← 佚名

亚里士多德《修辞学》佚名评注

§114.8-115.21

嫉妒的定义及其对象与修辞运用

阐释亚里士多德《修辞学》卷二中关于嫉妒的定义、引发嫉妒的同等之人(在时间、空间、年龄及行业上相近者)的条件,以及利用激发或驱除嫉妒以压制裁判官怜悯之心的修辞策略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.10

10. Ὁ φθόνος λύπη τίς ἐστι περὶ τοὺς ὁμοίους ἢ τῇ δόξῃ ἢ τῇ εὐγενείᾳ· φθονοῦσι δὲ αὐτοῖς οὐχί, διότι αὐτοῖς μέλλει γενέσθαι τι κακὸν ἐκ τῆς ἐκείνων εὐπραγίας, ἀλλὰ δι’ ἐκείνους τοὺς πλησίον λυποῦνται, ὅτι εὐημέρησαν. [b 25] εἰσί τινες ὅμοιοι ἢ τῇ ἀληθείᾳ ἢ φαίνονται μέν, οὐκ εἰσὶ δέ. φθονοῦσι καὶ οἱ ἔχοντες πάντα τὰ ἀγαθά· ἐπεὶ γὰρ πάντα ἔχουσι τὰ ἀγαθά, ὡς οἰκεῖα ταῦτα ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἴδῃ τινὰ ἔχοντά τι τῶν ἐνόντων αὐτῷ ἀγαθῶν, φθονεῖ τούτῳ ὡς ἔχοντι τὸ ἑαυτοῦ· [b 29] πάντας γὰρ τοὺς ἔχοντάς τι ἀγαθὸν οἴονται φέρειν καὶ ἔχειν τὰ ἑαυτῶν ἀγαθά. καὶ οἱ τιμώμενοι ἐπὶ σοφίᾳ φθονοῦσιν, εἰ ἀκούσουσιν ἕτερον ὄντα σοφόν. [b 33] καὶ οἱ μικρόψυχοι φθονεροί· διότι γὰρ δοκεῖ αὐτοῖς πάντα μεγάλα, διὰ τοῦτο, κἂν ἴδωσί τινα φοροῦντα ζωνάριον, μέγα τοῦτο δοκεῖ αὐτοῖς καὶ διὰ τοῦτο φθονοῦσι. [1388 a 4] καὶ περὶ ταῦτα τὰ πράγματα καταγίνεται ὁ φθόνος, ὧν τῇ κτήσει ἢ μικρῷ ὑπερέχουσί τινων ἐχόντων καὶ ἐκείνων ταῦτα ἢ μικρῷ ἐλλείπουσι,1 καὶ διὰ τοῦτο φθονοῦσι καὶ τοῖς ἔχουσι ταῦτα, ὧν ἢ μικρῷ ὑπερέχουσιν ἢ μικρῷ ἐλλείπουσι. φθονοῦσι γὰρ τῷ ἐγγὺς ἢ χρόνῳ ἤτοι τοῖς ὁμήλιξιν· οὐδέποτε γὰρ ὁ παῖς φθονήσει τῷ γέροντι, οὐδὲ ὁ ἐν Ἀλεξανδρείᾳ φθονήσει τῷ Μακεδόνι· οἱ γὰρ ὁμόχωροι ἀλλήλοις φθονοῦσι. [a 7] τοῦ Αἰσχύλου τοῦ ποιητοῦ ἐστι “τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται”. [a 8] φιλοτιμοῦνται δὲ καὶ ἐπιδείκνυνται πρὸς τοὺς εἰρημένους ἤτοι τοὺς ἐγγὺς καὶ τόπῳ καὶ χρόνῳ καὶ ἡλικίᾳ. οὐδεὶς φθονεῖ οὔτε τῷ ὄντι πρὸ μυρίων χρόνων οὔτε τῷ ἐσομένῳ μετὰ μυρίους χρόνους οὐδὲ τῷ ἐφ’ Ἡρακλείαις στήλαις ὄντι. οὐδὲ φθονοῦσι, ὧν κατὰ πολὺ λείπονται, εἴτε αὐτοὶ ἑαυτοὺς οἴονται ἐκείνων λείπεσθαι, εἴτε ἄλλοι νομίζουσιν ἐκείνων τούτους λείπεσθαι. [a 12] ὡσαύτως καὶ πρὸς τούτους τοὺς ὁμοίους ἤτοι τοὺς ὁμοιοτέχνους ὁ φθόνος γίνεται ἢ ὁμοφύλους ἢ ὁμήλικας· καὶ περὶ τὰ τοιαῦτα ἃ εἴπομεν ἀγαθὰ ἀνάγκη τούτοις τοῖς ἀνταγωνισταῖς φθονεῖν καὶ ἀντερασταῖς. καὶ οἱ μόλις κτησάμενοι ἢ πλοῦτον ἢ σοφίαν ἢ ἄλλο τι φθονοῦσι τοῖς ταχέως ταῦτα κτησαμένοις. καὶ οἱ μὴ τυχόντες τούτων τῶν ἀγαθῶν βραδέως φθονοῦσι τοῖς τυχοῦσι τούτων ταχέως. [a 17] φθονοῦμεν καὶ περὶ ἐκεῖνα, ἃ εἰ κατορθωθῶσιν ἄλλοις καὶ εἰ ταῦτα ἄλλοι κέκτηνται, ἡμεῖς δὲ ταῦτα οὐ κατορθώσομεν, ὄνειδος ἡμῖν ἐπιγίνεται.2 εἰσὶ δὲ καὶ οὗτοι οἱ κατορθώσαντες ταῦτα καὶ ἐγγὺς ἡμῶν καὶ τῷ τόπῳ καὶ τῷ χρόνῳ καὶ ὅμοιοι, οἷον εἰ ἴδωσί τινες τὸν ὁμήλικά μοι καὶ ὁμότεχνον γενόμενον ἄρχοντα, ἐμὲ δὲ μὴ γενόμενον, ὀνειδίζουσί με· [a 19] φαίνεται γάρ, ὅτι παρ’ αὐτοὺς ἤτοι δι’ ἐμέ,3 ἤτοι ἐγὼ ἐγενόμην αἴτιος ἑαυτῷ τοῦ μὴ γενέσθαι με ἄρχοντα ποιήσας ἑαυτὸν φαῦλον καὶ ἀνάξιον τῆς τοιαύτης δόξης. ὥστε τοῦτο τὸ ὀνειδίζεσθαί με παρὰ πάντων διὰ τὸ ἐκεῖνον μὲν γενέσθαι ἄρχοντα, ἐμὲ δὲ οὔ, λυποῦν ἐμὲ ἀπογεννᾷ τὸν φθόνον ἐν ἐμοί. [a 21] φθονοῦμεν καὶ τοῖς ἔχουσι ταῦτα, ὅσα προσῆκεν ἡμῖν ἔχειν, ἤτοι ὅσα ἡμεῖς ἔχομεν, ἢ εἴχομέν ποτε. [a 25] ὥστε ἂν αὐτοὶ μὲν ἢ οἱ δικασταὶ ἢ ἀκροαταὶ ἢ οἱ κύριοι παρασκευασθῶσιν οὕτως ἔχειν, ὡς νομίζειν ἐκείνους τοὺς ἐλεηθῆναι αἰτοῦντας μὴ ἀξίους τοιούτων καὶ ἐλέους, οἱ δὲ ἀξιούμενοι ἐλεεῖσθαι εἰσι τοιοῦτοι, οἷοι οἱ εἰρημένοι, ἤτοι ἀνάξιοι ἐλέους τυχεῖν ἤ τινος ἀγαθοῦ, δῆλον ὡς οὐκ ἐλεηθήσονται παρὰ τῶν κυρίων ἤτοι τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν.

10. 嫉妒是指对于在声誉或出身门第上与自己相似之人所产生的一种悲痛;他们嫉妒这些人,并非因为由于那些人的顺遂会有某种恶事降临于自身,而是因那些邻人的缘故感到悲痛,因为他们顺遂昌盛。 有些人实际上确实相似,或者表面看来相似,实则不然。拥有全部善事物的人亦会嫉妒;因为他们既然拥有全部善事物,便将这些视为属于自身的,且正因如此,若见某人拥有原本属于自己的善事物中的某样,便对此人感到嫉妒,视其为占有了属于自己的东西;因为他们认为,所有拥有某种善事物的人都是夺取并占有了属于他们自身的善事物。因智慧而受尊崇的人,若听说他人有智慧,亦会嫉妒。 器量狭小之人亦易生嫉妒;因为对他们而言,万事万物皆显为重大,正因如此,即便他们看见某人系着一条小腰带,这在他们看来亦是重大之物,并正因如此而产生嫉妒。 嫉妒亦关乎这些事物:在获得这些事物方面,他们或稍稍优于那些同样拥有这些事物的某些人,或稍稍劣于他们;且正因如此,对于拥有这些他们在其中或稍胜一筹或稍逊一筹之物的人,他们亦会嫉妒。因为他们嫉妒在时间上相近之人,即同龄人;因为小孩绝不会嫉妒老人,身在亚历山大里亚的人亦不会嫉妒马其顿人;盖同乡之人彼此嫉妒。 诗人埃斯库罗斯有言:“血亲亦通晓嫉妒。” 他们向上述之人,即在地域、时代和年龄上与自己相近之人争强好胜并展示自身。无人会嫉妒万年之前存在之人,亦无人会嫉妒万年之后将存在之人,或者身在赫拉克勒斯之柱的人。他们亦不会嫉妒那些自己远不及之人,无论是在他们自己看来不及那些人,抑或是他人认为这些人不及那些人。 同样,对于这些相似之人,即同行、同族或同龄之人,嫉妒亦会产生;关于我们所说的此类善事物,必然会嫉妒这些竞争对手与情敌。艰难获得财富、智慧或其他某种事物的人,会嫉妒那些迅速获得这些事物的人。未能迟迟获得这些善事物的人,亦会嫉妒迅速获得这些事物的人。 我们亦对这些事物感到嫉妒:若这些事物在他人身上得以成功实现且为他人所占有,而我们未能实现这些,我们便会招致耻辱。而这些成功实现这些事物的人,亦在地域与时代上与我们相近,且与我们相似;例如,若有人看见我的同龄人且同行成为了长官,而我未能成为,他们便会责难我;因为在人们看来,这是出于他们自身之故,即由于我自身的缘故,也就是说我自己成了自己未能成为长官的起因,因为我使自己变得卑劣且不配得此种声誉。因此,因彼人成为长官而我未成为,从而遭受所有人责难这件事情,由于使我悲痛,便在我心中滋生出嫉妒。 我们亦嫉妒那些拥有本属于我们应有之物的人,即拥有我们现在拥有、或曾经拥有的东西的人。 因此,若他们自身,无论是裁判官、听众还是主事者,被塑造成如此状态,以致认为那些祈求被怜悯之人不配得此类事物及怜悯,而要求被怜悯之人正是上述此类人,即不配获得怜悯或任何善事物之人,那么显然,他们不会受到主事者(即裁判官或听众)的怜悯。

语法注3 条
  1. 2.0.10ὧν τῇ κτήσει ἢ μικρῷ ὑπερέχουσί τινων ἐχόντων καὶ ἐκείνων ταῦτα ἢ μικρῷ ἐλλείπουσι

    关系代词 ὧν 指向前行动词所涉的先行词 ταῦτα τὰ πράγματα,作为客观属格修饰 τῇ κτήσει(“在获得方面”,方面与格),而受动词 ὑπερέχουσι(及 ἐλλείπουσι,“优于”、“劣于”)支配的比较属格则是其后的 τινων。分词短语 τινων ἐχόντων 表示被比较的对象(“某些拥有……之人”),καὶ ἐκείνων 则具同位与强调意味(“彼等人亦拥有这些”)。

  2. 2.0.10ἃ εἰ κατορθωθῶσιν ἄλλοις καὶ εἰ ταῦτα ἄλλοι κέκτηνται, ἡμεῖς δὲ ταῦτα οὐ κατορθώσομεν, ὄνειδος ἡμῖν ἐπιγίνεται

    关系代词 ἃ 作为整句的话题性先引,内部嵌套了对比性的条件从句(εἰ κατορθωθῶσιν... καὶ εἰ... κέκτηνται 与 ἡμεῖς δὲ... 对立),最终落到主节 ὄνειδος ἡμῖν ἐπιγίνεται(“耻辱降临于我们”)上。

  3. 2.0.10ὅτι παρ’ αὐτοὺς ἤτοι δι’ ἐμέ

    介词 παρά 接宾格(αὐτούς)在此处表示原因(“归因于……,因……之故”)。注解者随即将其释义为 ἤτοι δι’ ἐμέ(“即由于我自身的缘故”),将之带入第一人称的语境中解释为自身的过失。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:114.8-115.21