← 佚名

亚里士多德《修辞学》佚名评注

§115.22-116.12

羡慕的定义及其与嫉妒的区别与蔑视对象

注解者阐释了亚里士多德《修辞学》卷二第11章关于羡慕(zelos)的定义及其与嫉妒的区别、易生羡慕之人、受人羡慕的人物与善事物,以及与羡慕相对立的蔑视对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.11

11. Ἐὰν γὰρ ὁ ζῆλος λύπη τις ἐστι1 παρὰ τοὺς ὁμοίους τῇ φύσει. τότε γὰρ ζηλοῖ τις, ὅταν ἴδῃ τὸν ὅμοιον ἑαυτῷ ἢ τῷ χρόνῳ ἢ τῇ εὐγενείᾳ τυχόντα τινῶν ἀγαθῶν ἐνδεχομένων καὶ αὐτῷ λαβεῖν, ἤτοι ἃ ἐνεδέχετο καὶ αὐτὸν ἔχειν. ζηλοῖ δὲ αὐτόν, οὐχ ὅτι ἄλλῳ ἤτοι οὐχ ὅτι ἐνεδέχετο ἄλλον ἔχειν ταῦτα τὰ ἀγαθά, ἀλλ’ ὅτι οὐχὶ καὶ αὐτῷ2 ἤτοι ὅτι οὐδὲ αὐτὸς ταῦτα ἔχει. [a 34] ὁ μὲν γὰρ ζηλῶν ἑαυτὸν παρασκευάζει τυχεῖν τῶν ἀγαθῶν τῶν προσόντων τῷ πλησίον, ὁ δὲ φθονῶν παρασκευάζει τὸν πλησίον μὴ ἔχειν, ἃ ἔχει ἀγαθά, διὰ τὸν φθόνον. [a 36] ζηλωτικοὶ μὲν οὖν εἰσιν οἱ ἀξιοῦντες αὑτοὺς ἤτοι οἵτινες κρίνουσι καὶ ἑαυτοὺς ἀξίους ἔχειν τὰ ἀγαθά, ἃ ἔχει ἕτερος ὅμοιος αὐτῷ· ζηλοῦσι γὰρ τὰ τοιαῦτα ἀγαθὰ διὰ τὸ οἴεσθαι αὑτοὺς ἀγαθοὺς εἶναι καὶ διὰ τοῦτο ἔχειν τὰ ἀγαθά, ἃ προσήκει ἔχειν τοὺς ἀγαθούς. [b 7] ζηλοῦσι καὶ ἐκεῖνοι, οὓς οἱ ἄλλοι ἀξιοῦσιν ἤτοι ἀξίους τῶν τοιούτων νομίζουσιν. οἰκεῖα γὰρ ἑαυτοῖς οἴονται εἶναι ταῦτα τὰ ἀγαθά. [b 13] καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἐστίν,3 ἤτοι καὶ ὧν ἀρετῶν τὸ ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν ἔχοντα ταύτας ἀλλὰ καὶ εἰς ἄλλους, οἷον τὸ τῆς ἀνδρίας ἀγαθὸν καὶ τὸ τῆς ἐλευθεριότητος παρεκτείνεται καὶ εἰς τοὺς μὴ ἔχοντας αὐτὰς καὶ τὸ τοῦ κάλλους ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν εὐειδῆ ἀλλὰ καὶ εἰς τοὺς ἐραστάς. [b 19] ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οἷς πολλοὶ βούλονται εἶναι ὅμοιοι, ἢ οὓς πολλοὶ γνωρίζειν θέλουσιν ἢ φίλους ἔχειν. ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οὓς αὐτοὶ καὶ ἡμεῖς θαυμάζομεν. [b 24] ἀνάγκη δὲ τοὺς ἔχοντας οὕτως, ὥστε ἢ ζηλοῦσθαι παρ’ ἄλλων ἢ ἄλλους ζηλοῦν αὐτούς, καταφρονεῖν τούτων, ὅσοι ἔχουσι τὰ ἀγαθῶν ἐναντία κακὰ τῶν ζηλωτῶν. τίνα δέ εἰσι ταῦτα, ἔφθημεν εἰπόντες. [b 27] καταφρονοῦνται οἱ εὐτυχοῦντες, εἴ γε καὶ τὰ ἔντιμα ἀγαθὰ οὐκ ἔχουσιν, οἷον ἀνδρία, κάλλος καὶ τὰ τοιαῦτα.

11. 因为如果说羡慕是关乎本性上相似者的一种悲痛,[那么情况如下]:盖当某人看见在时代或出身门第上与自己相似之人,获得了对于他自己而言亦有可能获得的某些善事物(即他自己亦有可能占有的那些事物)时,便会产生羡慕。而他羡慕此人,并非因为[善事物属于]他人(即并非因为他人有可能占有这些善事物),而是因为[善事物]并不亦属于他自己(即因为他自己亦不占有这些事物)。 因为羡慕者使自己准备好去获得邻人所拥有的善事物,而嫉妒者则出于嫉妒,使邻人无法占有其所拥有的善事物。 因此,易生羡慕之人是那些自视配得之人,即判定自己亦配得占有与自己相似的另一人所拥有的那些善事物的人;因为他们羡慕此类善事物,是由于自以为是良善之人,且自以为正因如此而占有良善之人理当占有的善事物。 他人认为配得之人,即他人判定其配得此类事物的人,亦会产生羡慕;因为他们认为这些善事物是属于他们自身的。 并且,[羡慕亦关乎]凡是其享用属于邻人的善事物,即其善不仅延伸至占有它们之人,亦延伸至其他人的德性;例如,勇敢的善与慷慨的善亦延伸至未占有它们之人,而美的善不仅延伸至美貌之人,亦延伸至爱慕者。 那些许多人希望与之相似之人,或许多人希望认识或交为朋友之人,亦是被羡慕的对象;那些他们自己与我们所赞赏之人,亦是被羡慕的对象。 处于被他人羡慕或自己羡慕其他人之状态的人,必然蔑视凡是拥有与被羡慕之善事物相反的恶事物的所有人。至于这些是何种事物,我们此前已然述及。 顺遂幸运之人若亦未占有受尊崇的善事物,例如勇敢、美以及诸如此类之物,便会受到蔑视。

语法注3 条
  1. 2.0.11Ἐὰν γὰρ ὁ ζῆλος λύπη τις ἐστι

    连词 ἐάν 后接现在直陈式 ἐστί,反映了后古典期希腊语中 ἐάν 与 εἰ 混用的习惯,意在转述亚里士多德原文(1388a32:Εἰ δή ἐστι ζῆλος λύπη τις...)的条件句骨架。句中缺少显式的归结句主动词,需由紧随其后的 τότε γάρ 引导的阐述句承接作为归结内容。

  2. 2.0.11οὐχ ὅτι ἄλλῳ... ἀλλ’ ὅτι οὐχὶ καὶ αὐτῷ

    与格 ἄλλῳ 与 αὐτῷ 为领有与格,省略了系动词(如 ἔστι),这一点从紧随其后的同义解释(ἤτοι οὐχ ὅτι ἐνεδέχετο ἄλλον ἔχειν... ἤτοι ὅτι οὐδὲ αὐτὸς ταῦτα ἔχει)可以得到明确印证。两者构成对比结构:并非因为[善事物]属于他人,而是因为并未同样属于自身。

  3. 2.0.11καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἐστίν

    该关系从句承接前文,引出受羡慕的具体善事物。句中缺少独立的主动词,在构文上需从上下文补出省略的动词观念,如 ζηλοῦται 或 ζηλοῦσι(对应亚里士多德 1388b13 的讨论主题)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:115.22-116.12