- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:129.3-130.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《修辞学》卷二第21章(1395a23–b14)关于格言的论述,阐释了为了动情表达或显明优善品格而对格言作出的变通、利用听众的粗鄙经验以使普遍命题被接纳的技巧,以及格言如何通过显明决意而赋予言论以品格。
[a 23] παθητικῶς ἂν εἴποις τοῦτο, εἴ γε εἴποις αὐτὸ οὕτως ‘ψεῦδός ἐστιν, ὡς δεῖ γινώσκειν αὑτόν· οὗτος γάρ, εἰ ἑαυτὸν ἐγίνωσκεν, οὐκ ἂν εἵλετο στρατηγεῖν’. [a 25] δείξει δέ τις τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθόν, εἴ γε οὕτως ἐρεῖ ὅτι ‘οὐ δεῖ φιλεῖν τινα ὡς μισήσοντα, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντα’· οὕτως γὰρ εἰπὼν φαίνεται ἀγαθὸς εἶναι ὡς ὀρεγόμενος τῶν κρειττόνων. σὺν δὲ τῷ λέγειν τὰς κοινὰς γνώμας παρηλλαγμένως δεῖ ἢ τὴν προαίρεσιν ἀποφαίνειν ἐν τῇ λέξει καὶ ἐν τῷ λόγῳ ἢ τὴν αἰτίαν· [a 28] τοῦ μὲν εἰπεῖν καὶ τὴν αἰτίαν παράδειγμα τὸ ὅτι ‘δεῖ φιλεῖν οὐχ ὥσπερ φασίν, ἤτοι ὡς μισήσοντα, ἀλλ’ ὡς ἀεὶ φιλήσοντα’· τὸ γὰρ ἕτερον ἤτοι τὸ φιλεῖν ὡς μισήσοντα ἐπιβουλή ἐστι· τοῦτο ἡ αἰτία. ἢ οὕτω ῥητέον (τοῦτο παράδειγμα τοῦ τὴν προαίρεσιν τῇ λέξει παραδηλοῦν) ‘οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον’ ἤτοι τὸ ‘δεῖ φιλεῖν ὡς μισήσοντα’· εἶτα κατασκευὴ τούτου ‘τὸν γὰρ ἀληθινὸν φίλον δεῖ φιλεῖν ὡς ἀεὶ φιλήσοντα’· ἀπὸ γὰρ τοῦ εἰπεῖν ‘οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον’ ἀπὸ τοῦ λόγου τούτου δηλοῖ τὴν προαίρεσιν αὑτοῦ, ὡς ἔστιν ἀγαθὴ καὶ μὴ ἀρεσκομένη φαύλῳ ἤτοι τῷ φιλεῖν ὡς μισήσοντα. [a 31] καὶ οὐδὲ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν· τοὺς γὰρ κακοὺς ἄγαν μισητέον. ἔχουσι δὲ βοήθειαν εἰς τοὺς λόγους ἤτοι εἰς τὸ προφέρειν τὰς γνώμας καὶ ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν καὶ τὴν φορτικότητα1 καὶ τὴν ἀγροικίαν καὶ τὴν χωρικίαν τῶν ἀκροατῶν· χωρικοὶ γὰρ ὄντες ἀποδέχονται τὸν παραλλάξαντα τὴν γνώμην ταύτην τὴν ‘μηδὲν ἄγαν’ καὶ εἰπόντα ὡς ‘οὐκ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν, ἀλλὰ τοὐναντίον τὸ ἄγαν μισεῖν τοὺς κακούς’. [b 7] εἰ γὰρ οἱ ἀκροαταὶ δοξάζουσιν, ὅτι φαῦλόν ἐστι τὸ γειτονεῖν τινι διὰ τὸ ἐντυχεῖν φαύλοις γείτοσιν, ἀποδέξαιτ’ ἂν τὸν εἰπόντα καθ’ ὅλου ὡς οὐδὲν γειτονίας χαλεπώτερον. ὥστε δεῖ τὸν μέλλοντα εἰπεῖν γνώμην ἀποβλέπειν εἰς τοὺς ἀκροατὰς καὶ στοχάζεσθαι, τίνων οὗτοι ὀρέγονται καὶ τί δοξάζουσι, καὶ οὕτως ἃ δοξάζουσιν οὗτοι, κἂν μερικὰ ὦσιν, ἀποφαίνεσθαι περὶ τούτων καθ’ ὅλου· οἷον εἰ ὁ ἀκροατής μου δοξάζει, ὡς κακὸν τὸ τεκνοποιῆσαι, διὰ τὸ ἐντυχεῖν φαύλῳ τέκνῳ, εἰ εἴπω ὡς οὐδὲν ἠλιθιώτερον καὶ χεῖρον τεκνοποιίας, καὶ μάλα ἄν με καὶ αὐτὸς ἀποδέξαιτο. [b 10] ὥστε δεῖ στοχάζεσθαι, πῶς τυγχάνουσιν ἔχοντες οἱ ἀκροαταὶ καὶ ποῖα ὑπολαμβάνουσι καὶ δοξάζουσιν, εἶτα περὶ τούτων ἀποφαίνεσθαι καθ’ ὅλου. [b 12] ταύτην δεῖ μίαν χρῆσιν τοὺς γνωμολογοῦντας2 ἤτοι τὸ βλέπειν καὶ στοχάζεσθαι, τίνα δοξάζουσιν οἱ ἀκροαταί, καὶ οὕτως ἀποφαίνεσθαι περὶ αὐτῶν, εἰ βούλεται ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν, γνωμολογοῦντα, καὶ ἑτέραν χρῆσιν κρείττω, ἥτις καὶ δείκνυσι τὸ ἦθος τοῦ γνωμολογοῦντος βέλτιον· [b 13] ἡ γὰρ τοιαύτη χρῆσις τῶν γνωμῶν, ἣν καὶ εἰπεῖν μέλλει, ποιεῖ τοὺς λόγους ἠθικοὺς ἤτοι παρεμφαίνοντας τὸ ἦθος τῶν λεγόντων τὰς γνώμας, εἴτε φαῦλόν ἐστιν, εἴτε ἀγαθόν. ἐκεῖνοι δὲ οἱ λόγοι ἔχουσιν ἦθος, ἐν οἷς παρεμφαίνεται ἡ προαίρεσις τοῦ λέγοντος, εἴτε ἀγαθή ἐστιν, εἴτε φαύλη. [b 14] αἱ γὰρ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν ἤτοι τὸ παρεμφαίνειν τὸ ἦθος τοῦ λέγοντος οἷόν ἐστι, διότι ὁ λέγων τὰς γνώμας περὶ τῶν προαιρετῶν ἀποφαίνεται ἤτοι περὶ ἐκείνων ἀποφαίνεται, περὶ ὧν προαιρεῖται καὶ βούλεται.
如果你这样说,你便是在动情地言说:“应当认识你自己这话是虚妄的;因为此人若曾认识自己,便决不会选择做将军。” 某人若这样说,便会显明自己的品格更加优善:“不可如将要怀恨那般去爱某人,而宁可如将要爱慕那般去恨”;因为这样说了之后,他就显得是优善之人,如同追求更好之事物者。而在变通陈述通用格言的同时,必须在措辞和言论中显明决意,或者显明原因;也陈述原因的例子是这样的一句:“不应如常人所说的那样即如将要怀恨那般去爱,而应如将永远爱慕那般去爱”;因为另一者即如将要怀恨那般去爱乃是奸计;这就是原因。或者应当这样说(这是通过措辞明示决意的例子):“但那流行的话并不合我心意”,即“应当如将要怀恨那般去爱”这句;接着是对这点的论证支持:“因为对真正的朋友,应当如将永远爱慕那般去爱”;因为通过说出“但那流行的话并不合我心意”,通过这句话他显明了自己的决意,表明它是优善的,且不悦于卑劣之事即如将要怀恨那般去爱。 “并且‘凡事勿过度’也不合我心意;因为对恶劣之徒就应当极度憎恨。”他们对于言论而言,即对于提出格言并被听众接纳而言,还拥有听众的粗俗、粗鄙和乡野之气作为助益;因为由于他们是乡野之人,便会接纳修改了“凡事勿过度”这句格言并说出“‘凡事勿过度’不合我心意,反而是极度憎恨恶劣之徒〔合我心意〕”的人。 因为听众如果因遭遇了恶劣的邻人而认为与某人毗邻是一件坏事,就会接纳普遍地说出“没有什么比邻里关系更难对付”的人。因此,将要讲论格言的人必须放眼于听众,并揣摩他们渴求什么、认为什么,从而针对他们所认为的事物——即使这些是局部的——就它们作出普遍陈述;例如,如果我的听众因遭遇了不孝之子而认为生养儿女是桩坏事,我若说出“没有什么比生养儿女更愚蠢和糟糕的”,他本人也会非常接纳我。 因此,必须揣摩听众恰好处于何种状态,以及他们假定和认为怎样的事物,然后就这些事物作出普遍陈述。 讲论格言的人若在讲论格言时希望被听众接纳,就应当[通晓]这第一种用法,即观察并揣摩听众认为什么,并据此针对它们作出陈述;而且还应当[通晓]另一种更优越的、能将讲论格言者的品格显示得更优善的用法;因为格言的这种用法——这也是他接下来要谈到的——使得言论具有品格,即使得言说格言者的品格显露出来,不论它是卑劣的还是优善的。而只有在那些将言说者的决意显露出来的言论中,言论才具有品格,不论这决意是优善的还是卑劣的。 因为一切格言都在做这事,即显露言说者具有怎样的品格,这是因为陈述格言的人是在就可决意的事物作出言明,即就他所决意和愿望的事物作出言明。
- 2.0.21ἔχουσι δὲ βοήθειαν εἰς τοὺς λόγους ἤτοι εἰς τὸ προφέρειν τὰς γνώμας καὶ ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν καὶ τὴν φορτικότητα
主动词 ἔχουσι 的逻辑主语是讲论格言者(οἱ γνωμολογοῦντες),直接宾语是 βοήθειαν。在介词短语 εἰς τοὺς λόγους 及其解释性成分 ἤτοι εἰς τὸ προφέρειν... 插入之后,出现了 καὶ τὴν φορτικότητα...;此处的 καὶ 具有“也/甚至”的附加含义,引出作为助益具体内容的同格/补足成分(即听众的粗鄙之处)。
- 2.0.21ταύτην δεῖ μίαν χρῆσιν τοὺς γνωμολογοῦντας
非人称动词 δεῖ 没有直接接续明显的不定式,而只带有宾格宾语 ταύτην μίαν χρῆσιν(以及 ἑτέραν χρῆσιν)和不定式的逻辑主语 τοὺς γνωμολογοῦντας。这是一种紧缩省略结构(brachylogy),在语境中必须补充表示“通晓/掌握”的不定式(如 εἰδέναι 或 ἔχειν)。
