- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:133.13-135.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节是对《修辞学》第2卷第23章的注释,结合具体事例阐明了从相反者推导的论题(阿尔基达马斯与欧里庇得斯的用例)以及从相互关联者推导的论题(狄奥墨冬、悲剧中的弑母判决与尼卡诺尔的案例)。
23. Ἢ ὡς ἐν τῷ Μεσηνιακῷ. οἱ Μεσηνιᾶται ἄποικοί εἰσι τῶν Λακεδαιμονίων· καὶ διότι συνεμάχησαν καὶ προσετέθησαν τοῖς Ἀθηναίοις, ὡρμήθησαν οἱ Λακεδαιμόνιοι καταδουλῶσαι αὐτούς. συμβουλεύει γοῦν ὁ Ἀλκιδάμας τοῖς Λακεδαιμονίοις καταδουλῶσαι τοὺς ἐν Μεσήνῃ ἐπιχειρῶν ἐκ τοῦ ἐναντίου· [a 11] εἰ γὰρ ὁ πόλεμος, φησί, προυξένησε τάδε τὰ κακά, εἰρήνη πάλιν ταῦτα ἐπανορθώσεται. καὶ εἴ τις οὐκ ὀργίζεται κατὰ τοῦ ἀκουσίως κακόν τι δράσαντος εἰς αὐτόν, λοιπὸν οὐδὲ χάριν ὀφείλει νέμειν τῷ εὐεργετήσαντι αὐτὸν ἀκουσίως καὶ ἐν τῷ καταναγκασθῆναι παρ’ ἑτέρου. [a 17] καὶ εἰ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανὰ ἤτοι ψεύδεσθαι καὶ δοκεῖν πιθανὰ τοῖς πολλοῖς καὶ ἀληθῆ λέγειν, οὐ μέντοι γε δὲ ψευδῆ, χρὴ νομίζειν καὶ τὸ ἐναντίον, ἤτοι ὅτι συμβαίνει πολλάκις ἀληθῆ μὲν λέγειν τινά, ἄπιστα δὲ καὶ ψευδῆ νομίζεσθαι τοῖς ἀκροαταῖς. [a 21] εἰ πᾶν δίκαιον ἀγαθόν, ἦν ἂν καὶ πᾶν τὸ δικαίως γινόμενον ἀγαθόν· ἀλλὰ μὴν τὸ δικαίως ἀποθανεῖν οὐκ ἄν τις αἱρήσεται· δικαίως γὰρ ἀποθνήσκει ὁ μοιχὸς ἢ ὁ φονεύς. [a 23] ἄλλος τόπος ἐκ τῶν πρὸς ἄλληλα ἤτοι τῶν πρός τι· εἰ γὰρ τῷ ἑτέρῳ ὑπάρχει ἤγουν τῷ φονεύσαντι τὸ καλῶς καὶ δικαίως ποιῆσαι, καὶ τῷ φονευθέντι ὑπάρχει τὸ καλῶς πεπονθέναι· καὶ εἰ καλῶς ἐκέλευσεν ὁ Σωκράτης τὸν Πλάτωνα ποιῆσαι τόδε, καὶ ὁ Πλάτων τόδε καλῶς ἐποίησεν. [a 26] ὁ Διομέδων Ἀθηναῖος ἦν καὶ ἠγόρασε τὸ φορολογεῖν ἀπὸ τοῦ δημοσίου, εἶτα ὠνειδίζετο παρὰ τῶν ἀρχόντων ἐν Ἀθήναις τῶν καὶ πωλησάντων αὐτῷ τὸ φορολογεῖν, διότι τοῦτο ἐποίησε, καί φησιν ὅτι ‘εἰ μὴ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ’ ἐμοὶ λοιπὸν τὸ ἀγοράσαι’. [a 30] εἰ γὰρ δικαίως ἀπέθανεν ἡ Κλυταιμνήστρα ὡς φονεύσασα τὸν ἄνδρα αὐτῆς, ἀλλ’ οὐχ ὑπὸ σοῦ τοῦ Ὀρέστου τοῦ υἱοῦ αὐτῆς ἔδει αὐτὴν ἀποκτανθῆναι. διὸ σκοπητέον χωρὶς καὶ ἰδίᾳ, εἰ καὶ ὁ παθὼν ἄξιος ἦν παθεῖν καὶ ὁ ποιήσας ἦν ποιῆσαι· οὐ μέντοι γε δὲ προσῆκον ἦν τὸν Ὀρέστην φονεῦσαι αὐτὴν ἀλλ’ ἕτερον. [b 1] εἶτα χρήσασθαι, ὁποτέρως ἁρμόττει καὶ συμφέρει σοι· εἰ γὰρ μέλλεις δεῖξαι, ὅτι ὁ παθὼν ἄξιος ἦν τοῦ παθεῖν καὶ ὁ ποιήσας ἄξιος ἦν τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἰ καὶ εὑρήσεις τὸν παθόντα ἄξιον τοῦ παθεῖν καὶ τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. εἰ δὲ μέλλεις δεῖξαι, ὅτι ὁ μὲν παθὼν ἄξιος ἦν τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιος τοῦ ποιῆσαι, ἐπιχείρησον τοῦτο δεῖξαι, εἴ γε τέως εὑρήσεις καὶ τὸν μὲν παθόντα ἄξιον τοῦ παθεῖν, οὐ μέντοι γε τὸν ποιήσαντα ἄξιον τοῦ ποιῆσαι. [b 2] ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτο καὶ ὁ μὲν παθὼν ἄξιός ἐστι τοῦ παθεῖν, οὐ μέντοι γε δὲ ὁ ποιήσας ἄξιός ἐστι τοῦ ποιῆσαι, ὡς ἐπὶ τῆς Κλυταιμνήστρας. ὁ Θεοδέκτης τραγικὸς ἦν. ὁποτέρως ἁρμόττει, εἴτε καὶ οἱ δύο δικαίως εἴτε καὶ ὁ εἷς. [b 3] ὁ Ἀλκμαίων υἱὸς ἦν τοῦ Ἀμφιαράου τοῦ μάντεως, ὃς ἀπέκτεινε τὴν αὑτοῦ μητέρα. [b 2] καὶ οὐδὲν κωλύει διαφωνεῖν ἤγουν τὸν μὲν παθόντα δικαίως παθεῖν, τὸν δὲ ποιήσαντα μὴ δικαίως ποιῆσαι. εἰσάγει δὲ ὁ Θεοδέκτης τινὰ ἐρωτῶντα τὸν Ἀλκμαίωνα ‘οὐδεὶς τῶν ἀνθρώπων ἐστύγει τὴν μητέρα τὴν σήν;’ [b 4] φησὶ δὲ ἀποκρινόμενος τὸ ναί. πῶς ἐστύγει; τοῦτο τοῦ Ἀριστοτέλους. ἀλλὰ διαλαβόντα καὶ διελόντα1 ἰδίᾳ τὸν παθόντα καὶ ἰδίᾳ τὸν ποιήσαντα χρὴ σκοπεῖν, εἰ καὶ ὁ παθὼν ἀξίως ἔπαθε καὶ ὁ ποιήσας ἀξίως ἐποίησε· τοῦτο γὰρ δηλοῖ τὸ τί ἐστι τὸ συμβαῖνον. εἶτα παρεισάγει ὁ Θεοδέκτης τὴν Ἀλφεσίβοιαν ἐρωτῶσαν ‘καὶ πῶς σε κατέκριναν, ὦ Ἀλκμαίων;’ ὁ δὲ Ἀλκμαίων ὑπολαβών φησι ‘διότι τὴν μὲν ἔκριναν ἀξίαν τοῦ θανεῖν ὡς φαύλην, ἐμὲ δὲ οὐκ ἄξιον ἔκριναν τοῦ κτανεῖν τὴν μητέρα, ἀλλ’ ὑπὸ ἄλλου ἔδει φονευθῆναι αὐτήν’. ἡ Ἐριφύλη ἦν ἡ μήτηρ τοῦ Ἀλκμαίωνος. [a 17] ‘ἀλλ’ εἴπερ ἐστὶν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά.’ Εὐριπίδης ταῦτά φησι πρὸς τὸν Θυέστην, ὃς ταῦτά φησι πρὸς τὸν Ἀτρέα τὸν ἀδελφὸν αὑτοῦ. [b 7] τοῦ Ἀλεξάνδρου τελευτήσαντος ἡ Μακεδονία διῃρέθη εἰς ἀρχὰς πολλάς. καὶ ὁ Νικάνωρ Μακεδὼν ἦν· λαβὼν καὶ αὐτὸς μέρος τῆς Μακεδονίας καὶ ἄρχων ἐν αὐτῷ ἔσπευδε καταδουλῶσαι τὴν Ἑλλάδα· τέως γοῦν ἀνῃρέθη παρὰ τῶν συγγενῶν. ὁ γοῦν ῥήτωρ δικάζεται εἰς πρόσωπον τοῦ Νικάνορος μετὰ τῶν ἀποκτεινάντων2 τὸν Νικάνορα.
23. “或者如同在《麦塞尼亚演说》中那样。”麦塞尼亚人是拉刻代蒙人的殖民者;由于他们与雅典人结盟并归附于雅典人,拉刻代蒙人便决意奴役他们。无论如何,阿尔基达马斯从相反者出发进行论辩,向拉刻代蒙人建议奴役麦塞内的人: “因为如果战争”,他说,“造成了这些祸患,那么和平反过来就会匡正这些祸患”。而且,如果有人对不由自主地对自己做了某件恶事的人并不动怒,那么自然地,他也无须对不由自主地且在受到他人强迫之下对自己施了恩惠的人表示感谢。 “而且,如果凡人之中可能说出令人信服的谎言”,即撒谎而在大众看来是在说令人信服且真实的话、绝非在说假话,那么也应当相信相反的情形,即往往会发生有人虽说了真话,但在听众看来却是不可置信且是虚假的情形。 如果一切正义之事皆为善,那么一切正当地发生之事也将是善;然而绝不会有人选择正当地死去;因为通奸者或杀人者乃是正当地死去的。 另一个论题来自相互关联者,即相关项:因为如果归属于一方、即归属于杀人者的乃是做得合宜且正当,那么归属于被杀者的也是遭遇得合宜;并且,如果苏格拉底合宜地命令柏拉图做此事,柏拉图也就合宜地做了此事。 狄奥墨冬是个雅典人,从国库购买了征税权,后来却受到雅典的长官们、即把征税权卖给他的那些人自身的责备,因他做了此事;于是他说:“如果出卖对你们来说并非可耻,那么购买对我来说自然也非可耻。” 因为即便克吕泰涅斯特拉作为杀夫者正当地死去了,但她也不该被作为其子的你、奥瑞斯特斯所杀。因此必须分开且个别地考察:受害者是否配得上遭受,以及行动者是否配得上去行动;奥瑞斯特斯去杀她绝非适宜,而是其他人[适宜]。 “随后按照对自己合适且有利的任一方式加以运用”:因为如果你打算表明受害者配得上遭受且行动者配得上去行动,如果你确实发现受害者配得上遭受且行动者配得上去行动,那就尝试去表明这一点。但如果你打算表明受害者固然配得上遭受,然而行动者并不配得上去行动,那么只要你发现受害者配得上遭受而行动者并不配得上去行动,就尝试去表明这一点。 因为有时这类事情是不协调的,受害者配得上遭受,然而行动者却不配得上去行动,如同在克吕泰涅斯特拉的事例中那样。忒俄得克忒斯是位悲剧诗人。“无论以何种方式合适”,无论是二者皆正当地,还是仅仅其中之一如此。 阿尔克迈翁是预言家安菲阿剌俄斯的儿子,他杀死了自己的母亲。 “而且并不妨碍其不协调”,即受害者正当地遭受,而行动者却不正当地行动。忒俄得克忒斯引出某人询问阿尔克迈翁:“世人之中就没有一人憎恨你的母亲吗?” 他回答说“是的”。“如何憎恨的?”这是亚里士多德的[发问]。但必须将受害者与行动者各自单独区分并剖开之后,来考察受害者是否罪有应得地遭受、行动者是否理所应当地行动;因为这表明了“发生的事情是什么”。随后忒俄得克忒斯又引出阿尔斐西博亚发问:“那么他们是如何判决你的,阿尔克迈翁?”阿尔克迈翁接着说:“因为他们判定她作为恶人应当受死,却判定我不配杀死母亲,而是她本应由他人来杀害。”厄里菲勒是阿尔克迈翁的母亲。 “但如果在凡人之中确实可能说出令人信服的谎言。”欧里庇得斯对梯厄斯忒斯说了这些话,而梯厄斯忒斯对其兄弟阿特柔斯说了这些话。 亚历山大去世后,马其顿被分裂为许多管区。尼卡诺尔是个马其顿人;他也分得马其顿的一部分并在其中统治,且极力想要奴役希腊;总之,他后来被亲属所杀。无论如何,修辞学家以尼卡诺尔的身份起诉那些杀害尼卡诺尔的人。
- 2.0.23διαλαβόντα καὶ διελόντα
处于与非人称动词 χρὴ 相连的不定式 σκοπεῖν 的主语位置的宾格分词结构。它表示泛指的施事者(“人们在分别……之后应当考察”)。
- 2.0.23δικάζεται εἰς πρόσωπον τοῦ Νικάνορος μετὰ τῶν ἀποκτεινάντων
μετὰ 支配属格表示诉讼中的诉讼对手。通常表示“与……一起”的 μετά,在诉讼语境(δικάζομαι)中表示对抗关系(“同……打官司/起诉……”),表明修辞学家以尼卡诺尔的身份起诉杀死尼卡诺尔的人。
