- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:126.9-127.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节基于亚里士多德《修辞学》卷二第21章,阐释了格言的定义及其与修辞推论的结构关联(省去中项的推论结论或无中项的前提),并根据是否附带原因对格言进行了分类(修辞推论性格言与简单格言)。
21. Γνώμη δέ ἐστιν ἀπόφανσις περὶ τῶν καθ’ ὅλου, ἀλλ’ οὐ περὶ πάντων τῶν καθ’ ὅλου, οἷον ὅτι πᾶν εὐθὺ ἐναντίον ἐστὶ παντὶ καμπύλῳ, ἀλλὰ περὶ ὧν αἱ πράξεις, ἤτοι περὶ τῶν καθ’ ὅλου τῶν πρακτῶν καὶ τῶν αἱρετῶν πρὸς τὸ πράττειν ἢ φευκτῶν. [a 26] ἐπεὶ γὰρ τὰ ἐνθυμήματα οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ὁ συλλογισμὸς ὁ περὶ τῶν τοιούτων ἤτοι τῶν πρακτῶν, τῶν αἱρετῶν καὶ τῶν φευκτῶν, τὰ συμπεράσματα τῶν ἐνθυμημάτων ἀφαιρεθέντος τοῦ συλλογισμοῦ ἤτοι τοῦ μέσου ὅρου,1 δι’ οὗ ὁ συλλογισμὸς γίνεται, γνῶμαί εἰσιν. [a 27] ἔτι δὲ καὶ αἱ ἄμεσοι ἀπαρχαὶ τῶν ἐνθυμημάτων κἀκεῖναι γνῶμαί εἰσιν· εἰ μὲν εἴπω οὕτως ‘τὸν δεῖνα ἀνάγκη εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρ’ ἀστῶν· διὰ δὲ τὸ μὴ εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρὰ τῶν ἀστῶν οὐ χρὴ τὸν ἀρτίφρονα παῖδας περισσῶς καὶ κομψῶς ἐκδιδάσκειν· τὸν δεῖνα ἄρα οὐ χρὴ τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν’, ἐστὶ γνώμη. [a 34] τὸ ἀλφάνω δηλοῖ τὸ λαμβάνω ἢ τὸ εὑρίσκω. [b 5] σὺν δὲ τῷ ἐχομένῳ ἤτοι τῷ αἰτίῳ ἐνθύμημά ἐστιν. [b 8] ἢ γὰρ μετὰ ἐπιλόγου καὶ αἰτίας ἐστὶν ἢ ἄνευ ἐπιλόγου καὶ αἰτίας. αἱ μὲν παράδοξόν τι λέγουσαι καὶ ἀμφισβητούμεναι· διὰ τὸ δοκεῖν παράδοξόν τι λέγειν δεῖ καὶ τὴν ἀπόδειξιν καὶ τὴν αἰτίαν λέγειν· εἰ γὰρ οὔ, παράδοξόν τι δοκεῖ λέγειν ὁ λέγων ὡς ‘οὐ χρὴ τὸν ἀρτίφρονα τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν’, εἰ δὲ καὶ τὴν αἰτίαν προσθήσει, οὐκέτι παράδοξον δοκεῖ. [b 10] ὅσαι δὲ οὐ δοκοῦσι παράδοξον λέγειν, ἄνευ ἐπιλόγου ἤτοι αἰτίας εἰσακτέον αὐτάς. τούτων δὲ τῶν ἄνευ αἰτίας εἰσαγομένων ἀνάγκη τὰς μὲν μὴ δεῖσθαι αἰτίας διὰ τὸ προδιεγνῶσθαι καὶ εἶναι φανεράς· συναναφαίνεται γὰρ καὶ τὸ αἴτιον, διότι [b 16] πᾶς ἐραστής, ᾗ ἐραστής, ἐρᾷ καὶ φιλεῖ· [b 13] οἷον τὸ ‘ἄριστόν ἐστι τὸ ὑγιαίνειν τὸν ἄνδρα’ προδιέγνωσται πᾶσι καὶ αἰτίας οὐ δεῖται· αἱ δέ, κἂν μὴ προδιεγνωσμέναι εἰσίν, ἀλλ’ οὖν λεγόμεναι ἤτοι ἅμα τῷ ῥηθῆναι δῆλαι γίνονται καὶ διὰ τοῦτο οὐδὲ προσθεῖναι δέονται, ὡς τὸ ‘οὐδεὶς ἐραστής, ὃς οὐκ αἰεὶ φιλεῖ’. [b 17] αἱ μέν εἰσι μέρος ἐνθυμήματος ἤτοι ἢ ὡς συμπέρασμα ἢ ὡς μία τῶν προτάσεων τοῦ ἐνθυμήματος, αἱ δὲ ἐνθυμηματικαί.2 ἐνθυμηματικαί εἰσιν αἱ συμβαλλόμεναι εἰς τὸ ἐνθύμημα, αἳ λαμβάνονται πρὸς κατασκευὴν μιᾶς τῶν ληφθεισῶν προτάσεων ἐν τῷ ἐνθυμήματι· αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις, εἰ δέονται κατασκευῆς αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων, λέγονται ἐνθυμηματικαί, αἳ καὶ εὐδοκιμοῦσιν ἤτοι ἐπαινοῦνται ὡς κατασκευαστικαὶ τῶν προτάσεων. [b 20] εἰσὶ δὲ αὗται, ἐν ὅσαις ἐμφαίνεται ἡ αἰτία τῶν λεγομένων προτάσεων· τὸ γὰρ θνητὸν εἶναι αἰτία ἐστὶ τοῦ λεγομένου ἤτοι τοῦ μὴ δεῖν ἀθάνατον ὀργίζεσθαι. κρεῖττον δέ ἐστιν, εἰ εἴπωμεν ἐνθυμηματικὰς τὰς προτάσεις ἐχούσας καὶ τὴν αἰτίαν συνεμφαινομένην· καὶ ἐνθυμηματικαὶ μὲν λέγονται, ᾗ τὸ αἴτιον ἔχουσι, καθ’ ὃ δὲ οὐ πρόδηλόν ἐστι τὸ αἴτιον, οὐκ ἔστιν ἐνθύμημα· τὸ γὰρ ἐνθύμημα ἔχει καὶ τὸ αἴτιον πρόδηλον. ἡ δὲ ἀναίτιος γνώμη ἐστὶ μέρος τοῦ ἐνθυμήματος, εἴ γε καὶ κατασκευῆς δέεται χρῆσθαι τῷ συμπεράσματι τοῦ ἐνθυμήματος καὶ τῇ γνώμῃ προσθέντος καὶ τὴν αἰτίαν ὕστερον· [b 31] ἢ προειπεῖν δεῖν καὶ τὴν αἰτίαν, εἶτα καὶ τὸ συμπέρασμα ἐπαγαγεῖν. [b 31] ἔμπροσθεν λέγει τὸ [b 29] ἐγὼ μέν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ.
21. 格言是关于普遍之物的陈述,但并非关于所有的普遍之物,例如并非指一切直线与一切曲线相反,而是关于行为所涉及之物,即关于可践行之事的普遍之物,以及关于在行动中应抉择或应规避之事的普遍之物。因为修辞推论无非是关于此类事物——即可践行之事、应抉择和应规避之事——的三段论,所以修辞推论的结论在去除了三段论即三段论赖以成立的中项之后,就是格言。此外,修辞推论的无中项的出发点[前提]本身也是格言;如果我这样说:“某人必然懒惰并遭同胞嫉妒;然而为了不懒惰且不遭同胞嫉妒,明智之人不应让子女接受过分而精巧的教育;因此某人不应让子女接受过分的教育”,[这前提]就是格言。“得”这个词表示“领受”或“寻得”。“但若连同后继之物”,即连同原因,它就是修辞推论。“因为要么带有结语与原因,要么不带结语与原因。”那些陈述惊悖且存有争议之事者:由于显得陈述了某种惊悖之事,故有必要把证明和原因也一并陈述出来;因为若非如此,说“明智之人不应让子女接受过分的教育”的人就显得陈述了某种惊悖之事,但若他也加上原因,便不再显得惊悖了。至于那些不显得陈述惊悖之事者,则应在没有结语即没有原因的情况下引入。在这些无原因而引入的格言中,必然有某些由于早已被知晓且明白显见而不需要原因;因为原因也同时显现出来,因为一切爱者,就其作为爱者而言,都在爱怜与喜欢;例如“于人而言健康乃是至善”为人人早已知晓,不需要原因;而另一些格言,即便未被早已知晓,但在说出时,即一经言说便显明出来,因此也不需要添加任何东西,例如“没有哪个爱者不是始终在爱”。“有些是修辞推论的一部分”,即要么作为结论,要么作为修辞推论的前提之一,“而另一些则是修辞推论性的。”修辞推论性的是那些有助于修辞推论者,它们被采纳是为了确立修辞推论中所采纳的前提之一;因为在修辞推论中所采纳的前提若需要确立,为了确立这些前提而采纳的前提便被称为修辞推论性的,它们也因能确立前提而受人推崇即得到称赞。而这些是其中所陈述前提之原因显明昭著者;因为具有必死性乃是所言之事——即不应怀有不死之怒——的原因。但如果我们把同时含示原因的前提称为修辞推论性的,则更为妥当;就其拥有原因而言它们被称为修辞推论性的,但在原因并非昭然若揭这一点上,它并不是修辞推论;因为修辞推论的原因也是昭然若揭的。而无原因的格言则是修辞推论的一部分,即使它需要确立,只要使用修辞推论的结论,并在事后将原因也附加上去使用格言;或者必须预先陈述原因,然后也引出结论。他说“在前面”,是指“至于我,既然既不应被嫉妒”。
- 2.0.21ἀφαιρεθέντος τοῦ συλλογισμοῦ ἤτοι τοῦ μέσου ὅρου
属格独立结构。ἤτοι τοῦ μέσου ὅρου(即中项)作为同位语紧随 τοῦ συλλογισμοῦ(三段论)之后,表达了作为三段论核心的中项被抽离后的条件或状态。
- 2.0.21αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις, εἰ δέονται κατασκευῆς αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων, λέγονται ἐνθυμηματικαί
由于前置主题导致的破格语法(句法重叠)。句首提出的 αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις(修辞推论中所采纳的前提)作为条件从句(εἰ δέονται κατασκευῆς)的逻辑主语,而随后的 αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων(为了确立那些前提而采纳的前提)则充当主句谓语动词 λέγονται(被称为)的语法主语。
