- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:123.3-124.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节根据亚里士多德《修辞学》卷二第19章,阐释了可能与不可能、过去与未来的事实以及事物的放大与缩小等共同论题的具体应用与词义细节。
19. Ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ἐστίν· ἀφ’ ἧς γὰρ δυνάμεως καὶ τεχνῶν σώσει τις τὸ πλοῖον, ἀπὸ τῆς αὐτῆς ἂν τέχνης ἀπολέσῃ αὐτό (ὧν τὸ μὲν καθ’ ἑαυτὸ ποιεῖ, τὸ δὲ κατὰ συμβεβηκός), καὶ ἀφ’ ἧς ἂν τέχνης ποιήσῃ ὑγείαν, ἀπὸ τῆς αὐτῆς ἂν ποιήσῃ καὶ νόσον. [a 16] καὶ οὗ ἡ ἀρχὴ δυνατή, καὶ τὸ τέλος· τοῖς γὰρ ἀδυνάτοις οὐδὲ ὅλως ἀρχόμεθα ἐγχειρεῖν. [a 24] ἡ μὲν ἐπιθυμία λέγεται ἐπὶ πάντων, ὁ δὲ ἔρως ἐπὶ τῶν σωμάτων· καὶ εἰ ἔστιν ἔρως καὶ ἐπιθυμία, εἰσὶ λοιπὸν καὶ τὰ πράγματα, ὧν ἐρῶμεν· καὶ ὧν πραγμάτων ἐστὶν ἐπιστήμη, ἀνάγκη καὶ ταῦτα τὰ ἐπιστητὰ πράγματα εἶναι. [a 27] ἀνάγκη καὶ ἐκεῖνα τὰ πράγματα γενέσθαι, ὧν ἡ ἀρχὴ τῆς γενέσεως καὶ τῆς πράξεως ἐν τούτοις ἐστίν, οὓς ἡμεῖς ἢ ἀναγκάσαι δυνάμεθα ἢ πεῖσαι· οἷον ἐὰν ἡ ἀρχὴ τοῦ γενέσθαι τόδε τὸ πρᾶγμα παρὰ τοῖς φίλοις μού ἐστιν ἢ παρὰ τοῖς δούλοις μου, δύναμαι τοὺς μὲν φίλους μου πεῖσαι χαλάσαι τόδε τὸ τεῖχος, εἰ τοῦτο δύναμαι ποιῆσαι, τοὺς δὲ δούλους καταναγκάσαι. τὸ δὲ [a 27] τούτοις ἐπὶ οὐδετέρου εἴληπται.1 ταῦτα δὲ τὸ ἀναγκάσαι καὶ πεῖσαι ἐπὶ ἐκείνων θεωρεῖται ἤτοι ἐκείνους δύναμαι ἀναγκάσαι, ὧν κρείσσων καὶ δεσπότης εἰμὶ ἢ κύριος ἢ φίλος. [a 31] πρόσχισμα λέγεται τὸ ἔμπροσθεν τῆς τραχηλέας τοῦ ὑποκαμίσου, κεφαλὶς δὲ ἡ τραχηλέα. καὶ πάλιν ἐπὶ τοῦ καλιγίου πρόσχισμα τὸ κοῖλον, κεφαλὶς δὲ τὸ καύκαλον. [b 5] καὶ εἰ ἄνευ τέχνης ὑπόδημα δυνηθῶ ποιῆσαι, πολλῷ μᾶλλον, εἰ τὴν τέχνην μάθω, τοῦτο ποιήσω. [b 7] ὁ Ἀγάθων ποιητὴς ὢν εἴρηκε ‘τὰ μὲν τύχῃ γίνονται’ ἤτοι χωρὶς τέχνης, ‘τὰ δὲ ἡμῖν καὶ τῇ τέχνῃ’ ἤτοι καὶ ἐκ τέχνης καὶ ἐκ τύχης. [b 11] δεινὸν γάρ, εἰ ὁ Εὐθύνους ἄφρων ὢν καὶ ἀνόητος ἔμαθεν, αὐτὸς δὲ μὴ δυνήσομαι εὑρεῖν καὶ μαθεῖν. [b 20] ἔτι εἰ ἐβούλετο ποιῆσαί τι καὶ μηδὲν τῶν ἔξω ἐκώλυεν ἤτοι καὶ τὸ ἐμποδίζον οὐκ ἦν, καὶ ἐποίησεν ἂν τοῦτο. καὶ εἰ ὠργίσθη καὶ ἠδύνατο βλάψαι, καὶ ἔβλαψεν ἄν. καὶ εἰ ἐπεθύμει καὶ ἠδύνατο πληρῶσαι καὶ τὴν ἐπιθυμίαν, καὶ ἐποίησεν ἄν αὐτήν. [b 24] καὶ εἰ ἔμελλέ τι γενέσθαι, ἀνάγκη καὶ τοῦτο ποιεῖν· εἰκὸς γὰρ τὸν μέλλοντα ποιῆσαί τι καὶ ποιῆσαι τοῦτο. καὶ εἰ ἐπείρασε πωλῆσαι τὸ βιβλίον, καὶ ἔπρασεν ἄν. [b 27] ἡμῖν ὕστερον γίνεται ἡ βροντή, πρῶτον δὲ ἡ ἀστραπή· εἰ τὸ ὕστερον οὖν γέγονεν, ἀνάγκη καὶ τὸ πρῶτον γενέσθαι· ἡ ἀστραπὴ χάριν τῆς βροντῆς γίνεται. [b 31] τὰ μὲν ἐξ ἀνάγκης τὴν ἀκολούθησιν γίνεται ἔχοντα, οἷον εἰ ἐβρόντησεν, ἀνάγκη καὶ ἀστράψαι, καὶ εἰ οἰκία ἐγένετο, ἀνάγκη καὶ θεμέλιον· τὰ δὲ ὡς ἐπὶ τὸ πολὺ ἤτοι οὐκ ἐξ ἀνάγκης τὴν ἀκολούθησιν ἔχουσιν· οὐ γάρ, εἰ θεμέλιος, ἀνάγκη καὶ οἰκίαν γενέσθαι. [1393 a 1] τό τε γὰρ ἐν δυνάμει καὶ βουλήσει ὄν, οἷον εἰ βούλομαί τι καὶ δύναμαι καὶ τοῦτο ποιῆσαι, ἔσται ἤτοι γενήσεται, καὶ εἰ ἐπιθυμῶ τινος καὶ λογίζομαι τοῦτο ποιῆσαι, καὶ εἰ ὀργίζομαι κατά τινος, δύναμαι δὲ καὶ ποιῆσαι καὶ βλάψαι, καὶ ἔσται ἤτοι γενήσεται. καὶ εἰ ἐν ὁρμῇ τοῦτο ποιεῖν, ἤτοι καὶ εἰ ὁρμῶ ποιῆσαί τι, καὶ ἐν μελλήσει, ἤτοι καὶ φροντίζω τοῦτο ποιῆσαι, καὶ ἔσται ἤτοι καὶ γενήσεται· [a 4] τὰ γὰρ μέλλοντα γενέσθαι ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποβαίνουσι καὶ γίνονται παρ’ ὃ τὰ μὴ μέλλοντα γενέσθαι.2 [a 15] φανερόν, ὅτι δι’ ἐκείνων ἤτοι ἀπὸ τῶν τόπων, ἀφ’ ὧν δεικνύομεν τόδε συμφορώτερον ἢ δικαιότερον ἢ μεῖζον καλόν, μέλλομεν ἐπιχειρεῖν, ὥστε αὔξειν τόδε καὶ δεικνύειν αὐτὸ καὶ μεῖζον δίκαιον καὶ μεῖζον συμφέρον. [a 16] τὸ δὲ ζητεῖν περὶ τοῦ ἁπλῶς μεγέθους ἤτοι περὶ αὐτοῦ τοῦ καθ’ ὅλου μεγέθους ἤτοι περὶ αὐτοῦ καθ’ ἑαυτὸ τοῦ μεγέθους μὴ ἐν ὑποκειμένῳ καὶ ἔν τινι θεωρουμένου κενολογεῖν ἤτοι ματαιολογεῖν ἐστιν· ὥστε περὶ τῶν καθ’ ἕκαστα μεγεθῶν θεωρητέον ἤτοι περὶ τοῦ ἐν τῷ δικαίῳ ἢ τῷ συμφέροντι μεγέθους θεωρητέον ἢ τῷ καλῷ.
19. “因为同一种潜能属于相反的事物”;因为某人依凭何种潜能和技艺拯救一艘船,他就能依凭同样的技艺毁掉它(在这两者中,其一是其自身所致,另一则是偶性所致);而依凭何种技艺产生健康,就能依凭同一种技艺产生疾病。[a 16]“凡开端可能之事,其终点亦可能”;因为对于不可能之事,我们根本不会着手去做。[a 24] 欲望是对一切事物而言的,而爱情则是针对肉体的;如果存在爱情与欲望,那么随之而来的,我们所爱恋的事物也必定存在;凡有科学知识的事物,这些可知之物也必然存在。[a 27] 那些生成与行动的开端在于我们所能够强迫或说服的人之中的事物,也必然会生成;例如,如果此事的生成开端在于我的朋友们或我的奴隶们之中,倘若我能够做到此事,我就能够说服我的朋友们拆毁这堵墙,并且强迫那些奴隶。至于[a 27]“在这些之中”这个词则是作为中性来理解的。然而强迫与说服这些事是在那些人身上被考察的;即我能够强迫那些我优于他们且是其主人、主事人或朋友的人。[a 31] 衬衫衣领前面的部分被称为“前开口”,而衣领本身被称为“颈口”。而在鞋履上,“前开口”是指凹陷的部分,而“颈口”则是指边缘凸起的部分。[b 5] 如果我不用技艺就能制鞋,那么如果我学得这门技艺,我将更有能力做到这一点。[b 7] 诗人阿伽通曾说:“有些事物凭运气生成”,即不凭技艺;“而另一些事物通过我们和技艺生成”,即既由技艺又由运气生成。[b 11]“因为若是欧梯努斯虽然愚蠢无知却学会了,而我自己却不能发现并学会,那将是可怕的”。[b 20] 此外,如果某人想要做某事且没有任何外在之物加以阻碍,即不存在阻碍者,他就会去做此事。如果他发怒并且能够造成伤害,他就会去伤害。如果他渴望并且能够满足欲望,他就会去满足这一欲望。[b 24]“而且如果某事将要生成”,也必然去做此事;“因为将要做某事的人很有可能也会去做此事”。如果他尝试卖这本书,他也就会卖掉它。[b 27] 对我们而言,雷声生成于后,而闪电生成于先;因此,如果后生之事已经生成,那么先生之事也必然已经生成;闪电是因雷声而生成的。[b 31] 有些事物的承续乃是出于必然,例如如果打雷了,也必然闪电了;如果房屋生成了,基址也必然生成了;而另一些事物的承续则是在大多数情况下成立,即并非出于必然;因为并非只要有了基址,就必然生成房屋。[1393 a 1]“因为处于潜能和意愿中的事物”,例如如果我愿意某事并且也能够做此事,它就会存在,即会生成;如果我渴望某事并且谋划做此事,如果我对某人发怒且既能够行动又能够伤害,它就会存在,即会生成。“如果处于做此事的冲动中”,即如果我急于做某事,“并且处于打算中”,即如果我也用心于做此事,它就会存在,即也会生成;[a 4]“因为将要生成之事,与那些非将要生成之事相比,在大多数情况下都会发生并生成”。[a 15] 显然,“通过那些”,即从我们据以论证此事更为有利、更为公正或为更大的善的论题出发,我们打算进行论述,从而放大此事并表明其为更大的公正和更大的利益。[a 16]“而单纯探讨大小”,即探讨普遍的大小本身,即探讨本身不依赖基质且不在具体事物中被考察的大小,乃是空谈,即徒然饶舌;因此应当探讨各个具体的大小,即应当探讨在公正中、在有利中或在崇高中的大小。
- 2.0.19τὸ δὲ τούτοις ἐπὶ οὐδετέρου εἴληπται
对亚里士多德原文(1392a27)中 ἐν τούτοις 的语法解释。注疏者指出 τούτοις 在语法上被理解为中性(ἐπὶ οὐδετέρου),但随后涉及的行为(强迫与说服)在实际意义上则是针对人(具有支配或朋友关系的对象)而言的。
- 2.0.19παρ’ ὃ τὰ μὴ μέλλοντα γενέσθαι
介词 παρά 支配关系代词宾格 ὅ 所构成的比较结构(“相比于……”)。此处构成了与 παρὰ τὰ μὴ μέλλοντα(“相比于不将要发生之事”)相当的比较基准。
