← 佚名

亚里士多德《修辞学》佚名评注

§131.32-133.12

属性的把握与直证性及反驳性修辞推论

注解者依据亚里士多德《修辞学》第2卷第22章,阐明了在推论中考察具体归属属性的必要性,并界定了直证性修辞推论与反驳性修辞推论的定义及其论题要素。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.22#2

[a 4] εἴτε πολιτικῷ συλλογισμῷ ἤτοι ἐνθυμήματι (τὸ γὰρ ἐνθύμημά ἐστι πολιτικὸς συλλογισμός), εἴθ’ ὁποιῳοῦν ἄλλῳ ἤτοι διαλεκτικῷ ἢ ἐπαγωγῇ ἢ τοιούτῳ τινί. [a 33] ἐπεὶ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ἐστιν ὁ συλλογισμὸς καὶ ἡ ἀπόδειξις, ἀκριβέστερον συλλογίζονται οἱ ἀποδεικνύοντες, μαλακώτερον δὲ οἱ διαλεγόμενοι ὡς ἀπὸ ἐνδόξων προτάσεων ἐπιχειροῦντες. [b 2] ἀλλ’ ἐκ τῶν περὶ ἕκαστα ὑπαρχόντων καὶ διὰ τοῦ λόγου ἤτοι τοῦ συλλογισμοῦ καὶ τῆς δείξεως, ὥσπερ ἐν τοῖς Τοπικοῖς πρῶτον εἴπομεν εἶναι ἀναγκαῖον ἐκλέγεσθαι περὶ ἑκάστου πράγματος τά τε ἐνδεχομένως ὑπάρχοντα αὐτῷ καὶ τὰ ἐπικαιροτάτως ἤτοι ἀναγκαίως καθ’ ἑαυτοὺς καὶ πρὸ τῆς διαλέξεως. [b 6] ἀλλὰ καὶ περὶ τῶν ἐξ ὑπογύου γινομένων ἤτοι περὶ τῶν ἐγγὺς γινομένων πραγμάτων καὶ ἐξαίφνης παρεμπεσόντων εἰς τὴν διάλεξιν κατὰ τὸν αὐτὸν τρόπον δεῖ σκοπεῖν καὶ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα αὐτῷ, καὶ οὐ δεῖ ἀποβλέπειν εἰς τὰ ἀόριστα ἤτοι εἰς τὰ κοινὰ τὰ ὑπάρχοντα καὶ ἐκείνῳ τῷ πράγματι, περὶ οὗ ὁ λόγος ἐστίν, ἀποβλεπτέον. [b 17] ὁ Κύκνος παῖς τοῦ Ἄρεως, ὃς ἐκώλυε τοὺς Ἕλληνας ἀποπηδῆσαι εἰς τὸν αἰγιαλὸν τῶν Τρώων ἐκ τῶν νηῶν. [b 18] καὶ ὅτι νεώτερος ὢν καὶ οὐκ ἔνορκος. ὁ Τυνδάρεως, ὁ πατὴρ Ἑλένης, κατέσχε τοὺς μνηστῆρας ὅρκῳ, ὥστε στρατεύεσθαι ὑπὲρ τοῦ προκριθέντος παρ’ αὐτοῦ. [b 21] ὁ τοπικὸς κατάλληλος τοῖς τοπικοῖς· ὁ συλλογισμός, ἐπεὶ δηλωτικός ἐστι πράγματός τινος, λοιπὸν1 ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ πράγματος, ἔχει καὶ στοιχεῖα καὶ ἀρχὰς τοῦ συμπεράσματος. καὶ στοιχεῖα μὲν εἰσι τοῦ πράγματος τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ πράγματι, περὶ οὗ ὁ συλλογισμός, περὶ ὧν φθάσαντες παρεδώκαμεν, στοιχεῖα δὲ τοῦ συμπεράσματος τοῦ τοιοῦδε καὶ τοῦ συλλογισμοῦ ἡ τοιάδε σύνθεσις τῶν προτάσεων καὶ ἡ τοιάδε ἐπιχείρησις. περὶ γοῦν τοῦ στοιχείου τοῦ συμπεράσματος ὑπισχνεῖται νῦν εἰπεῖν· στοιχεῖα γὰρ ἐνθυμημάτων νοητέον τὴν τοιάνδε τῶν προτάσεων σύνθεσιν καὶ τὴν τοιάνδε ἐπιχείρησιν. [b 24] τὰ μὲν γὰρ τῶν ἐνθυμημάτων εἰσὶ δεικτικά, ἃ δεικνύουσιν, ὅτι ἔστι τι ἢ οὐκ ἔστιν, ἤτοι Ἀχιλλεὺς ἀνδρεῖός ἐστιν ἢ οὐκ ἔστιν. ἐλεγκτικὰ ἐνθυμήματά εἰσι τὰ λαβόντα τὸν λόγον τοῦ ἀντιθέτου καὶ ἐξ αὐτοῦ συνάξαντα ἄτοπόν τι καὶ ἀδύνατον, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή· ἐλεγκτικὰ δέ εἰσιν ἐνθυμήματα, ὅταν τις συνάγῃ δι’ αὐτῶν ἀνομολογούμενα καὶ ἀσύμφωνα, ἤτοι ὅταν τις δεικνύῃ τὸν ἀντιλέγοντα καὶ προσδιαλεγόμενον λέγοντα ἀνομολογούμενα καὶ ἀσύμφωνα ἢ ἑαυτῷ ἢ ταῖς κοιναῖς δόξαις καὶ ταῖς τῶν σοφῶν. [b 28] σχεδὸν μὲν ἡμῖν περὶ ἕκαστον τῶν εἰδῶν τῶν τε ἐλεγκτικῶν καὶ τῶν δεικτικῶν ἐνθυμημάτων οἱ τόποι οἱ παραδοθησόμενοι ἔχονται τῶν χρησίμων καὶ τῶν ἀναγκαίων2 ἤτοι παραδιδόασι, ποῖά εἰσι χρήσιμα καὶ ἀναγκαῖα εἰς τὰ ἐλεγκτικὰ ἐνθυμήματα καὶ ποῖα εἰς τὰ δεικτικά. [b 30] καὶ γὰρ αἱ προτάσεις αἱ χρησιμεύουσαι περὶ ἕκαστον εἶδος ἤτοι περὶ τὸ ἐλεγκτικὸν καὶ περὶ τὸ ἐπιδεικτικόν, εἰσὶν ἐξειλεγμέναι. ἐφθάσαμεν δὲ παραδόντες τόπους καὶ περὶ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ περὶ τῶν παθῶν ἤτοι φόβου καὶ ὀργῆς καὶ ζήλου. [1397 a 1] ἔτι δὲ καθ’ ὅλου λέγωμεν περὶ πάντων τῶν τόπων τῶν χρησιμευόντων εἰς τὰ ἐλεγκτικὰ καὶ τὰ δεικτικὰ παρασημαινόμενοι μόνον, ὅτι οἵδε οἱ τόποι χρησιμεύουσιν εἰς τὰ δεικτικὰ ἐνθυμήματα καὶ οἵδε εἰς τὰ ἐλεγκτικά.

“无论通过政治推论”,即通过修辞推论(因为修辞推论是政治推论),“还是通过无论何种其他推论”,即辩证推论、归纳或诸如此类的推论。 因为所有人似乎也都是这样通过着眼于属于推论与证明所涉及之事务的属性来予以证明的;进行证明的人推论得更为严格,而进行辩证讨论的人由于依据通行的前提来进行论证,推论得更为松弛。 “而是依据关于各个具体事物所归属的属性”,并且通过言论、即推论和证明[来进行],正如我们在《论题篇》中首先说过的,在辩证讨论之前、在私下里必须就每个具体事物选出既偶然属于它、又最合时宜地即必然属于它的属性。 “而且关于即兴发生的事情”,即关于最近发生且突然插入辩证讨论的事物,也必须以同样的方式考察并着眼于归属于它的属性,而不应当着眼于不确定的即共同的事物;应当着眼于正归属于言论所针对之事务的属性。 库克诺斯是阿瑞斯之子,他曾阻拦希腊人从船上跃向特洛伊人的海岸。 “而且他年纪较轻,未曾起誓。”海伦的父亲廷达瑞俄斯曾以誓言约束求婚者,让他们必须为受他选定之人出征作战。 论题性的[方法]与《论题篇》相应。推论既然是揭示某种事物的,因而自然既具有该事物的要素和本原,也具有结论的要素和本原。事物的要素就是本身归属于推论所涉及之事务的属性,关于这些我们此前已经交代过;而此种结论与推论的要素,则是前提的某种结合以及某种论证方式。总之,他现在承诺要谈论结论的要素;因为所谓修辞推论的要素,应当被理解为前提的某种结合以及某种论证方式。 “因为修辞推论中有一些是直证性的”,它们表明某物存在或不存在,即阿喀琉斯是勇敢的或不是勇敢的。反驳性修辞推论则是那些抓取对手的论点并从中推导出某种荒谬和不可能之事物的推论,这便是归谬法;或者说,当有人通过它们推导出不相一致且相互抵触之事时,即当有人指出反对者和对话对手所说的话要么与自身、要么与普遍见解及智者们的见解不相一致且相互抵触时,这些推论就是反驳性修辞推论。 “对于我们来说,关于反驳性修辞推论和直证性修辞推论这两种类型的各自方面,将要传授的论题几乎涵盖了有用和必然的事物”,即它们传授了对于反驳性修辞推论而言何者有用且必然,对于直证性修辞推论而言何者有用且必然。 “因为关于每种种相、即关于反驳性种相与直证性种相适用的前提已经被选拔出来了。”而我们此前已经传授了关于高尚与正义、以及关于各种情感即恐惧、愤怒和嫉羡的论题。 “此外,让我们普遍地”就适用于反驳性推论与直证性推论的一切论题“进行讨论”,仅仅标明这些论题适用于直证性修辞推论,而那些论题适用于反驳性修辞推论。

语法注2 条
  1. 2.0.22λοιπὸν

    中性宾格的副词性用法。在古典希腊语中主要表示时间上的“从此以后”“剩余的时间”,但在后古典及注解者的希腊语中,它充当推论或顺接连词(相当于“因此”“自然”“因而”),用来引出由前文从句(ἐπεὶ δηλωτικός ἐστι...)得出的推论结果。

  2. 2.0.22ἔχονται τῶν χρησίμων καὶ τῶν ἀναγκαίων

    中动相动词 ἔχομαι 支配属格补足语(τῶν χρησίμων καὶ τῶν ἀναγκαίων)的结构。从“附着于”“紧抓”引申为“涵盖”“涉及”。注解者紧接着用 ἤτοι παραδιδόασι... 将这一支配属格的含义明确转述为传授有用且必然的事物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:131.32-133.12