- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:120.12-121.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述财富、权力和幸运对人的品性所产生的影响,剖析富人(尤其是暴发户)的庸俗与骄横、掌权者的抱负与维持统治的忧虑、专横与威严的区别,以及受幸运眷顾者的身体优势与敬神态度。
16. Πάσχοντές τι ἤτοι ἀλλοιούμενοι ὑπὸ τοῦ πλούτου. [1391 a 1] ὁ γὰρ πλοῦτός ἐστιν οἷον τιμὴ καὶ ἀγορὰ πάντων· ὁ γὰρ πλούσιος διὰ τῆς τῶν χρημάτων δόσεως ἀγοράζει καὶ σοφούς, ὥστε ἔχειν αὐτοὺς ὑποχειρίους καὶ ἐμμίσθους, καὶ ἀξιώματα μεγάλα. [a 3] τρυφεροὺς μὲν λέγει αὐτοὺς διὰ τὸ τρυφᾶν, σαλάκωνας δὲ καὶ σολοίκους ὡς ἀπειροκάλους· ἡ γὰρ σαλακωνία ὑπερβολὴ τῆς μεγαλοπρεπείας. ὡς γὰρ οἱ σολοικίζοντες ἄρχονται μὲν τοῦ λόγου σώου καὶ εὖ ἔχοντος κατὰ τὴν ἀρχήν, κατὰ δὲ τὸ τέλος διαφθείρουσιν αὐτὸν κατὰ τὴν σύνταξιν, οὕτως οἱ πλούσιοι ἀπό τινος μὲν χρείας ὁρμῶνται, εἶτα παραφθείρουσι ταύτην ὡς παραχρώμενοι· οἷον ὑποδημάτων χρῄζουσι καὶ ποιοῦσιν αὐτὰ μετὰ μαργάρων καὶ λίθων καὶ παραχρῶνται τῇ χρήσει περὶ τὸν πλοῦτον τὸν ἐρώμενον καὶ θαυμαζόμενον ὑπ’ αὐτῶν. [a 7] ἅμα δὲ καὶ εἰκότως πάσχουσι ταῦτα ἤτοι τὸ ὑπερήφανοι καὶ ὑβρισταὶ εἶναι. πολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων αὐτὰ ἤτοι τὰ τυχηρὰ ἀγαθά. [a 12] καὶ οἴονται ἑαυτοὺς ἀξίους ἄρχειν. καὶ ὅλως ὁ πλοῦτός ἐστιν ἤθους ἀνοήτου εὐδαίμονος ἤτοι μωροῦ. τὸ μὲν ἦθος τῶν ἐχόντων πάλαι καὶ ἐκ προγόνων τὸν πλοῦτον ἐστι μετριώτερον ὡς ἤδη εἰθισμένων τῷ πλούτῳ,1 τὸ δὲ ἦθος τῶν νεοπλούτων ἐστὶ φαυλότερον· ἀλαζονικώτερον γάρ ἐστι καὶ ἐπηρμένον, καὶ εἰσὶν οἱ νεόπλουτοι ἀκρατευταὶ εἰς μοιχείαν ἤτοι ἀκόλαστοι.
16. 受到某种影响,即被财富所改变。[1391 a 1] 因为财富犹如一切事物的价值尺度与市场;因为富人通过金钱的赐予,甚至能够收买智者,从而使他们成为下属和受雇者,并买得巨大的尊荣。[a 3] 他称他们为“奢靡”,乃因其生活骄奢;称其为“粗鄙与破格”,乃因其不知雅趣;因为虚夸乃是豪爽的过度。正如操破格语式者,在言谈开始时完好无损且条理分明,但在结尾处却在句法构造上败坏了它一样,富人也是从某种需要出发,随后便滥用它而使其变质:例如,他们需要鞋履,却缀以珍珠宝石来制作,在他们所喜爱和崇慕的财富上滥用其实际用途。[a 7] 但同时他们经历这些,即变得狂妄傲慢,也是理所当然的。因为需要那些拥有这些事物——即机运之善——的人不在少数。[a 12] 他们自认配得上行使统治。总的来说,财富属于“愚蠢的幸运者”即蠢人的品性。那些久远以来且世代拥有财富者的品性更为适度,因为他们已习惯于财富;而暴发户的品性则更为卑劣:因为他们更加自负且高傲,并且暴发户在通奸上不能自制,即放荡不羁。
17. Ὁμοίως δὲ καὶ περὶ δυνάμεως ἤτοι στρατηγίας, σατραπίας καὶ ἑτέρας τινὸς ἐξουσίας ἐχούσης πολλὴν δύναμιν παρ’ ἑαυτῆς καὶ τὰ ἤθη τῶν στρατηγῶν καὶ τῶν σατραπῶν φανερά εἰσιν· ἡ γὰρ δύναμις αὕτη οἷον οἱ στρατηγοὶ καὶ οἱ σατράπαι τὰ μὲν ἔχουσι2 τὰ αὐτὰ τῷ πλουσίῳ ἤθη, ἄλλα δὲ καὶ βελτίω καὶ κρείττω διὰ τὸ ἐφίεσθαι ἔργων μεγάλων, ὅσα ἐξουσία ἐστὶν αὐτοῖς πράττειν· θέλουσι γὰρ κτίζειν πόλεις μεγάλας καὶ ναοὺς περικαλλεῖς· ἔχουσι γὰρ δύναμιν καὶ λαὸν πολύν. [a 25] καὶ ἀεὶ ὄντες ἐν ἐπιμελείᾳ ἤτοι φροντίδι καὶ μερίμνῃ φαίνονται σπουδαστικώτεροι. ἐμμέριμνοι δέ εἰσι διὰ τὸ ἐπισκοπεῖν τὰ περὶ τὴν δύναμιν, ἤτοι ὅπως συντηρήσωσι τὴν δύναμιν αὐτῶν ἤγουν τὸ ὑπήκοον καὶ τὴν δυναστείαν ἂν μὴ ἀπολέσωσι.3 [a 27] βαρεῖς λέγονται οἱ φρόνημα ἔχοντες ἐπηρμένον καὶ μὴ θέλοντες ἰδεῖν τινα συγκαθίσαι ἢ συντυχεῖν δι’ ἀλαζονείαν. τὸ γὰρ ἀξίωμα ἤτοι ἡ δύναμις καὶ ἡ στρατηγία καὶ ἡ ἄλλη ἐξουσία ποιεῖ αὐτοὺς ἐμφανεστέρους ἤτοι ἐνδόξους καὶ ἀλαζονικούς. [a 28] ἡ δὲ σεμνότης ἐστὶ μαλακὴ βαρύτης ἤγουν τὸ ἀξίωμα· οἱ γὰρ σεμνοὶ βαρεῖς, μαλακοί, ἤτοι ἀλαζονεύονται μὲν καὶ αὐτοί, πλὴν μετρίως, καὶ συγκάθηνται καὶ συνομιλοῦσι τοῖς ἐντυγχάνουσι. [a 30] τὰ δὲ μόρια τῆς εὐτυχίας εἰσὶ τὰ ἤθη τῶν εἰρημένων ἤτοι τῶν πλουσίων καὶ τῶν δυνατῶν· καὶ γὰρ αἱ δοκοῦσαι μέγισται εὐτυχίαι συντείνουσιν εἰς ταῦτα ἤτοι εἰς τὸν πλοῦτον καὶ τὴν δύναμιν. καὶ ἡ εὐτυχία ποιεῖ τοὺς ἔχοντας αὐτὴν πλεονεκτεῖν κατὰ τὰ ἀγαθὰ τὰ κατὰ τὸ σῶμα· εἰσὶ γὰρ καὶ οὗτοι εὐειδεῖς καὶ ποιοῦσι καὶ τὰ παιδία εὐειδῆ. καὶ ἀλογικώτεροι ἤτοι ἀλαζονικώτεροι καὶ μωρότεροι. [b 2] εἰσὶ δὲ φιλόθεοι· οἴονται γὰρ διὰ τὸ πλουτεῖν, ὡς τὸ θεῖον εὐμενῶς ἔχει πρὸς αὐτούς, καὶ διὰ τοῦτο σέβονται αὐτό.
17. 同样,关于权力,即将领职务、行省总督职务, 以及自身具有巨大权能的某种其他威权,将领们与总督们的品性也是显而易见的;因为这种权力——例如将领们与总督们——一方面具有与富人相同的品性,另一方面却也具有更好、更卓越的品性,这是因为他们渴求伟大的功业,凡属于其职权所能实施者皆然;因为他们渴望营建宏伟的城邦与秀美的神庙;因为他们握有权柄和众多的人民。[a 25] 并且由于常常处于料理之中,即处于忧虑与操劳之中,他们显得更为勤勉。他们心存顾虑,乃是因为要巡查关于权力的事务,即如何维护他们的权力,唯恐丧失其属下与统治权。[a 27] 那些具有傲慢心性、且因狂妄而不愿见到有人与其同席或相会的人,被称为“专横沉重”。因为尊严,即权力、统军职权与其他威权,使他们更为显赫,即名扬四方且自负张扬。[a 28] 庄重乃是温和的专横,即尊严;因为庄重之人虽有威压却也温和,即他们自身虽也稍显自负,但尚属克制,能够与来访者同席交谈。[a 30] 幸运的部分即是上述之人——即富人与权贵——的品性;因为被视为最大的幸运最终都汇聚于这些事物,即财富与权力。并且幸运使拥有它的人在身体方面的善物上也占有优势;因为他们自身相貌端正,并且所生的子女也相貌端正。并且“更为欠思虑”,即更为自负和愚蠢。[b 2] 但他们是“敬神者”;因为他们由于富有,便认为神明对他们心怀善意,因此敬奉神明。
- 2.0.16ὡς ἤδη εἰθισμένων τῷ πλούτῳ
由 ὡς 引导的属格分词短语,在性、数、格上与前面的 τῶν ἐχόντων πάλαι καὶ ἐκ προγόνων τὸν πλοῦτον 一致,表示主观理由(“鉴于他们已经习惯了财富”)。在句法上亦可视为属格独立结构,但其实际动作主体与前述显式属格成分同一。
- 2.0.17ἡ γὰρ δύναμις αὕτη οἷον οἱ στρατηγοὶ καὶ οἱ σατράπαι τὰ μὲν ἔχουσι
伴有主语转换的句法破格(破格句)。以单数抽象概念 ἡ γὰρ δύναμις αὕτη 作为主语引出后,由于插入了列举具体例子的同位成分 οἷον οἱ στρατηγοὶ καὶ οἱ σατράπαι,导致主句动词受其牵引而变为以具体人物为主语的第三人称复数 ἔχουσι。
- 2.0.17ἂν μὴ ἀπολέσωσι
中世纪拜占庭希腊语中 ἂν μή(等同于 μή)的特征用法。此处并非古典时期的条件从句(“如果不……”),而是与前面的 ὅπως συντηρήσωσι 相应,充当表示忧惧或否定目的的从属从句(“以免丧失”)。
