← 佚名

亚里士多德《修辞学》佚名评注

§116.13-117.22

依年龄而异的性格与青年的品性特征

注解者引介了亚里士多德《修辞学》第2卷第12章关于各年龄段(青年、壮年与老年)性格差异的讨论,并具体阐释了青年人的性格特质(欲望的易变、对荣誉与胜利的追求、生活在希望之中以及行事过度的倾向等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.12

12. Ποῖοι δέ εἰσι κατὰ τὰ ἤθη καὶ τὰ πάθη, διέλθωμεν. [b 35] καὶ ποῖα προαιρεῖται ἕκαστος, ἤγουν ὁ νέος, ὁ ἀνδρεῖος καὶ ὁ γηραιός, καὶ τίνων εἰσὶ πρακτικοὶ ὁ νέος καὶ ὁ γηραιὸς καὶ ὁ ἀνδρεῖος. [1389 a 6] ἁψίκοροι περὶ τὰς ἐπιθυμίας· συντόμως γὰρ ἐρῶσι καὶ μετὰ τὴν τοῦ ἔρωτος ἀποπλήρωσιν πάλιν συντόμως μισοῦσι τὸ ἐρώμενον. καὶ οἷοι ἀκολουθεῖν τῇ τοῦ θεοῦ ὁρμῇ. [a 10] διὰ γὰρ φιλοτιμίαν ἤτοι διὰ τὸ φιλεῖν τὸ τιμᾶσθαι οὐκ ἀνέχονται ὀλιγωρούμενοι ἤτοι καταφρονούμενοι παρά τινων. [a 14] καὶ εἰσὶ μᾶλλον ταῦτα ἄμφω ἤτοι φιλότιμοι καὶ φιλόνικοι παρ’ ὃ φιλοχρήματοι.1 [a 16] ὁ Πιττακὸς ἐδίδου τῷ Ἀμφιαράῳ τῷ μάντει χρήματα, ὁ δ’ οὐκ ἤθελε λαβεῖν· ὅθεν καὶ ὁ Πιττακὸς λέγει πρὸς αὐτὸν ‘σὺ δ’ οὔπω χρυσῶν ἔρωτος ἐγεύσω· ἦ γὰρ ἂν χεῖρας ἑτοίμους εἶχες λαβεῖν’.2 εὐήθεις εἰσίν, ὧν τὸ ἦθος εὐπεριάγωγον. καὶ εὔπιστοι ἤτοι ῥᾳδίως πιστεύουσιν. [a 19] ὥσπερ γὰρ οἱ οἰνωμένοι ἤτοι οἱ μεθύοντες ἀναλογίζονται καὶ φαντάζονται, ὡς βασιλεύσουσιν ἢ πάθωσι τι ἕτερον ἀγαθόν, οὕτω καὶ οἱ νέοι διάθερμοι ὄντες ὑπὸ τῆς φύσεως καὶ ἐκπυρούμενοι φαντάζονται τὰ ὑπὲρ αὑτοὺς ἤτοι ὡς βασιλεύσουσιν. [a 21] εἰκότως δὲ οἱ νέοι ζῶσι τὰ πλεῖστα ἐν ἐλπίδι, διότι τὸ μὲν παρεληλυθὸς αὐτῶν ἐστιν ὀλίγον καὶ διὰ τοῦτο οὐκ ἔχουσιν ἀναμνημονεύειν πολλά· ἐπεὶ δὲ τὸ μέλλον αὐτοῖς ἐστι πολύ, ἡ δὲ ἐλπὶς τοῦ μέλλοντος, διὰ τοῦτο ζῶσι καὶ ἐν ἐλπίδι. [a 24] τῇ γὰρ πρώτῃ ἡμέρᾳ, καθ’ ἣν γεννηθῶσι, μέμνηνται μὲν οὐδενός, ἐλπίζουσι δὲ πολλά. καὶ εὐεξαπάτητοί εἰσι διὰ τὸ εἰρημένον ἤτοι διὰ τὸ μήπω ἠπατῆσθαι· ἐλπίζουσι γὰρ ἤτοι πιστεύουσι γὰρ ῥᾳδίως τοῖς λεγομένοις. [a 27] ὧν τὸ μὲν ἤγουν τὸ θυμῶδες ποιεῖ αὐτοὺς μὴ φοβεῖσθαι, τὸ δέ, τὸ εὔελπι, ποιεῖ αὐτοὺς θαρρεῖν. [a 29] καὶ αἰσχυντηλοί· αἰσχύνονται γὰρ κλέπτειν, ἕτερα γὰρ καλὰ οὐκ ἐπίστανται, ἀλλ’ ὑπὸ τοῦ νόμου ἐπαιδεύθησαν, οἷον τὸ μὴ κλέπτειν, τὸ μὴ μοιχεύειν, τὸ μὴ πορνεύειν· ταῦτα γὰρ καλά εἰσιν ὡς τῷ νόμῳ διαγορευόμενα· ἡ δὲ ἀνδρία καὶ ἡ σωφροσύνη καλὰ μέν εἰσιν, ἀλλ’ οὐ τῷ νόμῳ διαγορευόμενα. [a 32] ἄπειροι γάρ εἰσι τῶν ἀναγκαίων ἤτοι τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων. μεγαλόψυχος δέ ἐστιν ὁ μεγάλων ἀγαθῶν καὶ τιμῶν ἀξιῶν ἑαυτὸν ἤγουν ἡγούμενος ἑαυτὸν ἄξιον. [a 33] τοῦτο δὲ τὸ ἀγαθὸν εὐέλπιδός ἐστι τὸ ἀξιοῦν ἑαυτὸν μεγάλων. καὶ πράττουσι τὰ καλὰ μᾶλλον τῶν συμφερόντων. καλὸν μέν ἐστι τὸ φανερῶς καὶ ἀδόλως κατατροπῶσαι τοὺς πολεμίους· ἀνδρείου γὰρ ἔργον τοῦτο· τὸ δὲ νύκτωρ καὶ μετὰ δόλου ἐπιτεθῆναι αὐτοῖς συμφέρον μέν ἐστιν, οὐ καλὸν δέ. [a 35] τῷ γὰρ ἤθει τουτέστι τῇ ἠθικῇ ζῶσιν ἀρετῇ παρ’ ὃ τῷ λογισμῷ τῷ κριτικῷ τοῦ συμφέροντος. [b 1] καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν· οὐ γὰρ δύνανται κρῖναι καὶ συννοῆσαι, ἃ συμφέρει αὐτοῖς. μὴ συζῆν τοῖς φίλοις· ἐκ γὰρ τοῦ συνδιημερεύειν αὐτοῖς συμβαίνει καταδαπανᾶν τὴν οἰκείαν περιουσίαν· ὥστε οὐδὲ τοὺς φίλους κρῖναι δύνανται. [b 2] καὶ πάντα ἐπὶ τὸ μᾶλλον ποιοῦσιν· ἄγαν γὰρ φιλοῦσι καὶ ἄγαν μισοῦσι. [b 6] τοῦτο γὰρ τὸ διισχυρίζεσθαι πάντα εἰδέναι τοῦ πάντα ἄγαν ποιεῖν.3 εἰσὶ δὲ καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς ὑπολαμβάνειν.

12. 让我们论述他们在性格与情感方面是怎样的人。 以及每个人,即青年人、壮年人和老年人优先选择何种事物,又及青年人、老年人和壮年人倾向于实践何种事物。 在欲望方面容易生厌;因为他们迅速坠入爱河,而在爱的满足之后,又迅速憎恨所爱之物。他们也是顺从神明冲动之人。 因为出于对荣誉的热爱,即出于喜欢受人尊崇,他们无法忍受被任何人轻慢,即被蔑视。 并且他们更兼具这二者,即爱好荣誉者与爱好胜利者,胜过爱好钱财者。 庇塔库斯曾将钱财给予预言家安菲阿剌俄斯,而后者不肯接受;因此庇塔库斯亦对他说:“你尚未尝过对黄金的爱;若不然,你早就会备好双手来接受了。”他们是淳朴之人,其性格极易转变。他们也是轻信的,即容易相信。 因为正如饮酒者(即醉酒者)盘算并幻想自己将成为君王或遭遇某种其他善事,青年人由于本性炽热而热血沸腾,同样幻想超越自身之事,即幻想自己将成为君王。 青年人多半生活在希望之中是合乎情理的,因为对他们而言过去的事物很少,正因如此他们没有许多事物可以回忆;而既然对他们而言未来的事物很多,且希望属于未来,正因如此他们亦生活在希望之中。 因为在他们出生的第一天,他们什么也不记得,却希望许多事物。他们亦由于前述原因(即由于尚未被欺骗过)而极易受骗;因为他们容易对所言之事怀有希望,即容易相信所言之事。 在这些之中,一者(即血气部分)使他们不惧怕,另一者(即怀有希望的部分)使他们勇敢大胆。 他们亦是知羞耻的;因为他们以偷盗为耻,毕竟他们不知道其他高贵之事,而只是受过法律的教化,例如不偷盗、不通奸、不卖淫;因为这些事物作为被法律所规定者乃是高贵之事;然而勇敢与节制虽是高贵之事,却非法律所规定。 因为他们对生活必需之事,即对适于谋生之事缺乏经验。而心胸宽宏者乃是自视配得重大善事物与荣誉之人,即认为自己配得之人。 自视配得重大事物这种善品质,属于怀有希望之人。并且他们践行高贵之事胜过践行有益之事。公开且无诡计地击溃敌人是高贵的,因为这是勇敢者的作为;然而在夜间以诡计攻击他们虽然是有益的,却并非高贵的。 因为他们依据性格(即依据伦理德性)生活,胜过依据评判有益之事的推论生活。 并且尚未依据有益性来评判任何事物;因为他们无法评判并领会有益于他们的是什么。亦不与朋友共同生活;因为从与他们整日相伴中,往往会挥霍自身财产;以至于他们亦无法评判朋友。 并且他们做一切事情都趋于过度;因为他们爱得过度,亦恨得过度。 因为坚称自己通晓一切,乃是属于过度做一切事情的。由于他们认为所有人都是善良的,他们亦是富有怜悯之心的。

语法注3 条
  1. 2.0.12παρ’ ὃ φιλοχρήματοι

    介词 παρά 接中性单数宾格关系代词 ὅ 构成的短语“παρ’ ὅ”在此作表示比较基准的连词性短语(“胜过……”、“与其说是……不如说是……”),与前文的 μᾶλλον ταῦτα ἄμφω 相应,意为“胜过爱好钱财者”。

  2. 2.0.12ἦ γὰρ ἂν χεῖρας ἑτοίμους εἶχες λαβεῖν

    由强调助词 ἦ、语气小词 ἄν 与未完成过去时直陈式 εἶχες 构成的与事实相反的假设归结句。承接前文叙述的事实“σὺ δ’ οὔπω χρυσῶν ἔρωτος ἐγεύσω”(“你尚未尝过对黄金的爱”),表示当前相反的假定状况:“若不然,你早就会备好双手来接受了(而实际上并未准备)”。

  3. 2.0.12τοῦτο γὰρ τὸ διισχυρίζεσθαι πάντα εἰδέναι τοῦ πάντα ἄγαν ποιεῖν

    此句省略了系动词 ἐστί,以冠词加不定式短语 τὸ διισχυρίζεσθαι πάντα εἰδέναι 为主语,以属格的冠词加不定式 τοῦ πάντα ἄγαν ποιεῖν 作表语属格(表示归属、特质或起因),意为“坚称自己通晓一切,乃是属于[或源于]过度做一切事情的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:116.13-117.22