← 佚名

亚里士多德《修辞学》佚名评注

§117.23-119.2

老年人的性格特征与演说对听众的适应

本节依据亚里士多德《修辞学》第2卷第13章,通过与青年人对比,逐条解释老年人的性格特征(多疑、气量狭小、自私、功利推算以及怜悯的缘由等),并总结了修辞言论契合听众性格的重要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.13

13. Καὶ τὰ πλείω τῶν πραγμάτων φαῦλα εἶναι1 ἤτοι καὶ τὰ πλείω τῶν πραγμάτων κακῶς καὶ ἐπὶ τὸ χεῖρον ἐκβαίνουσιν. [b 16] οὐ διαβεβαιοῦνται, ὅτι καλῶς μέλλει ἀποβῆναι τόδε· ἐλπίζει γὰρ τὸ ἐναντίον ἀποβῆναι. καὶ ἅπαντα ἥττονά γε ἤτοι ἔλαττον οἴονται ἀποβῆναι καλῶς, ἔλαττον παρ’ ὃ δεῖ· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ τὰ χείρω σκοποῦσι γενέσθαι. [b 17] καὶ οἴονται, ἤτοι εἴ τι μέλλει εἰπεῖν, οὐ τοῦτο λέγει ὡς ἐπιστάμενος ἀλλ’ ὡς ἐνδοιάζων καὶ ἀμφιβάλλων, εἴτε γενήσεται εἴτε καὶ μή. [b 19] καὶ πάντα λέγουσιν οὕτως ἤτοι μετὰ δισταγμοῦ, παγίως δὲ ἤτοι βεβαίως δὲ οὐδὲν λέγουσι διὰ τὸ εἰδέναι τὰ πράγματα ἀβέβαιά τε καὶ ἄστατα. καὶ κακοήθεις ἤτοι πάντα ὑπολαμβάνοντες ἐπὶ τὸ χεῖρον. [b 21] ἔτι δέ εἰσι καχύποπτοι ἤτοι ὑποπτεύοντες ἀεὶ τὰ κακὰ γενέσθαι διὰ τὴν ἀπιστίαν καὶ ἀβεβαίωσιν τῶν πραγμάτων. [b 24] διὰ τὸ ταπεινωθῆναι καὶ καταδαρῆναι πολλὰ ἐν τῷ βίῳ εἰσὶ καὶ μικρόψυχοι. ἀλλ’ ἐπιθυμοῦσι μόνα ἔχειν τὰ πρὸς τὸν βίον ἤτοι τὰ πρὸς τὸ ζῆν συμβαλλόμενα. [b 27] καὶ ἀνελεύθεροι ἤτοι μὴ θέλοντες διδόναι ὧν ἔχουσί τι. ἡ γὰρ οὐσία ἤτοι ἡ περιουσία ἐστὶν ἕν τι τῶν ἀναγκαίων ἤτοι τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων. [b 33] καὶ μάλιστα ἐν τῇ τελευταίᾳ ἡμέρᾳ ἤτοι ἐν τῇ τελευτῇ ἐρῶσι τῆς ζωῆς, διότι ἡ ἐπιθυμία τοῦ ἀπόντος ἐστίν· ἐπεὶ δὲ καὶ ἡ ζωὴ ἤδη ἄπεστιν, ἐρῶσιν αὐτῆς ὡς ἀπούσης. [b 34] καὶ τούτου μάλιστα ἐπιθυμοῦσιν, οὗ εἰσιν ἐνδεεῖς· ἐνδεεῖς δέ εἰσι τῶν ἡμερῶν· ὥστε τῶν ἡμερῶν ἐπιθυμοῦσι. [b 35] καὶ φίλαυτοι, ἀγαπῶντες αὑτούς, μᾶλλον παρ’ ὃ δεῖ. καὶ πρὸς τὸ συμφέρον ζῶσι μᾶλλον παρ’ ὃ δεῖ, ἀλλ’ οὐ πρὸς τὸ καλόν, ἤτοι οὐ φροντίζουσιν εἶναι καλοὶ ἤγουν δίκαιοι, ἀλλὰ τὸ συμφέρον ἀεὶ ζητοῦσιν ἤτοι τὸ περισυνάγειν τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ διὰ τὸ φροντίζειν τοῦ συμφέροντος ἀδικοῦσι καὶ ἁρπάζουσι. [b 37] τὸ μὲν γὰρ συμφέρον ἐστὶν ἀγαθὸν αὑτῷ μόνῳ· αὑτῷ γὰρ περιποιεῖται τὸ ζῆν· τὸ δὲ καλὸν ἤτοι τὸ δίκαιον ἁπλῶς ἐστιν ἀγαθόν. καὶ διὰ τὸ φροντίζειν τοῦ συμφέροντος καὶ τοῦ ζῆν εἰσὶν ἀναίσχυντοι καὶ οὐκ αἰσχύνονται ἀναισχυντεῖν καὶ ἅρπαγες φαίνεσθαι. [1390a3] ὀλιγωροῦσι τοῦ δοκεῖν εἶναι κακοί τε καὶ ἄδικοι. καὶ δυσέλπιδες ἤτοι ἀεὶ τὰ φαῦλα προσδοκῶσιν. [a 9] εἰσὶ δὲ καὶ ἀδόλεσχοι· ἀφηγοῦνται ἔργα ἀνδρῶν παλαιῶν καὶ οἰκεῖα. [a 11] καὶ οἱ θυμοὶ αὐτῶν ὀξεῖς ἤτοι καὶ συντόμως θυμοῦνται καὶ πάλιν συντόμως ἀσθενεῖ καὶ παύεται ὁ θυμὸς αὐτῶν. [a 13] οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας ἤτοι κατὰ πάσας τὰς ἐπιθυμίας ἢ κατὰ τὰ ἀφροδίσια, ἀλλὰ κερδαίνειν ἀεὶ ἀφορῶσιν. [a 15] αἱ γὰρ ἐπιθυμίαι ἀνείκασιν ἤγουν ἐνέδωκαν. ἕκαστος ζῇ κατὰ τὸ οἰκεῖον ἦθος· ὁ θυμώδης ζῇ ἤθει θυμώδει, ὁ ἀνδρεῖος ἀνδρικῷ ἤθει, ὁ σώφρων σώφρονι ἤθει· ὁ δὲ γηραιὸς οὐ ζῇ κατὰ τὸ ἦθος ἤτοι ἀκολουθῶν ἤθει θυμώδει ἢ ἀνδρικῷ, ἀλλὰ κατὰ λογισμόν, ἤτοι σκοπεῖ, πῶς θέλει ζῆν κατὰ τὸ συμφέρον. [a 17] τὸ δὲ ἦθος κρίνεται ἑκάστου ἀπὸ τῆς ἐνούσης ἀρετῆς ἑκάστῳ, ἤγουν ἀνδρίας, σωφροσύνης καὶ τῶν λοιπῶν. [a 20] οἱ μὲν γὰρ νέοι ἐλεοῦσι διὰ φιλανθρωπίαν ἤτοι διὰ τὸ οἴεσθαι πάντας ἀγαθούς, οἱ δέ εἰσιν ἐλεεινοὶ δι’ ἀσθένειαν·2 εἰ γὰρ ἴδωσί τινα κακῶς πάσχοντα, ἐλεοῦσιν αὐτὸν διὰ τὸ ἐλπίζειν ἑαυτοὺς τῷ αὐτῷ πάθει περιπεσεῖν. [a 25] ὥστε ἐπεὶ ἀποδέχονται πάντες, ἄνπερ ἀκούσωσί τινα λέγοντα, λόγους οἰκείους τῷ ἤθει αὐτῶν,3 οἱ ἀνδρεῖοι λόγους ἀνδρικοὺς ἀποδέχονται καὶ οἱ σώφρονες σωφρονικοὺς καὶ ὅλως τοὺς ὁμοίους τῷ ἤθει αὐτῶν, οὐκ ἄδηλον, πῶς χρώμενοι τοῖς λόγοις δείξομεν οὓς λέγομεν λόγους οἰκείους τῷ ἤθει τῶν ἀκροατῶν ἢ τῶν δικαστῶν.

13. “以及大部分事物是恶劣的”,即大部分事物结果糟糕且趋于恶劣。 他们并不断言此事将会善终;因为他们期望相反的结果发生。“并且凡事都更欠缺”,即他们认为事情善终的程度更少,少于所应当的程度;因为在绝大多数情况下他们都着眼于更坏的局面发生。 “并且他们认为”,即若是有人打算说什么,他并非作为深知者说出此话,而是作为对事情是否会发生犹疑不定、满怀疑虑者说出。 “并且他们如此说出一切”,即带着迟疑,而没有任何事情是确定地、即牢固地说出的,因为他们知晓事物是不确定且不稳固的。“并且心怀恶意”,即把一切事物都往坏处想。 “此外他们还多疑”,即由于事物的不信任与不确定,总是怀疑坏事会发生。 由于在人生中屡屡受挫和遭逢打击,他们亦气量狭小。他们只渴望拥有谋生之物,即对生存有所助益之物。 “并且吝啬”,即不愿把他们所拥有的任何一部分给予他人。因为财产,即家当,乃是必需之物,即适于生存之物之一。 “并且特别是在最后一天”,即在临终时热爱生命,因为欲望属于所缺失之物;而既然生命亦已缺失,他们遂视其为所缺失之物而热爱它。 “并且他们特别欲望他们所欠缺之物”;而他们欠缺岁月;是以他们欲望岁月。 “并且自私”,爱自己胜过所应当的程度。“并且依据有益之事生活”胜过所应当的程度,“而不依据高贵之事”,即他们不挂虑成为高贵的,亦即正义的人,而是始终谋求有益之事,即搜罗适于生存之物,且由于挂虑有益之事而行不义并巧取豪夺。 因为有益之事仅对自身而言是善的;因为它为自身获取生存;而高贵之事,即正义之事,乃是无条件绝对的善。且由于挂虑有益之事与生存,他们是厚颜无耻的,并且不以行径无耻和显为掠夺者为耻。 他们轻视被看作恶劣且不义之人。“并且缺乏希望”,即始终预料恶劣之事。 “并且他们亦是饶舌的”;他们叙述古人的作为与他们自身的作为。 “并且他们的怒气急躁”,即迅速发怒,且他们的怒气又迅速衰退平息。 “亦不依循欲望而有所作为”,即不依循一切欲望或依循性欲[而有所作为],而是始终着眼于谋取私利。 因为欲望已经松弛,即已经衰退。每个人依据其特有的性格生活:血气方刚者依据血气方刚的性格生活,勇敢者依据勇敢的性格生活,节制者依据节制的性格生活;而老年人并不依据性格生活,即并不顺从血气方刚或勇敢的性格,而是依据推论生活,即考量自己如何愿意依据有益之事生活。 而每个人的性格乃是由每个人身上所具备的德性(即勇敢、节制及其他德性)来评判的。 青年人出于仁爱(即出于认为所有人都是善良的)而怜悯,而老年人则出于脆弱而富有怜悯心;因为他们若看见有人遭遇不幸,就会由于预料自己亦会陷入同样的苦难而怜悯他。 是以,既然当所有人听见有人言说时,都接纳与自身性格相称的言论——勇敢者接纳勇敢的言论,节制者接纳节制的言论,总括而言接纳与其性格相似的言论——那么,我们当如何运用言论来表明我们所说的言论与听众或审判官的性格相称,就是显而易见的了。

语法注3 条
  1. 2.0.13Καὶ τὰ πλείω τῶν πραγμάτων φαῦλα εἶναι

    亚里士多德《修辞学》1389b14的引文(释文)。它保留了亚里士多德前文中由 διὰ γὰρ τὸ... 统辖的带不定式结构。注解者在随后的 ἤτοι 子句中用定式动词(ἐκβαίνουσιν)重述并解释其意。

  2. 2.0.13οἱ δέ εἰσιν ἐλεεινοὶ δι’ ἀσθένειαν

    形容词 ἐλεεινός 在古典希腊语中通常作被动意义“值得怜悯的、可怜的”,但在此处根据亚里士多德原文(1390a19 ἐλεητικοὶ δὲ καὶ οὗτοι)以及与青年人“怜悯”(ἐλεοῦσι)的平行对比,它被用作主动意义(“富有怜悯之心的”,相当于 ἐλεητικοί)。

  3. 2.0.13ὥστε ἐπεὶ ἀποδέχονται πάντες, ἄνπερ ἀκούσωσί τινα λέγοντα, λόγους οἰκείους τῷ ἤθει αὐτῶν

    整个句子的骨架为复合结构:ὥστε ἐπεὶ ... οὐκ ἄδηλον, πῶς... 由连词 ἐπεὶ 引导的原因从句中嵌套了一个条件从句(ἄνπερ ἀκούσωσι...)以及同位语式的具体例证(οἱ ἀνδρεῖοι... καὶ οἱ σώφρονες...),最后接主句 οὐκ ἄδηλον [ἐστί] 及其统辖的由 πῶς 引导的间接疑问从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:117.23-119.2