木材,指这块木材是直的;也用于言论,“言论是正确的”以及“你教导得很正确”。 “如果我至少因前两个缘由没有伤害你,而因第三个缘由你们自己也不说受到了我的伤害,那么我便没有伤害你们。” 珀帕瑞索斯要么是一座岛屿,要么是来自珀帕瑞索斯的妇女;她说关于孩子,妇女们即母亲们决定并证实真相,无论孩子们是庶出还是非庶出。曼提阿斯曾就自己的儿子起争执,说他是庶出而非自己的孩子,但曼提阿斯的妻子证实该男孩是他的骨肉。 “表明”,即证实。多多那妇人是伊斯墨尼亚斯的妻子,有忒塔利斯科斯这个孩子;当伊斯墨尼亚斯说忒塔利斯科斯不是他的孩子时,母亲多多那妇人证实他是他的骨肉。 “苏格拉底糟糕地照料了他人的马匹,不应把我的马匹也托付给他;也不应将自己的船只交付给弄翻他人船只的人。” 他说“智者”是就任何事物而言;由此他表明:“尽管对他说了不敬之言,他们仍旧尊崇每一位有知识的人。” “而且拉刻代蒙人使喀隆成为长老之一,即尊贵者之一”;因为他们把官吏称为长老,视其为尊贵的。 “领袖们”,即官吏们。另一个论题是来自关于同一事物的判定。如果你谈论某件已经做出判定的事,就说此事已经如此被判定。“或者来自类似之事”,即如果有某件与你所言相似的事已经做出判定,就说与此相似的事在从前已被判定。“或者来自相反之事”,即如果你所谈论的事与从前已被判定的事相反,就说明从前被判定的事是否与如今所言及审查之事相反:“如果相反者归属于相反者,那么相反者也归属于相反者。”尤其是当所有人或大多数人都已经判定了你所说的事,且所有人始终都如此判定时。 “或者如果判定者自己、或判定者所认可的人曾如此判定此事,或者掌握大权者曾判定此事,而下属不可能对他们做出相反的判定,或者父亲、神或教师曾判定此事,而不可能对他们做出相反的判定”;因为儿子不能做出与父亲所判定之事相反的判定。 米克西德米得斯被带去受审;有人说米克西德米得斯身为声名显赫者不应当受审,随后奥托克勒斯反驳道:“如果庄严的女神们、即复仇女神们在阿雷奥帕戈斯与俄瑞斯忒斯一同受审,而米克西德米得斯却不受审,这便是荒谬的”——这是来自从前已被判定的判定的论辩。 “说过”,即更有夸饰意味地许诺过,即更详细地叙述并说明某事;说“我们的同伴苏格拉底绝没有说过这样的话”,即他说过不应当详细且冗长地叙述,而始终教导要简明地说话;在此他是根据教师的判定来进行论辩;而苏格拉底是柏拉图的教师。 “而且赫革西波利斯曾求得神谕”,并在奥林匹亚、即向宙斯求问;因为他就某事询问了宙斯,随后又在德尔斐这样试探阿波罗,看阿波罗是否与父亲即宙斯持有相同的看法;而对阿波罗来说说出与父亲相反的话是可耻的。 “而且伊索克拉底写道,海伦是优秀的”,因为忒修斯也是判定她优秀才劫走了她。“亚历山大是明智的,女神们选定由他来评判,他把金苹果判定给了美丽的那一位”;女神们优先挑选了他。

语法注2 条
  1. 2.0.23καὶ ταῦτα πολλὰ παρ’ αὐτοῦ εὐεργετηθείς

    副词性短语 καὶ ταῦτα(“而且还是在……的情况下”)修饰被动分词 εὐεργετηθείς,强化了让步语气。πολλὰ 是保留在被动语态动词之后的内宾格(或关系宾格),源于 εὐεργετέω 在主动语态中支配双重宾格的用法。

  2. 2.0.23οἷς τὰ ἐναντία κρῖναι τὸν ὑπὸ χεῖρα ἀδύνατον

    无人称谓语 ἀδύνατον[ἐστί]支配带不定式的宾格结构,其中 τὸν ὑπὸ χεῖρα(“下属、属下”)担任不定式 κρῖναι 的逻辑主语。关系代词与格 οἷς 作为受损或关联与格,依附于短语 τὰ ἐναντία κρῖναι(“对他们做出相反的判定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:136.32-138.25