← 佚名

亚里士多德《修辞学》佚名评注

§121.22-123.2

作为判断者的听众与转向普遍论题

本节针对亚里士多德《修辞学》第2卷第18章进行疏解,阐明在司法、审议与节日赞颂三类演说中听众皆为判断者,分析反论的化解与依政体而定的品性,并梳理转向可能与不可能、大小等普遍论题的逻辑过渡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.18

18. Ἐπεὶ δὲ ἡ τῶν πιθανῶν λόγων χρῆσις ἤτοι ἐπεὶ δὲ χρώμεθα τοῖς πιθανοῖς λόγοις καὶ πιστευτικοῖς ἀφορῶντες πρὸς τὴν κρίσιν. κρίσιν δὲ νοητέον καὶ ἐπὶ τοῦ δικανικοῦ καὶ συμβουλευτικοῦ καὶ τοῦ πανηγυρικοῦ καὶ μὴ μόνον ἐπὶ τοῦ δικανικοῦ· καὶ γὰρ ἐπὶ τοῦ συμβουλευτικοῦ κριτής ἐστι, πρὸς ὃν γίνεται ἡ συμβουλὴ ἢ πρὸς οὕς· κρίνει γὰρ οὗτος, εἴτε τὰ λεγόμενά εἰσι συμφέροντα εἴτε καὶ μή. ἀλλὰ καὶ ὁ πανηγυριστὴς κριτὴν ἔχει τὸν ἀκροατήν· οὗτος γὰρ κρίνει, εἴτε ἀφ’ ὧν εἶπεν ὁ πανηγυρίζων ἐδείχθη τῶν ἀγαθῶν ὁ ἐπαινούμενος εἴτε καὶ μή. [b 9] οὐδὲ γὰρ δεόμεθα λόγου καὶ ἀποδείξεως περὶ τῶν ὁμολογουμένων, ὧν ἴσμεν ἤτοι πίστιν ἔχομεν ἀκριβῆ. ἔστι δὲ κρίσις καὶ ἐπὶ τοῦ συμβουλευτικοῦ, ἄν τε τις προτρέπῃ εἴτε ἀποτρέπῃ χρώμενος τῷ λόγῳ καὶ τῇ συμβουλῇ πρὸς ἕνα. [b 11] νουθετοῦντας λέγομεν τοὺς συμβουλεύοντας, πείθοντας δὲ τοὺς συνομιλοῦντάς τινι ἁπλῶς καὶ σπουδάζοντας πεῖσαι· καὶ γὰρ οὗτός ἐστιν ὁ κριτής, ὃν σπουδάζει πεῖσαι ταῖς συμβουλαῖς καὶ δι’ ὃν τὴν συμβουλὴν ἐνέστησεν. ἄν τε γάρ τις λέγῃ ἤτοι ποιῆται τὸν λόγον καὶ τὴν συμβουλὴν πρὸς τὸν ἀμφισβητοῦντα ἤτοι τῇ ἀληθείᾳ ἀγωνιζόμενον καὶ σπουδάζοντα δεῖξαι τόνδε ἱερόσυλον, ὡς ἐπὶ τοῦ δικανικοῦ, ἢ δεῖξαι τόδε συμφέρον, ὡς ἐπὶ τοῦ συμβουλευτικοῦ. ἄν τε καὶ πρὸς ὑπόθεσιν ἤτοι καθ’ ὑπόθεσιν καὶ χάριν γυμνασίας πλάττῃ ὑπόθεσιν ἢ δικανικὴν ἢ συμβουλευτικήν, ὡς αἱ μελέται Λιβανίου, καὶ περὶ ἐκείνης ποιεῖται τὸν λόγον, οἷοί εἰσιν οἱ πλασματογράφοι, καὶ ἀμφότεροι ἀκροατὴν καὶ κριτὴν ἔχουσιν ἐκεῖνον, πρὸς ὃν ποιοῦνται τοὺς λόγους. [b 15] τὰ ἐναντία λέγει τὰς ἀντιθέσεις καὶ ἐνστάσεις· κἂν γὰρ κατ’ ἀλήθειαν ἀγωνιζώμεθα, εἴτε δικαζόμενοι εἴτε συμβουλευόμενοι, ἔχομεν τὰς ἀντιθέσεις τὰς ἐκ τῶν ἀντιδίκων, ἃς ἀνάγκη λύειν καὶ ἀναιρεῖν ἡμᾶς χρωμένους τῷ λόγῳ ἤτοι τῷ πιθανῷ λόγῳ, κἂν καθ’ ὑπόθεσιν ἀγωνιζώμεθα πλάσματα ποιήσαντες, ὡς ἂν τὴν οἰκείαν γνῶμεν δύναμιν, καὶ ἐπὶ τούτου λαμβάνομεν ἀντιθέσεις, ἃς εἰκὸς προβαλεῖν τινα, εἴ γε ἔχομέν τινα ἀντιδικοῦντα ἡμῖν, ἃς καὶ ἀναιροῦμεν καὶ λύομεν διὰ λόγων πιθανῶν. [b 15] πρὸς ἃ τἀναντία ἤτοι πρὸς ἃς τὰς ἀντιθέσεις ὥσπερ ἀμφισβητοῦντα ἤτοι εἰσαχθείσας ὥσπερ ἀπὸ ἀντιδικοῦντός τινος ποιεῖται τὸν λόγον ἤτοι τὴν ἀπολογίαν καὶ τὴν λύσιν. ἢ τὸ μὲν [b 13] πρὸς ἀμφισβητοῦντα ληπτέον ἐπὶ τοῦ δικανικοῦ, τὸ δὲ ἐάν τε πρὸς ὑπόθεσιν ληπτέον ἐπὶ τοῦ συμβουλευτικοῦ· καὶ τοῦτο δῆλον, ὡς οὕτως δεῖ ἐκλαβεῖν, ἀπὸ τοῦ λέγειν αὐτὸν κάτωθεν [b 19] τά τε γὰρ ἀμφισβητούμενα ζητεῖται πῶς ἔχει καὶ περὶ ὧν βουλεύονται. [b 17] θεωρὸς λέγεται ὁ ἀκροατὴς τοῦ πανηγυρίζοντος· κρίνει γὰρ καὶ οὗτος, εἴτε καλῶς ἐπῄνεσε τὸν καὶ ἀληθῆ ἔλεγεν εἴτε καὶ μή· ὁ γὰρ ἐν πολιτικοῖς ἀγῶσιν ἤτοι τοῖς δικανικοῖς. [b 20] περὶ δὲ τῶν κατὰ τὰς πολιτείας ἠθῶν. τὰ δὲ ἤθη τὰ μιᾷ ἑκάστῃ πολιτείᾳ ἀνάλογα ἔφθημεν εἰπεῖν ἤτοι τὰ τῇ δημοκρατίᾳ ἀνάλογα καὶ τὰ τῇ ἀριστοκρατίᾳ. ὥστε διωρισμένον ἂν εἴη. τοῦ [b 8] ἐπεὶ δ’ ἡ τῶν πιθανῶν λόγων χρῆσις πρὸς κρίσιν ἐστίν ἀπόδοσίς ἐστι1 τὸ [b 21] ὥστε διωρισμένον ἂν εἴη, πῶς ποιήσομεν οὓς γράφομεν λόγους ἠθικοὺς ἤτοι καταλλήλους τῷ τῆς πολιτείας ἤθει. [b 23] ἐπεὶ δὲ ἕκαστον γένος καὶ εἶδος τῆς ῥητορικῆς τέλος οἰκεῖον ἔχει περὶ τὴν τῶν τελῶν ἑνὸς ἑκάστου εἴδους, αἱ δόξαι καὶ αἱ προτάσεις,2 ἐξ ὧν ἀποδείκνυμεν τόδε ἄδικον ἢ συμφέρον, εἰλημμέναι εἰσὶν ἤτοι δεδιδαγμέναι· περὶ γὰρ τούτων τῶν προτάσεων ἔφθημεν διαλαβεῖν καὶ εἰπεῖν ὄπισθεν· [b 26] ἔτι καὶ ἐξ ὧν τοὺς λόγους ποιήσομεν ἠθικοὺς ἤτοι καταλλήλους τῷ τῆς πολιτείας ἤθει· ῥητέον δὲ νῦν περὶ τῶν κοινῶν. [b 28] κοινὰ λέγει τὰ τελικὰ κεφάλαια, τὸ δυνατὸν καὶ τὸ ἀδύνατον, καὶ ἄλλους μὲν λόγους δεικνύειν, ὡς ἔσται, ἤτοι ὅτι δυνατὸν γενέσθαι, ὅτι ἐγένετο. ἔτι δέ ἐστι κοινὸν καὶ τὸ μεγεθύνειν τὸ πρᾶγμα ἢ μειοῦν. [1392 1392a4 4] τὴν ἐξ ἀρχῆς πρόθεσιν ἤτοι τὸ δύνασθαι πιθανῶς λέγειν καὶ ὅσα ἐνδέχεται περὶ ἑκάστου πράγματος.

18. “既然说服性言辞的运用”,即既然我们着眼于判断而运用说服性且令人信服的言辞。判断不仅应当在司法演说中被理解,而且也应当在审议演说和节日赞颂演说中被理解。因为在审议演说中,向其提出建言的一人或数人就是判断者;因为此人判断所言之事是否有利。赞颂演说者也同样把听众当作判断者;因为此人根据演说者所说的话,判断受赞颂者是否被表明属于善物之列。[b 9] 因为对于公认之事,我们所知晓(即拥有确切确信)之事,我们既不需要言辞也不需要论证。而在审议演说中也存在判断,无论某人是针对单一之人运用言辞与建议进行劝勉还是阻止。[b 11] 我们称提出建议者为“告诫者”,而称仅与某人交谈并力图说服者为“劝导者”;因为他力图通过建议说服的、并且他为其展开建言的那个人,正是判断者。因为无论某人是针对争讼者(即在现实中抗争并力图证明某人为盗庙者——如在司法演说中,或者证明某事有利——如在审议演说中)言说,即发表言辞与提出建议;还是针对假设(即按照假设且为了练习之目的而构想出司法性或审议性的假设,如利巴尼乌斯的练习演说,并围绕其展开言辞,如同小说家那样)——两者都把他们向其发表言辞的那个人作为听众和判断者。[b 15] 他称反论与异议为“相反之事”;因为即使我们在现实中抗争,无论是在诉讼还是在审议,我们都有来自对方的反论,我们必须运用言辞(即说服性言辞)来解决和消除它们;即使我们为了认识自身的能力而通过构想假托之辞按照假设进行抗争,在这种情况下,我们也设想如果有人与我们抗辩便很可能会提出的反论,并通过说服性言辞将它们消除和化解。[b 15] “针对这些相反之事”,即针对这些反论,“犹如针对争辩者”,即犹如针对从某个对手那里提出的反论一样,构成言辞,即辩解与化解。或者,[b 13]“针对争辩者”应当适用于司法演说,而“或者针对假设”应当适用于审议演说;这一点之所以显明应当如此理解,乃是由于他在下文中说[b 19]“因为所争执之事如何,以及他们所审议之事,都在探求之列”。[b 17] 赞颂演说者的听众被称为“观瞻者”;因为此人也判断演说者是否完满地赞颂了他并且言之属实。“因为在政治争讼中的人”,即在司法争讼中的〔人〕。[b 20] “关于依据政体的品性”。与每一个政体相对应的品性,即与民主政体相对应的品性和与贵族政体相对应的品性,我们此前已经谈过。“因此这便已确定”。[b 8]“既然说服性言辞的运用是针对判断的”这一句的结句乃是[b 21]“因此,我们将如何使所撰写的言辞符合品性(即适合于政体的品性),便已确定”。[b 23] 既然修辞学的各个属和种都有其固有的目的,那么关于每一个种的目的而言,我们据以论证某事不正或有利的意见和前提命题,已经被把握(即被教授);因为关于这些前提命题,我们此前已经详细区分并论述过了;[b 26] 此外,我们据以使言辞符合品性(即适合于政体的品性)的要素也是如此;“而现在应当谈论共同之点”。[b 28] 他称终极论题为“共同之点”:即可能与不可能,以及某些言辞表明它将要存在(即可行生成),或者它已经生成。此外,将事物加以放大或缩小也是共同之点。[1392 1392a4 4]“最初的意图”,即能够令人信服地言说,以及就每一事物而言凡可能之事。

语法注2 条
  1. 2.0.18ἀπόδοσίς ἐστι

    语法术语“主句/结句”(apodosis)。注解者在此指明亚里士多德长句的句法骨架:由1391b8的从属连词 ἐπεί 引导的状语从句,其对应的主句(结句)是1391b21处的 ὥστε διωρισμένον ἂν εἴη。

  2. 2.0.18περὶ τὴν τῶν τελῶν ἑνὸς ἑκάστου εἴδους, αἱ δόξαι καὶ αἱ προτάσεις

    包含句法中断(破格)或省略的结构。介词短语 περὶ τὴν τῶν τελῶν ἑνὸς ἑκάστου εἴδους 后面缺少明确的中心名词(如 γνῶσιν),而谓语 εἰλημμέναι εἰσίν(“已被把握”)的主语是 αἱ δόξαι καὶ αἱ προτάσεις。全句的句法关系理解为:“就每一个种的目的而言,[与目的相关的]诸种意见与前提命题已被掌握”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:121.22-123.2