- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:124.23-126.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依据《修辞学》第2卷第20章,阐释了例证的种类(比喻、寓言与历史事实)及其优劣,以及例证在与修辞推论配合时的妥当位置(是作为在先的论证,还是作为在后的见证)。
20. Ἡ γὰρ γνώμη μέρος ἐστὶ τοῦ ἐνθυμήματος ἤτοι ἢ τὸ ἐν τῷ ἐνθυμήματι συμπέρασμα ἢ ἡ ἐν τῷ ἐνθυμήματι μείζων πρότασις· γνώμη γάρ ἐστιν οἷον τὸ “αἴ, αἴ, τὸ δοῦλον ὡς κακὸν πεφυκέναι”, ὅ ἐστι συμπέρασμα τοῦ ἐνθυμήματος ‘ὁ δεῖνα δοῦλος· αἲ αἲ τὸ δοῦλον ὡς κακὸν πεφυκέναι· αἲ αἲ ἄρα τὸ δοῦλον ὡς κακὸν πεφυκέναι τὸν δεῖνα.’ [a 26] ἡ δὲ ἐπαγωγή ἐστιν ἀρχὴ βεβαιώσεως καὶ ἀποδείξεως. [a 29] ἓν δὲ τὸ αὐτὸν καὶ σὲ ποιεῖν καὶ πλάττειν τὰ παραδείγματα. τούτου δὲ τοῦ αὐτὸν καὶ σὲ ποιεῖν τὰ παραδείγματα ἓν μέν ἐστι παραβολή, ἤτοι γὰρ ἐξ ἀναλογίας, οἷον εἰ ὁ ποιμὴν ἐπαγρυπνεῖ διὰ τὸ ποίμνιον, λοιπὸν καὶ τὸν βασιλέα δεῖ ἀγρυπνεῖν διὰ τὸ ἐπήκοον· ἕτερον δὲ οἱ λόγοι ἤτοι μύθους πλάττειν καταλλήλους τῷ πράγματι. [b 2] λαβὼν δὲ διέβη εἰς τὴν Ἑλλάδα, ὥστε καὶ οὗτος ὁ βασιλεύς, εἰ λάβῃ τὴν Αἴγυπτον, διαβῇ εἰς τὴν Ἑλλάδα· διὸ οὐκ ἐπιτρεπτέον ἑλεῖν τὴν Αἴγυπτον. [b 4] κληρωτοί εἰσι, διότι ἔβαλλον κλήρους ἤτοι βόλια, καὶ οἵου κλῆρος ἐξῆλθεν, οὗτος καὶ βασιλεὺς ἐγένετο ἢ στρατηγός. καὶ ἐὰν οἱ ἀθληταὶ κληρωτοὶ εἰσι, τύχῃ καὶ ὁ ἄναλκις κληρωθεὶς εἰς τὸ ἀγωνίζεσθαι. [b 8] λόγος δὲ ἐστιν ἤτοι μῦθος, οἷός ἐστιν ὁ τοῦ Στησιχόρου· τῶν γὰρ Ἱμεραίων ἑλομένων τὸν Φάλαριν στρατηγὸν ἐζήτει ὁ Φάλαρις στρατιώτας χάριν φυλακῆς. [b 17] συνομολογήσαντος δὲ ἤτοι θελήσαντος τοῦ ἐλάφου, ὡς ἂν ἐπιβῇ * [b 23] δημαγωγὸς ἐν Σάμῳ καταναλώσας δημοσιακὰ πράγματα κατεκρίθη θανεῖν. [b 26] κυνοραισταὶ λέγονται τὰ τζιμούρια ἢ αἱ λεγόμεναι ἀλογομυῖαι παρὰ τὸ ῥαίζειν καὶ κείρειν τοὺς κύνας. [1394 a 3] τὸ μὲν οὖν εὑρεῖν πράγματα πάλαι γεγενημένα, ὡς λαβεῖν αὐτὰ εἰς παράδειγμα, δύσκολον, τὸ δὲ πλάττειν λόγους καὶ μύθους ῥᾷον. [a 4] ποιεῖν δὲ δεῖ μύθους ὥσπερ καὶ παραβολάς· εἰ γὰρ δύναταί τις συνορᾶν τὰς ὁμοιότητας τῶν πραγμάτων, οἷον ὁ βασιλεὺς καὶ ὁ ποιμὴν ὁμοιότητα τινα ἔχουσι, εὐκόλως ἂν ποιήσῃ παραβολάς· ὅπερ, τοῦτο τὸ βλέπειν τὰς ὁμοιότητας, ἐν τῇ φιλοσοφίᾳ ἤγουν τῇ διαλεκτικῇ παρεδώκαμεν καὶ ἐκεῖθεν ἐστι ῥᾷον λαβεῖν αὐτάς.1 [a 6] τὰ μὲν οὖν παραδείγματα τὰ διὰ τῶν λόγων ἤτοι τὰ ἐκ τῶν μύθων πλαττόμενα εὔκολόν ἐστι λαβεῖν, τὰ δὲ διὰ τῶν πραγμάτων, τὰ δὲ παραδείγματα τὰ ἐκ τῶν πραγμάτων λαμβανόμενα, τῶν δὲ γεγενημένων πάλαι, ἃ καὶ ἐξ ἱστορίας ἔχομεν, δύσκολον ἐστι λαβεῖν· οὐ γάρ ἐστι δυνατὸν συναγαγεῖν τοιαῦτα πολλά· εἰ δὲ καὶ εὑρεθῶσι, χρήσιμά εἰσι πρὸς συμβουλήν. [a 9] εἰ μὲν οὐκ ἔχομεν ἐνθυμήματα, χρηστέον τοῖς παραδείγμασιν ὡς ἀποδείξεσιν, εἰ δὲ ἔχομεν, δεῖ λαβεῖν τὰ παραδείγματα ὡς μαρτύρια ἐπιλογικὰ μετὰ τοῦ ἐνθυμήματος· τὸ γὰρ [a 11] ἐπιλόγοις ὡς ἓν μέρος λόγου ληπτέον, ὡς μετὰ τὰ ἐνθυμήματα λεγομένοις·2 καὶ εἰ μὲν πρὸ τῶν ἐνθυμημάτων λέγομεν τὰ παραδείγματα, ἀνάγκη πολλὰ λέγειν τοιαῦτα, εἰ δὲ μετὰ τοῦ ἐνθυμήματος, ἀρκεῖ καὶ ἓν παράδειγμα ὡς μαρτυρία ληφθῆναι. [a 16] εἴδη παραδειγμάτων εἰσὶ δύο, τό τε διὰ λόγων καὶ μύθων καὶ τὸ διὰ γεγενημένων πραγμάτων. [a 17] καὶ πῶς αὐτοῖς χρηστέον, ἤτοι εἰ μὲν ἐνθυμήματα οὐκ ἔχομεν, χρηστέον αὐτοῖς ὡς ἀποδείξεσιν, εἰ δὲ ἐνθυμήματα ἔχομεν, χρηστέον αὐτοῖς ὡς μαρτυρίαις. καὶ πότε, ἤτοι ἐν μὲν τοῖς δημηγορικοῖς λόγοις χρηστέον τοῖς διὰ τῶν λόγων καὶ τῶν μύθων παραδείγμασιν, ἐν δὲ τοῖς συμβουλευτικοῖς χρηστέον τοῖς διὰ τῶν γεγενημένων πραγμάτων παραδείγμασι· διὰ τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκε [a 6] ‘ῥᾷον μὲν γάρ ἐστιν ἐν τοῖς δημηγορικοῖς λόγοις πορίσασθαι τὰ διὰ τῶν λόγων καὶ μύθων παραδείγματα, πρὸς δὲ τὴν συμβουλὴν χρησιμώτερά εἰσι τὰ διὰ τῶν γεγενημένων παραδείγματα· τὰ γὰρ μέλλοντα πράγματα γενέσθαι ὅμοιά εἰσι τοῖς προγεγονόσι’.
20. 因为格言是修辞推论的一部分,即要么是修辞推论中的结论,要么是修辞推论中的大前提;因为格言就像“嗟乎,为奴之事何其生来恶劣”,这是修辞推论的结论:“某人是奴隶;嗟乎,为奴之事何其生来恶劣;因此,嗟乎,某人为奴何其生来恶劣。”“而归纳是证实与证明的始基。” “其一是由你自己制作和虚构例证。”而在由你自己制作例证之中,其一是比喻,即基于类比,例如若牧人为了羊群而彻夜警醒,那么君王也应当为了臣民而保持警醒;其二则是寓言,即虚构与事理相符的故事。他夺取[埃及]后渡海到了希腊;因此这位国王如果夺取了埃及,也会渡海到希腊;所以绝不可允许他夺取埃及。他们是抽签产生的,因为他们投掷签子,即投票丸,无论谁的签出来,谁就成为国王或将军。而且如果运动员是抽签产生的,无力之人也会碰巧被抽中去参赛。寓言即故事,例如斯忒西科罗斯的故事;因为当希墨拉人推选法拉里斯为将军时,法拉里斯为了卫队之故要求卫兵。“当鹿同意时”,即答应时,以便[马]可以骑上 * 萨摩斯的一位煽动家挥霍公款,被判处死刑。狗蜱被称为壁虱或所谓的马蝇,源于伤害并咬噬狗。“因此,要发现很久以前发生的事以便将其作为例证,是困难的;但虚构寓言和故事则较为容易。”“但应当像制作比喻一样制作故事”;因为如果有人能洞察事物的相似性——例如君王与牧人有某种相似性——他就很容易制作比喻;而在哲学即辩证法中,我们传授了看到相似性这件事,并且从那里获取它们更为容易。“因此,通过寓言的例证”,即从故事虚构出来的例证,很容易获取;但通过事实的例证,即从事实中获取的例证,属于久远发生之事且我们也可以从历史中得知的,则难以获取;因为不可能搜集很多此类事物;但若能找到,它们对劝导大有用处。“如果我们没有修辞推论,就应当把例证当作证明来用;如果我们有修辞推论,就应当在修辞推论之后把例证当作结语性的见证来采用”;因为“在结语中”应当作为一个词类〔一个词〕来理解,即作为在修辞推论之后所说的内容;如果我们把例证放在修辞推论之前,就必须说很多此类例证,但如果放在修辞推论之后,即使一个例证也足以被当作见证来采用。例证有两个种类:通过寓言故事的例证,以及通过既发事实的例证。“以及当如何使用它们”,即如果我们没有修辞推论,就应把它们当作证明来用;如果我们有修辞推论,就应把它们当作见证来用。以及“何时”,即在民众演说中应当使用通过寓言故事的例证,但在审议演说中应当使用通过既发事实的例证;因为为此之故,他在上文中也说过:“因为在民众演说中提供通过寓言故事的例证较为容易,但对于劝导,通过既发事实的例证更为有用;因为将要发生之事与先前发生之事相似。”
- 2.0.20παρεδώκαμεν καὶ ἐκεῖθεν ἐστι ῥᾷον λαβεῖν αὐτάς
第一人称复数动词 παρεδώκαμεν 表达了教师/注疏者的立场,或指代共有的哲学传统(亚里士多德的逻辑学与辩证法)。紧随其后的副词 ἐκεῖθεν 则指代前面的“在哲学即辩证法中”。
- 2.0.20τὸ γὰρ ἐπιλόγοις ὡς ἓν μέρος λόγου ληπτέον, ὡς μετὰ τὰ ἐνθυμήματα λεγομένοις
注疏者对亚里士多德原文中的词语 ἐπιλόγοις 作出了解释。注解者使用语法术语 ἓν μέρος λόγου(“一个词类”,即一个词),指出应将其读作一个词(ἐπιλόγοις)而非两个词(ἐπὶ λόγοις),意为“在修辞推论之后所说的内容”(μετὰ τὰ ἐνθυμήματα λεγομένοις)。
