← 佚名

亚里士多德《修辞学》佚名评注

§130.15-131.32

修辞推论的特点与对论题事实的把握

注解者依据亚里士多德《修辞术》卷二第22章(1395b22–1396a13),阐明修辞推论通过省略冗长的预备推论链条及众所周知的大前提而区别于辩证推论,并强调在立论前必须切实把握论题所涉及的具体属性与历史事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.22#1

22. Ἄλλο γὰρ εἶδος ἑκατέρου τούτων ἤτοι ἄλλος ἐστὶν ὁ τρόπος, καθ’ ὃν δεῖ λαμβάνειν αὐτά, ἤτοι ἐν τῷ ἀποβλέπειν εἰς τὰ ὑπάρχοντα τῷ ἐπαινουμένῳ ἢ τῷ ψεγομένῳ, καὶ ἄλλοι εἰσὶν οἱ τόποι, ἐξ ὧν ἐπιχειρεῖν μέλλομεν. [b 23] καὶ πῶς ἐστι συλλογισμὸς ἤτοι ἀτελής, καὶ τί διαφέρει τῶν διαλεκτικῶν, ὅτι ὁ μὲν διαλεκτικὸς τέλειός ἐστι, τὸ δὲ ἐνθύμημα συλλογισμὸς ἀτελής, ἢ ὅτι ὁ μὲν διαλεκτικὸς συλλογισμὸς περὶ παντὸς προτεθέντος γίνεται, τὸ δὲ ἐνθύμημα συλλογισμός ἐστι περὶ τὰ πολιτικὰ μόνα θεωρούμενος. [b 24] οὔτε γὰρ πόρρωθεν γίνονται συλλογισμοί, ὅταν λάβωμεν τὰς προτάσεις τοῦ συλλογισμοῦ καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν τῶν προτάσεων ἐν τοῖς ἐνθυμήμασιν, οὔτε δεῖ πάντα ἤτοι πάσας τὰς προτάσεις λαμβάνειν, καὶ τὴν μείζονα καὶ τὴν ἐλάττονα, καὶ συνάγειν τὸ συμπέρασμα· ἀρκεῖ γὰρ εἰπεῖν τὴν ἐλάττονα, τὴν δὲ μείζονα ὡς γνώριμον παρεῶσι.1 [b 25] τὸ μὲν γὰρ ἤτοι τὸ λαμβάνειν πόρρωθεν ἤτοι καὶ τὰς προτάσεις τῶν προσυλλογισμῶν ἀσάφειαν ποιεῖ διὰ τὸ μῆκος, τὸ δὲ ἤτοι τὸ λαμβάνειν πάντα ἤτοι καὶ τὰς προτάσεις ἀδολεσχία ἐστίν· ἀδολεσχία γὰρ νομίζεται, ὅταν τὴν μείζονα πρότασιν γνώριμον οὖσαν καὶ ταῦτα2 μὴ παρεάσωμεν ἀλλ’ εἴπωμεν. [b 26] καὶ γὰρ τοῦτο ἤτοι τὸ βραχυλογεῖν καὶ μὴ πάντα λαμβάνειν ἐστὶν αἴτιον καὶ τοὺς χωρικοὺς ἀπαιδεύτους πιθανωτέρους καὶ ἀληθεστέρους τῶν πεπαιδευμένων καὶ σοφῶν· ὅθεν καὶ Εὐριπίδης φησὶν “ἐγὼ δ’ ἄκομψος πρὸς ὄχλον δοῦναι λόγον”. [b 28] ὥσπερ καὶ οἱ ποιηταί, οἷον ὁ Εὐριπίδης φησὶ τοὺς ἀπαιδεύτους ἤτοι τοὺς χωρικοὺς μουσικωτέρους καὶ πιθανωτέρους παρὰ τῷ ὄχλῳ φαίνεσθαι, καθ’ ὅσον βραχυλογοῦσι. καὶ ἀπεριεργότεροι ἐντεῦθεν φαίνονται· οἱ μὲν γάρ, οἱ πεπαιδευμένοι καὶ οἱ σοφοί, λέγουσι τὰ κοινὰ καὶ τὰ καθ’ ὅλου καὶ τὰ πόρρω τοῦ πράγματος, οἱ δὲ ἤτοι οἱ ἀπαίδευτοι καὶ χωρικοὶ λέγουσιν ἐκεῖνα, ἃ πάντες ἴσασι, καὶ τὰ ἐγγὺς τοῦ πράγματος. [b 31] καὶ λεκτέον καὶ ἐπιχειρητέον ἐκ τῶν ὡρισμένων καὶ ἐγνωσμένων ἢ τοῖς κρίνουσιν ἢ ἐκείνοις, οὓς ἀποδέχονται οἱ κρίνοντες, εἴτε νομοθέται εἰσὶν εἴτε ποιηταὶ οἱ παρὰ τῶν κρινόντων ἀποδεχόμενοι· ἐπεί τοί γε, εἰ μὴ ἐπιχειρεῖς, ἐξ ὧν γινώσκουσιν ἢ οἱ κρίνοντες ἢ οἱ παρὰ τῶν κρινόντων ἀποδεχόμενοι, οὐδὲν ἀνύσεις οὐδὲ πείσεις. [1396 a 1] καὶ τοῦτο, ὃ λέγεις, ἔστω δῆλον καὶ γνώριμον, ὅτι οὕτω φαίνεται καὶ δοκεῖ, ἢ πᾶσι τοῖς κρίνουσιν ἢ τοῖς πλείστοις. καὶ μὴ μόνον συνάγειν καὶ συλλογίζεσθαι ἐν τῷ λαμβάνειν ἀναγκαίας προτάσεις, ἀλλ’ ἐν τῷ λαμβάνειν καὶ τὰς ὡς ἐπὶ τὸ πολὺ ἤτοι τὰς ἐνδεχομένας. [a 3] πρῶτον μὲν δεῖ λαβεῖν τὸ πρόβλημα, περὶ οὗ δεῖ λέγειν καὶ συλλογίζεσθαι, εἴτε πολιτικῷ καὶ ῥητορικῷ συλλογισμῷ εἴτε ὁποιῳοῦν, εἶτα θεωρεῖν τὰ ὑπάρχοντα τούτοις· [a 6] μηδὲν γὰρ ἔχων καὶ λαβὼν ἀπὸ τῶν ὑπαρχόντων τῷ πράγματι, περὶ οὗ ὁ λόγος, ἐξ οὐδενὸς ἂν συλλογίσῃ·3 πῶς γὰρ ἂν δυνησόμεθα συμβουλεύσασθαι, πῶς δεῖ πολεμῆσαι τοῖς Ἀθηναίοις ἢ μὴ πολεμῆσαι, εἰ μὴ ἔχομεν, τίς ἡ δύναμις αὐτῶν; [a 12] καὶ πάλιν πῶς δεῖ ἐπαινεῖν τοὺς Ἀθηναίους, εἰ μὴ ἔχοιμεν, πῶς ἐν Σαλαμῖνι οἱ Ἀθηναῖοι ἐπολέμησαν; [a 13] ἢ τὰ ὑπὲρ Ἡρακλειδῶν πραχθέντα. οἱ Λακεδαιμόνιοι ἐξῶσαν τοὺς Ἡρακλείδας, οὗτοι δὲ διωχθέντες ἀπῆλθον εἰς τοὺς Ἀθηναίους, οἱ δὲ ἀσμένως αὐτοὺς ἐδέξαντο καὶ ἐτύπωσαν αὐτοὺς ἐκ τοῦ δημοσίου τρέφεσθαι. τοῖς Ἀθηναίοις συνεμάχησαν εἰς τὸν κατὰ τοῦ Ξέρξου πόλεμον Αἰγινῆται καὶ Ποτιδαιᾶται, εἶτα ὕστερον ἠνδραπόδισαν καὶ ἐδούλωσαν αὐτούς.

22.“因为这两者各自具有不同的种”,也就是说,人们应当采纳它们的方式是不同的,即在于放眼于归属于受赞扬者或受责难者的属性,而且我们将要据以进行论证的论题也是不同的。 并且[他表明]它是怎样的推论,即不完全的推论,以及它与辩证推论有何不同:在于辩证推论是完全的,而修辞推论是不完全的推论;或者在于辩证推论是就所提出的任何事物展开的,而修辞推论则是仅就政治事务进行考察的推论。 因为当我们在修辞推论中采纳推论的前提以及前提的预备推论之前提时,推论既不从遥远之处生成,也不应当把一切、即把大前提和小前提所有前提全部采纳并得出结论;因为只要陈述小前提便足矣,而大前提作为人所共知之事则予以省略。 因为前者,即从遥远之处采纳、即连预备推论的前提也采纳,会因冗长而造成晦涩;而后者,即采纳一切、即把前提也全部采纳,则是废话;因为当大前提为人所共知、且在其众所周知的情况下我们不予以省略反而说出它时,便被认为是废话。 因为这事,即言辞简短且不采纳一切,也是使得未受教养的乡野之人比受过教养者与智者更具说服力且显得更真实的原因;故而欧里庇得斯也说:“我不善于向大众陈辞。” 正如诗人们也[如此说],例如欧里庇得斯说,未受教养者即乡野之人在言辞简短的限度内,在大众面前显得更悦耳且更具说服力。而且由此他们显得不弄机巧;因为前者,即受过教养者与智者,谈论共相的、普遍的以及远离当前事务的事情,而后者,即未受教养者与乡野之人,则谈论人人都知道且切合当前事务的事情。 而且应当依据不论对审判者而言、还是对审判者所认可之人而言已被限定且已知的事物来进行演说和论证,无论审判者所认可的人是立法者还是诗人;因为至少,如果你不依据审判者或者审判者所认可之人所知晓的事物来进行论证,你将一事无成,也不能说服任何人。 并且让你所陈述的这点是清楚且众所周知的,即它不论对全体审判者还是对大多数审判者而言都是如此显现且被如此看待的。而且不仅应当通过采纳必然的前提来推论并得出结论,还应当通过采纳通常情况下成立的、即可变的前提来[进行推论]。 首先应当抓住必须就其进行演说和推论的问题,无论通过政治的和修辞的推论还是通过不论何种推论,然后考察归属于它们的事物;因为若从言论所针对之事务的归属属性中一无所持亦无所取,你便无法从任何依据中进行推论;因为我们若不知道雅典人的军力如何,又怎能就雅典人应当如何交战或不交战提出建议呢? 并且再者,如果我们不知道雅典人如何在萨拉米斯作战,又应当如何称赞雅典人呢? “或者为了赫拉克勒斯后裔所建立的事迹。”拉刻代蒙人驱逐了赫拉克勒斯的后裔,而他们遭到追捕后投奔雅典人,雅典人欣然接纳了他们,并规定由公款供养他们。在抗击薛西斯的战争中,埃癸那人和波提狄亚人曾与雅典人并肩作战,但后来雅典人将他们掳为奴隶并予以奴役。

语法注3 条
  1. 2.0.22παρεῶσι

    与非人称动词 ἀρκεῖ(“足矣”)之后的不定式 εἰπεῖν 相对照而出现的 παρεάω(“省略”)现在时直陈式第三人称复数。此处以一般论辩者为主语,从不定式结构转为限定动词分句(“而大前提……则予以省略”),在结构上可视作与 εἰπεῖν 并列的不定式 παρεᾶν(或 παρεᾶσαι) 的代用或句法松弛(倒错)。

  2. 2.0.22καὶ ταῦτα

    伴随分词 γνώριμον οὖσαν(“众所周知”)的习惯副词性短语,强化分词的让步或伴随意味(“而且是在……众所周知的情况下”/“尽管其众所周知”)。代词 ταῦτα 指示大前提人尽皆知这一事实。

  3. 2.0.22ἐξ οὐδενὸς ἂν συλλογίσῃ

    伴随分词 μηδὲν... ἔχων καὶ λαβών(“若一无所据亦无所取”)相当于条件从句,助词 ἄν 与第二人称单数不定过去时虚拟式(或后古典希腊语中与虚拟式同形的新未来时直陈式)结合,构成潜在结论句(“你便无法依据任何事物进行推论”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:130.15-131.32