- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:119.3-120.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《修辞学》第2卷第14至15章,阐释了盛年之人如何平衡青年与老年的两极品性,并指出了肉体与灵魂达到全盛的年龄。随后讨论了机运之善(如财富与门第)对品性的塑造,特别剖析了贵胄子弟的傲慢心态以及优良世系随世代交替而衰退的自然现象。
14. Οἱ δὲ ἀκμάζοντες ἔχουσι τὸ ἦθος μεταξὺ τούτων ἤτοι τῶν νέων καὶ τῶν γηραιῶν, ἀλλ’ ἔχουσιν ἄμφω, ἤτοι τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν, ὡς δεῖ· [b 1] καὶ οὔτε πρὸς φειδὼ ζῶσιν, ἤγουν οὔτε φειδωλοὶ καὶ κνιποί εἰσιν, οὔτε ἐξοδιασταὶ καὶ ἄσωτοι. [b 4] ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται ταῦτα, ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· οἱ μὲν γὰρ νέοι εἰσὶν ἀνδρεῖοι, οἱ δὲ γέροντες σώφρονες. [b 7] ὅσα μὲν διῄρηνται ἤτοι ὅσα διῃρημένως ἔχουσιν ἥ τε νεότης καὶ τὸ γῆρας, ταῦτα ἄμφω ἔχουσιν οἱ ἀκμάζοντες. τούτων τὸ μέτριον ἤτοι τὸ σύμμετρον ἔχουσι. περὶ τὴν πέμπτην ἡλικίαν ἀκμάζει τὸ σῶμα· πεντάκις γὰρ ἑπτὰ λεʹ. περὶ δὲ τῷ τέλει τῆς ἑβδόμης ἡλικίας παρακμάζει καὶ ἡ ψυχή·1 ἑπτάκις γὰρ ἑπτὰ τεσσαρακονταεννέα. [b 12] ποίων ἠθῶν ἐστιν ἕκαστον ἤτοι νεότης καὶ τὸ γῆρας, εἴρηται.
14. 盛年之人具有介于二者之间的品性,即介于青年与老年之间,但他们如其应当的那样兼具二者,即既有所畏惧又有所自信;[b 1] 他们既不依吝啬而生活——即既非吝啬鄙薄之徒——亦非挥霍放荡之人。[b 4] 因为在青年与老人身上,这些是分立的,即节制与勇敢;青年是勇敢的,而老人则是节制的。[b 7] 凡青年与老年所分立具有的,即分别具有的品质,盛年之人兼而有之。他们具有这些品质的适度,即协调相称。肉体在第五个年龄期达到全盛;因为五乘以七为三十五。但在第七个年龄期的末尾,灵魂也开始衰退;因为七乘以七为四十九。[b 12] 每一个阶段,即青年与老年具有何种品性,已被述及。
15. Δι’ ὅσα αὐτῶν τῶν τυχηρῶν ἀγαθῶν καὶ τὰ ἤθη τῶν ἀνθρώπων συμβαίνει εἶναι ποιά, ἤτοι μεταλλάσσονται καὶ ἀλλοιοῦνται· εἰ γὰρ πλουτήσει τις, καὶ ἐπηρμένον ἦθος κτᾶται. [b 16] τὸ φιλότιμον εἶναι ἤτοι τὸ ἀγαπᾶν τὰς τιμάς. πάντες γάρ, ὅταν ὑπάρχῃ τι αὐτοῖς ἀγαθόν, πρὸς τοῦτο πάντα ἐπισωρεύουσιν· εἰ μὲν ὑπάρχουσι φιλότιμοι, ἐπισωρεύουσι πάντα χάριν τοῦ τιμᾶσθαι, εἰ δὲ ἀφροδισιακοί, ἐπισωρεύουσι πάντα πρὸς ἀποπλήρωσιν τῆς ἐπιθυμίας. καὶ εὐγένεια προγόνων μὲν ἐντιμότης ἤτοι ἀπὸ τοῦ ἔχειν προγόνους ἐντίμους καὶ ἐνδόξους. [b 19] οἷον εὐγενεῖς εἰσί καταφρονητικοὶ καὶ τῶν ὁμοίων οἱ πρόγονοι αὐτῶν,2 οἷον ἐάν εἰσί τινες πλούσιοι καὶ ἔνδοξοι ὡς οἱ πρόγονοι αὐτῶν, καταφρονοῦσιν αὐτῶν ὡς νεοπλούτων, διότι τὸ μὲν πλουτεῖν καὶ τὸ ἔνδοξον πάλαι ὑπῆρχε τοῖς προγόνοις αὐτῶν, οὗτοι δὲ νέον ταῦτα ἐκτήσαντο. [b 20] ταὐτὰ γὰρ πόρρω τισὶν ἐπιγινόμενα ἤτοι πάλαι καὶ ἐκ χρόνων πολλῶν παρ’ ὃ ἐγγὺς3 ἤτοι νεωστὶ ἐντιμότερά εἰσι. καὶ εὐαλαζόνευτον ἤτοι ἐπιτηδειότερον εἰς τὸ ποιῆσαι ἀλαζονείαν. [b 22] ἡ μὲν εὐγένεια κρίνεται κατὰ τὴν ἀρετὴν τοῦ γένους ἤγουν τὴν ἐντιμότητα. γενναῖον δέ ἐστι τὸ μὴ ἐξίστασθαι ἐκ τῆς φύσεως ἤτοι τὸ συντηρῆσαι τὴν εὐγένειαν ἢ τὴν δόξαν τὴν ἐνοῦσαν τοῖς προγόνοις ἢ τὴν ἀνδρίαν σώαν. ὅπερ, τοῦτο τὸ μὴ ἐξίστασθαι, ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει γὰρ εὐγενέσι· πολλάκις γὰρ οἱ μὲν πατέρες εἰσὶ πλούσιοι καὶ ἔνδοξοι καὶ ἀνδρεῖοι, τὰ δὲ τέκνα καὶ πένητες καὶ ἀσθενεῖς, καὶ οὐχὶ προβαίνει ἄχρι μιᾶς εἴτε καὶ δευτέρας γενεᾶς τὸ τῶν πατέρων ἔνδοξον καὶ ἐπὶ τοὺς ἐκγόνους. [b 25] ὥσπερ συμβαίνει καὶ ἐπὶ τοῖς κατὰ χώραν γινομένοις φορά τις· πολλάκις γὰρ ἡ γῆ τῆσδε τῆς χώρας δύο καὶ τρεῖς ἐνιαυτοὺς εὐφορεῖ, ἔκτοτε δὲ ἀφορεῖ. καὶ ἐπὶ τῆς γενεᾶς, ἐὰν ᾖ τὸ γένος ἀγαθόν, γίνονται ἐξ αὐτοῦ ἄνδρες περιττοὶ ἤγουν κομψοὶ καὶ ἔντιμοι, εἶτα πάλιν ἀναδίδωσιν ἤτοι ἀνάπαλιν χείρονες ἐξ αὐτοῦ γίνονται καὶ ἀναποδίζει εἰς τὸ ἀπογεννᾶν κακούς. [b 29] ὁ Ἀλκιβιάδης εὐφυὴς λέγεται εἶναι. τὰ δὲ γένη τὰ στάσιμα ἤτοι τὰ βεβηκὸς φρόνημα ἔχοντα ἔχουσιν ἐκγόνους ἀβελτέρους καὶ νωθροὺς ἤτοι μωρούς. ἐπιπολῆς ἤτοι ῥᾷον ἔστιν ἰδεῖν.
15. 由于机运之善的哪些事物,人的品性也由此成为某种样态,即得以转变和改变;因为若有人富裕起来,便会获得傲慢的品性。[b 16] 爱慕荣誉,即喜爱尊荣。因为所有人,每当拥有某种善物时,都朝着此善物积聚一切:若他们爱慕荣誉,便为了受人尊崇而积聚一切;若他们沉湎肉欲,便为了满足欲望而积聚一切。门第高贵乃是祖先的尊荣,即源于拥有受尊崇且著名的祖先。[b 19] 例如,出身高贵者甚至蔑视那些与其祖先相仿之人:例如,若有人如他们的祖先那样富有且显赫,他们会作为暴发户而蔑视这些人,因为富有与显赫很早以前就属于他们的祖先,而这些人却是最近才获得的。[b 20] 因为同样的事物,久远之前发生在某些人身上的——即很早以前且自悠久岁月以来的——比起切近的,即近来发生的,更为受尊崇。而“易于自夸”意即更适于夸耀。[b 22] 门第高贵依照家族的美德,即其尊荣来评判。但真正的优良乃是不背离本性,即完好地保持门第的高贵、或祖先原有的名望、或勇敢。正是此事——即不背离本性——通常并不会发生在出身高贵者身上;因为父辈往往富有、显赫且勇敢,而子嗣却既贫穷又软弱,父辈的显赫不会延续至第一代甚或第二代而及于后裔。[b 25] 正如土地所出之物也会发生某种产额交替一样;因为这片土地的泥土往往丰产两三年,自此之后便不再出产。在世系之中也是如此,若家族是优秀的,从中便会产生杰出的人,即优雅而尊贵的人,随后又再次退化,即反过来从中产生更差的人,倒退到繁衍卑劣之人。[b 29] 阿尔基比亚德据说属于天赋充沛[性情狂躁]之人。而稳重的家族,即具有沉稳心性者,则拥有愚笨与迟钝的,即愚蠢的后裔。“在表面上”意即更容易看到。
- 2.0.14περὶ δὲ τῷ τέλει τῆς ἑβδόμης ἡλικίας παρακμάζει καὶ ἡ ψυχή
亚里士多德原文(1390b10)此处指灵魂在大约四十九岁时达到全盛(ἀκμάζει),但本注释采用了 παρακμάζει(开始衰退、走过顶峰)。在句法上,ἡ ψυχή 是主谓动词 παρακμάζει 的主语,解释为在第七个时期的末尾,灵魂也开始走下坡路。
- 2.0.15οἷον εὐγενεῖς εἰσί καταφρονητικοὶ καὶ τῶν ὁμοίων οἱ πρόγονοι αὐτῶν
此处句法相比亚里士多德底本(1390b17)有所杂糅。根据注释者紧随其后的解释(即若有人如其祖先那般富有显赫,亦遭其蔑视),句意取“蔑视那些境遇与其先祖相仿之人”。
- 2.0.15παρ’ ὃ ἐγγὺς
介词 παρά 搭配关系代词宾格 ὅ,紧承前文的比较级 ἐντιμότερα,用以引入比较基准(“比起邻近/近来之事”),构成了时间上的久远(πόρρω)与切近(ἐγγύς)的对比。
