- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:127.21-129.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注家阐释了亚里士多德《修辞术》卷二第21章(1394b33–1395a20)关于格言的论述,说明了格言的简练表达风格、说话者的年龄与资历、借助愤慨情感将非普遍之事普遍化的手法、常见格言与谚语的运用实例,以及通过变通通用格言来彰显优善品格的技法。
[b 33] στρογγύλως λέγει τις, ὃς περιοδικῶς καὶ συντόμως καὶ συντετμημένως εἴπῃ τὸ πρᾶγμα,1 συμπεριλαβὼν καὶ τὴν αἰτίαν. Λακωνικὰ ἀποφθέγματα λέγει τὰ σύντομα, ὡς τὸ ‘οὐ δεῖ ὑβριστὰς εἶναι, ἵνα μὴ ὑπὸ τῶν ἐχθρῶν οὕτω διαφθαρῶμεν, ὡς μηδὲ δένδρον ἢ ξύλον ἀπομεῖναι ἐν τῇ χώρᾳ ἡμῶν, ἵνα κἂν οἱ τέττιγες καθήμενοι ᾄδωσι.’ Λακωνικόν ἐστι καὶ τὸ ‘ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἡ πονηρία.’ [1395 a 2] τοῖς πρεσβυτέροις δὲ ἁρμόττει τὸ γνωμολογεῖν καὶ περὶ ἐκείνων τῶν πραγμάτων, ὧν ἔμπειροί εἰσιν· ἀπρεπὲς γάρ ἐστιν, εἴ γε ὁ μὴ τηλικοῦτος ἤτοι ὁ νεώτερος γνωμολογεῖ· ὥσπερ καὶ τὸ μυθολογεῖν τοῖς πρεσβυτέροις ἀνήκει· τὸ δέ, περὶ ὧν οὐκ ἐπίσταταί τις, εἰ γνωμολογεῖ, ἠλίθιον κρίνεται. [a 7] γνωμοτύποι εἰσὶν ἤτοι πολύπειροι καὶ διὰ τοῦτο ῥᾳδίως γνώμας ἀποφαίνονται. καθ’ ὅλου δὲ μὴ ὄντος τοῦ πράγματος, εἴ τις θέλει τοῦτο καθ’ ὅλου ἀποφήνασθαι, μάλιστα ἁρμόζει, εἴ γε μετὰ σχετλιασμοῦ καὶ δεινώσεως ἤτοι δεινοπαθείας ἐκφέρει τις τοῦτο· εἰ δὲ ἄνευ δεινοπαθείας τοῦτο ἐκφέρει, μεμπτέος ἂν δόξῃ· οἷον εἴ τις ἱερέα ἰδὼν εἰς τὸ πορνεῖον εἰσελθόντα, εἰ μὲν εἴπῃ οὕτως ‘οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν’, μεμπτέος ἂν δόξῃ· εἰ δὲ σχετλιάσας τοῦτο ἐρεῖ, οἷον ‘ὢ τῆς συμφορᾶς· οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν’, φαίνεται, ὅτι ὑπὸ τοῦ πάθους κινηθεὶς τῶν ἱερέων κατέδραμεν. [a 9] καὶ ἐν τούτοις ἤτοι τῷ σχετλιασμῷ καὶ τῇ δεινώσει ἢ ἀρχόμενον ἤτοι πρὸ τῶν ἐνθυμημάτων δεῖ σε σχετλιάσαντα εἰπεῖν ἢ μετὰ τὰ ἐνθυμήματα καὶ τὰς ἀποδείξεις. καὶ * τεθρυλλημέναι γνῶμαί εἰσιν, ἃς καὶ πάντες ὁμολογοῦσι, τὸ [a 13] “εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.” ἔχουσί τινες ἔθος μὴ ἄλλως ἐξέρχεσθαι εἰς τὸν πόλεμον, εἰ μὴ πρότερον θύσουσιν· εἴ τις γοῦν παρακαλεῖ τινας ἐξελθεῖν εἰς τὸν πόλεμον καὶ ταῦτα μὴ πρότερον θύσαντας, εἰπάτω τὸ τοῦ Πολυδάμαντος τὸ “εἷς οἰωνὸς ἄριστος.” καὶ πάλιν, εἴ τις παρακαλεῖ τοὺς Λακεδαιμονίους ἢ τοὺς Ἀθηναίους ἢ ἄλλους τινὰς ἐξελθεῖν εἰς τοὺς πολεμίους καὶ ταῦτα πολλῷ ἥττους καὶ ὀλιγωτέρους ὄντας τῶν πολεμίων, εἰπάτω παραθαρρύνων αὐτοὺς τὸ [a 15] ‘κοινὸς Ἐνυάλιος’, ἤτοι ‘ὁ πόλεμος ποτέ ἐστι μεθ’ ἡμῶν, ποτὲ μετὰ τῶν πολεμίων· ὥστε θαρρεῖτε’. καὶ τῷ παρακαλοῦντί τινας ἐπὶ τὸ ἐξελθεῖν ἐπὶ τοὺς πολεμίους καὶ ταῦτα ἥττους ὄντας αὐτῶν τῶν πολεμίων καὶ τῷ παρακαλοῦντι ἐπὶ τὸ ἀναιρεῖν τὰ τῶν ἐχθρῶν τέκνα τινὲς παροιμίαι εἰσὶ καὶ ὡς γνῶμαι·2 οἷον ἡ παροιμία αὕτη [a 18] ‘Ἀττικὸς πάροικος’. οἱ Ἀθηναῖοι ἔπεμψαν, ὡς ὁ Κρατερὸς φησιν ἢ καὶ ὁ Δοῦρις ἐν τῷ βιβλίῳ τῶν παροιμιῶν Ζηνοβίου ἀπὸ τῶν τοῦ Ταρραίου, εἰς Σάμον ἀποίκους. εἴ τις γοῦν συμβουλεύει τισίν, οἷον Λακεδαιμονίοις ἢ Κορινθίοις, στεῖλαί τινας ἐξ αὑτῶν εἰς μετοικίαν, εἰπάτω ‘Ἀττικὸς πάροικος’· εἰ γὰρ οἱ Ἀττικοὶ ἔστειλαν εἰς μετοικίαν πολλοὺς τῶν ἐποίκων, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τοῦτο ποιῆσαι. ἢ καὶ οὕτως· οἱ Ἀθηναῖοι ἀεὶ ἠδίκουν τοὺς γειτνιῶντας καὶ παροικοῦντας αὐτοῖς· ἔσπευδον γὰρ ἀεὶ ταπεινοῦν αὐτούς. εἴ τις οὖν συμβουλεύει Λακεδαιμονίοις ταπεινοῦν καὶ συντρίβειν τοὺς γειτνιῶντας αὐτοῖς εἰπάτω τὸ ‘Ἀττικὸς πάροικος’· εἰ γὰρ οἱ Ἀθηναῖοι ἐταπείνουν τοὺς γειτνιῶντας αὐτοῖς, πολλῷ μᾶλλον δεῖ τοῦτο ἡμᾶς ποιεῖν. [a 18] δεῖ δὲ καὶ τὰς γνώμας ταύτας τὰς κοινὰς λέγειν παρὰ τὰ δεδημοσιευμένα, ἤτοι παρ’ ὃ λέγει ταύτας ὁ δῆμος καὶ τὸ πλῆθος, ἤτοι οὐ δεῖ λέγειν αὐτὰς ἀπαραλλάκτως, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ παραλλάσσειν αὐτός, εἴ γε μέλλει ὁ λέγων αὐτὰς φαίνειν τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθὴν ἔχειν προαίρεσιν φαίνεσθαι· ἢ εἰ βούλεται παθητικῶς καὶ σχετλιαστικῶς λέγειν αὐτάς, ἀνάγκη ταύτας παραλλάσσειν, εἶτα μεταξὺ λέγειν καὶ τίνες εἰσὶν αἱ δεδημοσιευμέναι γνῶμαι, καί φησι τὸ μηδὲν ἄγαν.
任何人只要在把原因也一并涵盖的情况下,以周期句式的、简明的且缩减的方式陈述事情,他便是在简练地说话。他所说的“拉哥尼亚格言”是指简明者,例如“不可傲慢放肆,以免我们被敌人摧毁至我国中甚至连可供至少蝉儿栖息鸣唱的一树一木都不剩”。同样,“针对恶劣之徒,恶劣亦非无用武器”也是拉哥尼亚式的。 讲论格言适合年长者,且适合针对他们富有经验的那些事情;因为如果未达此年龄者即年轻者讲论格言,就是不合体统的;正如讲述昔日传闻属于年长者一样;另一方面,某人如果就自己不通晓之事讲论格言,就会被判定为愚蠢。 “格言铸造者”是指富有经验之人,因此他们容易发表格言。然而当事物并非普遍时,若有人想要普遍地陈述它,在带着愤慨与夸大即剧烈慨叹表达出来的情况下最为相宜;但若不带剧烈慨叹而表达,他就会显得应受谴责;例如若有人见到一位祭司走进妓院,如果他这样说“不应尊敬祭司”,就会显得应受谴责;但若他怀着愤慨说出此话,例如说“啊,何等灾祸!不应尊敬祭司”,这就显而易见他是被激情所驱使而抨击祭司的。 在这些情况中,即在愤慨与夸大中,你应当要么在开头即在修辞推论之前怀着愤慨言说,要么在修辞推论与证明之后言说。脍炙人口的格言是人人皆同意的,即“保卫祖国,唯此乃是至上之兆。” 有些人有若不先献祭便不出征开战的习俗;因此,若有人劝告人们出征开战,而且是在尚未献祭的情况下,就让他说出波吕达玛斯的这句“唯此乃是至上之兆”。再者,若有人劝告拉栖代梦人或雅典人或其他任何人迎击敌人,而且是在远逊于敌人且寡不敌众的情况下,就让他鼓励他们说: “战神乃是公正无偏的”,即“战争时而在我们这边,时而在敌人那边;因此当鼓起勇气”。 对于劝告人们迎击敌人、而且是在逊于敌人自身之情况下的人,以及劝告斩草除根消灭敌人子嗣的人而言,某些谚语也能充当格言;例如这句谚语: “阿提卡的邻人”。 雅典人曾派遣殖民者前往萨摩斯,正如克拉特罗斯所言,或如杜里斯在芝诺比乌斯取材于塔拉尤斯的《谚语集》中所言。因此,若有人建议某些人——例如拉栖代梦人或科林斯人——从自身之中派遣一些人去外迁移居,就让他说“阿提卡的邻人”;因为如果阿提卡人派遣了众多移民外迁移居,我们便更应当这样做。或者也可以这样理解:雅典人总是不公地对待与他们毗邻而居的人;因为他们总是力图压制他们。因此,若有人建议拉栖代梦人压制并摧毁其邻人,就让他说“阿提卡的邻人”;因为如果雅典人曾压制其邻人,我们便更应当这样做。 然而,人们在陈述这些通用的格言时,也必须背反大众公认的说法,即背反民众和大群人陈述它们的方式;也就是说,不应如常人那样一成不变地言说它们,而应亲自加以改变,只要陈述者旨在让自己的品格显得更优善、显得具有良好的决意;或者如果他希望动情且带着愤慨陈述它们,就必须对它们加以改变,接着在其中也要述及公认的格言是哪些;而他[亚里士多德]提到了“凡事勿过度”。
- 2.0.21στρογγύλως λέγει τις, ὃς περιοδικῶς καὶ συντόμως καὶ συντετμημένως εἴπῃ τὸ πρᾶγμα
关系从句 ὃς ... εἴπῃ 使用不带 ἄν 的虚拟式(不定过去时虚拟式)构成通则性条件关系从句(“凡以……方式陈述者”),用以限定和修饰主句的不定代词主语 τις。
- 2.0.21καὶ τῷ παρακαλοῦντί τινας ἐπὶ τὸ ἐξελθεῖν ἐπὶ τοὺς πολεμίους καὶ ταῦτα ἥττους ὄντας αὐτῶν τῶν πολεμίων καὶ τῷ παρακαλοῦντι ἐπὶ τὸ ἀναιρεῖν τὰ τῶν ἐχθρῶν τέκνα τινὲς παροιμίαι εἰσὶ καὶ ὡς γνῶμαι
该句的基本结构为 τινὲς παροιμίαι εἰσὶ ... τῷ παρακαλοῦντι,其中与格分词短语 τῷ παρακαλοῦντι(及与之并列的 καὶ τῷ παρακαλοῦντι)与动词 εἰσί 配合,用作关涉或利害与格(“对于劝告……的人而言,某些谚语也能充当格言”)。此外,分词 ἥττους ὄντας 前面的 καὶ ταῦτα 为习惯表达,表示让步性的附加情状(“而且是在……的情况下”)。
