- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:112.15-114.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德《修辞学》卷二第9章的释义。阐明怜悯、义愤、嫉妒与幸灾乐祸的定义与区分,论述何种对象与人物会引发义愤,并说明论说如何通过激发义愤来驱除怜悯。
9. Τὸ γοῦν ἐλεεῖν ἐστιν, ὅταν τις λυπῆται ἐπί τινι ἀναξίως πάσχοντι καὶ κακοπραγοῦντι, νεμεσᾶν δέ ἐστι τὸ λυπεῖσθαι ἐπὶ τῷ ἀναξίως εὐπραγοῦντι ὡς πονηρῷ· δεῖ γὰρ λυπεῖσθαι μὲν ἐπὶ τοῖς ἀναξίως πράττουσιν ἤτοι δυσπραγοῦσι, νεμεσᾶν δὲ ἐπὶ τοῖς ἀναξίως εὖ πράττουσιν ἤτοι ἐπὶ τοῖς ἀναξίως εὐπραγοῦσι· [b 15] διὸ καὶ τοὺς θεοὺς νεμεσᾶν λέγομεν· ‘Ζεὺς γάρ οἱ νεμεσᾷ’. [b 19] ὁ μὲν φθόνος ἐστὶ λύπη εἰς εὐπραγίαν, ἤτοι ὅταν τις λυπῆται ἐπὶ ἀγαθῷ ἀνθρώπῳ εὐπραγοῦντι. [b 21] ἅπασι δὲ ἤγουν καὶ τῷ φθονερῷ ἀνθρώπῳ καὶ τῷ νεμεσητικῷ δεῖ ὑπάρχειν ὁμοίως τὸ λυπεῖσθαι ἐπὶ τῷ πλησίον εὐπραγοῦντι, οὐχ ἵνα μὴ ἐπισυμβῇ αὐτῷ τι κακὸν ἀπὸ τοῦ εὐπραγῆσαι τὸν πλησίον, ἀλλ’ ἵνα λυπῆται1 διὰ τὸ εὐπραγῆσαι αὐτὸν τὸν πλησίον, καὶ ταῦτα μὴ ὑποπτεύων παθεῖν τι κακὸν ἐκ τοῦ πλουτῆσαι ἐκεῖνον· ὅταν γὰρ λυπῆταί τις ἐπὶ τῷ πλησίον εὐπραγοῦντι δι’ αὐτὸ τοῦτο ἤτοι διὰ τὸ ὑπάρξαι αὐτῷ τι φαῦλον καὶ κακὸν ἀπὸ τῆς ἐκείνου εὐπραγίας, φόβος ἐστὶ τοῦτο, ἀλλ’ οὐ νέμεσις. [b 26] εἰ γοῦν τις λυπεῖται, ἐὰν ἴδῃ τινὰ ἀναξίως κακοπραγοῦντα, πάντως ἡσθήσεται, ἐὰν ἴδῃ τινὰ κακὸν κακοπραγοῦντα ἀξίως· ὡσαύτως δὲ εὐφρανθῇ, καὶ ἐὰν ἴδῃ τινὰ ἀγαθὸν εὖ πράττοντα κατ’ ἀξίαν· [b 32] διὰ τοῦτο γὰρ χαίρει, διότι ἐλπίζει αὐτῷ ἀγαθῷ ὄντι ὑπάρξαι τὰ ὅμοια, ἐπεὶ καὶ τῷ ὁμοίῳ ἤτοι τῷ ἐπιεικεῖ ταῦτα συνέβησαν. τὰ δ’ ἐναντία ἤτοι τὸ λυπεῖσθαι ἐπὶ τοῖς ἀξίως εὐπραγοῦσιν εἰσὶ τοῦ ἐναντίου ἤτοι τοῦ φθόνου. φθόνος μέν ἐστι λύπη ἐπὶ τῷ ἐπιγινομένῳ ἀγαθῷ τινι τῶν πλησίον· [b 34] ἐπιχαιρέκακος δέ ἐστιν, ὅταν τις χαίρῃ, εἰ ἴδῃ τὸν πλησίον στερηθέντα τοῦ ἐνόντος αὐτῷ ἀγαθοῦ. [1387 a 4] ὥστε ταῦτα, ἃ εἴπομεν, χρησιμεύουσί σοι, ὥστε δεικνύειν μὴ ἐλεεινὰ ὄντα τὰ ἐπισυμβάντα τινὶ ἐκ τοῦ λέγειν, ὅτι ἀξίως τοῦτο πέπονθεν. [a 11] οὐδεὶς γὰρ νεμεσᾷ τῷ ἀνδρείῳ ἢ τῷ ἔχοντι ἄλλην τινὰ ἀρετήν, ἐπεὶ οὐδὲ ἐλεοῦμεν τοὺς ἐναντίους τούτοις ἤτοι τοὺς δειλοὺς καὶ τοὺς ἀδίκους, ἀλλὰ νεμεσᾷ τις ἐπὶ πλούτῳ καὶ δυνάμει καὶ τοῖς τοιούτοις. εἰ δὲ δύο τινὲς ἔχουσι τὸν πλοῦτον, ὁ μὲν νεωστὶ τοῦτον κτησάμενος, ὁ δὲ ἔκπαλαι, νεμεσῶμεν μᾶλλον τῷ νεωστὶ τοῦτον κτησαμένῳ. [a 20] καὶ διὰ γένους ἤτοι ἐκ γένους τὸν πλοῦτον ἔχοντες. κἂν διὰ ταῦτα ἤτοι τὸ εἶναι πολυφίλοις ἐπιγένηται αὐτοῖς τι ἀγαθόν, ὡσαύτως νεμεσῶσιν· ἐλλειπτικῶς νοητέον, ὡσαύτως νεμεσῶσιν, εἰ ἐκ νέου αὐτοῖς ἐπιγένηται.2 [a 25] ὅτι οἱ μὲν ἤτοι οἱ ἀρχαιόπλουτοι δοκοῦσιν ἔχειν τὰ οἰκεῖα, οἱ δέ, οἱ νεόπλουτοι, οὐ δοκοῦσιν ἔχειν τὰ οἰκεῖα· τὸ γὰρ ἀεὶ καὶ ἔκπαλαι φαινόμενον οὕτως ἔχον ἀληθές· ὥστε οἱ ἕτεροι, οἱ νεόπλουτοι, οὐ τὰ αὐτὰ ἔχειν δοκοῦσιν ἀλλὰ τὰ ἀλλότρια. [a 27] καὶ ἐπεὶ ἕκαστον ἀγαθὸν οὐχὶ ἁρμόζει τῷ τυχόντι, ἀλλ’ ἔστι τις ἀναλογία καὶ ἐπ’ αὐτῷ, οἷον τῷ μὲν ἀνδρείῳ ἁρμόττει τὸ κάλλος τῶν ὅπλων καὶ οἱ γάμοι οἱ διαφέροντες ἤτοι ὑπερβάλλοντες ἁρμόττουσι τοῖς εὐγενέσιν, εἴ γοῦν ἐπιγένηταί τινι ἀγαθόν, οὐχὶ ἀναλόγως νεμεσῶμεν τούτῳ. [a 32] νεμεσῶμεν καὶ εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι, καὶ μάλιστα νεμεσῶμεν τοὺς ἐπὶ τῷ αὐτῷ, οἷον εἰ εἰσὶν οἱ δύο ἀνδρεῖοι ἢ μουσικοί, εἰ ὁ ἥττων ἀμφισβητεῖ τῷ κρείττονι (“Αἴαντος δ’ ἀλέεινε μάχην” ὁ Ἕκτωρ), εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ εἰσιν ὁμότεχνοι ἢ τὴν αὐτὴν ἔχουσιν ἀρετήν, ἀλλ’ οὖν νεμεσῶμεν τὸν ἔχοντα τὴν ἥττονα τέχνην ἢ τὴν ἀρετήν, εἴ γε ἀμφισβητεῖ τῷ ἔχοντι μείζονα τέχνην ἢ μείζονα ἀρετήν. [b 2] ἡ δικαιοσύνη κρείττων τῆς μουσικῆς. νεμεσητικοὶ δέ εἰσιν οἱ μεγάλων ἀγαθῶν ὄντες ἄξιοι· καὶ ταῦτα ἔχοντες νεμεσῶσιν, εἴ γε ἴδωσί τινα μὴ ὄντα ἄξιον τούτων τῶν ἀγαθῶν μηδὲ ὅμοιον ὄντα αὐτοῖς ἢ τῇ ἀρετῇ ἢ τῇ εὐγενείᾳ ἔχοντα ταῦτα τὰ ἀγαθά. [b 7] δεύτερον δέ, ἄν ὦσί τινες ἀγαθοὶ καὶ σπουδαῖοι ἤτοι ἐνάρετοι 〈καὶ〉 τυγχάνουσιν ἐκείνων τῶν ἀγαθῶν· οἱ τοιοῦτοι γὰρ κρίνουσιν εὖ καί, εἰ ἴδωσι μὴ σπουδαῖον ἔχοντα τὰ ἀγαθὰ ταῦτα, νεμεσῶσι τοῦτον καὶ μισοῦσιν ὡς ἄδικον. [b 9] καὶ ὀρεγόμενοί τινων μεγάλων πράξεων νεμεσητικοὶ καὶ οὗτοι. [b 11] καὶ ὅλως οἱ ἀξιοῦντες ἑαυτοὺς ἀγαθῶν, ὧν ἄλλους μὴ ἀξιοῦσιν ἤτοι ἀναξίους κρίνουσι, νεμεσητικοὶ τούτοις εἰσὶν [ὡς ἔχοντες] ὡς ἔχουσιν, ὧν ἀνάξιοί εἰσιν ἔχειν,3 καὶ τούτων ἕνεκεν τῶν ἀγαθῶν. [b 15] ἢ μὴ τυγχάνουσιν, ὧν ζητοῦσιν ἀγαθῶν, δεῖ χαίρειν καὶ ἀλύπως ἔχειν. ὥστε ἂν ὁ λόγος παρασκευάσῃ τοὺς κριτὰς τοιούτους ἤτοι νεμεσητικοὺς καὶ δείξῃ μὴ ὄντας ἀξίους τυχεῖν ἐλέους τὸν ἀξιοῦντα ἐλεηθῆναι, ἀδύνατον τοὺς κριτὰς ἐλεεῖν τοὺς ἀξιοῦντας ἐλεηθῆναι· ὁ γὰρ λόγος ἐκβολὴν ἐλέους ἐποίησεν.
9. 无论如何,怜悯是指当某人因他人不配地受难且遭逢不幸而感到悲痛;义愤则是指因他人作为恶人不配地顺遂而感到悲痛。因为理当对不配而行之人(即遭逢厄运者)感到悲痛,而对不配地顺遂之人(即不配而享福祉者)感到义愤。 正因如此,我们亦说诸神感到义愤:“宙斯实对彼生义愤。” 嫉妒是对顺遂的悲痛,即当某人因一位善人顺遂而感到悲痛。 然而在所有人身上,亦即在嫉妒之人与易发义愤之人身上,都同样必须存在因邻人顺遂而感到悲痛;这并非为了防止因邻人顺遂而使某种恶事降临于自身,而是为了因邻人自身的顺遂而悲痛,且这是在不怀疑自己会因彼人致富而遭受某种恶事的情况下;因为每当某人正是因此(即因彼人的顺遂而使某种恶劣之事降临于自身)而对邻人的顺遂感到悲痛时,这是恐惧,而非义愤。 无论如何,若某人见他人不配地遭逢厄运而感到悲痛,那么当他看见某个恶人应得地遭逢厄运时,必定会欣喜;同样,若他看见某个善人依其所值而顺遂,亦当感到高兴;因为他之所以欢喜,乃是由于他指望既然相似之人(即庄重之人)遭遇了这些事,自己作为善人亦将拥有相似的境遇。但相反之事,即对配得顺遂之人感到悲痛,则属于相反的情感,即嫉妒。嫉妒是对邻人中某人所新得的善事物感到悲痛;幸灾乐祸者是指,当某人看见邻人被剥夺了原本属于其自身的善事物时便感到欢喜。 因此,我们所说的这些事情对你是有用的,以便通过表明此人乃是应得地遭受此事,来证明降临于某人身上的事情并非值得怜悯之事。 因为无人会对勇敢者或拥有某种其他德性之人感到义愤,既然我们亦不怜悯与这些人相反的人(即懦夫与不正之人),然而人会对财富、权力及诸如此类之物感到义愤。若有两人拥有财富,一人是新近获得,另一人是从古拥有,我们便更多地对新近获得者感到义愤。 以及凭门第(即出于出身)而拥有财富的人。即使由于这些事(即拥有众多友人)而有某种善事降临于他们,[人们]亦同样感到义愤;此处须作省略理解:若这善事物是新近降临于他们的,[人们]便同样感到义愤。 因为前者(即自古富裕者)似乎拥有属于自身的财产,而后者(即暴发户)则似乎不拥有属于自身的财产;因为长久以来一直显现为如此之事乃是真实的;因此另一批人(即暴发户)似乎并非拥有同一之物,而是拥有属于他人的财产。 并且,既然每一种善事物并非适合于随随便便之人,而是其本身亦存在某种比例——例如武装的华美适合于勇敢者,非凡(即出众)的婚姻适合于名门之后——因此,若某种善事物不合比例地降临于某人,我们便对此人感到义愤。 若低劣者与优越者相抗争,我们亦感到义愤;我们尤其对在同一领域中的人感到义愤,例如若两人同为勇士或琴师,低劣者与优越者相抗争(“赫克托尔回避与埃阿斯交战”);若非如此,即若他们并非同行亦不具有同一种德性,但若拥有较低技艺或德性之人与拥有较高技艺或德性之人相抗争,我们终究亦对此人感到义愤。 正义优于音乐。易发义愤者乃是配得重大善事物之人;拥有这些善事物的人,若看见某个既不配得这些善事物、在德性或出身门第上亦不与他们相似之人拥有这些善事物,他们便感到义愤。 其次,若某些人是善且庄重之人(即有德之人),并且获得了那些善事物;因为此类人判断准确,若看见非庄重之人拥有这些善事物,他们便对此人感到义愤,且视其为不义之人而加以厌恶。 热望某些重大功业之人,他们亦易发义愤。 总之,那些自认为配得他人不配得的善事物(即断定他人不配得)之人,因他人拥有其不配拥有的东西,并为了这些善事物之故,便易对这些人产生义愤。 或者对未获得其所寻求的善事物之人,理当欢喜且免于痛苦。因此,若论说将裁判官们塑造为这样的人(即易发义愤之人),并证明自认应当被怜悯之人并不配获得怜悯,裁判官们便不可能怜悯自认应当被怜悯之人;因为论说已经促成了对怜悯的驱除。
- 2.0.9οὐχ ἵνα μὴ ἐπισυμβῇ αὐτῷ τι κακὸν ἀπὸ τοῦ εὐπραγῆσαι τὸν πλησίον, ἀλλ’ ἵνα λυπῆται
连词ἵνα在此处并非纯粹表目的,而是用以界定主语所应当具备的情感内容(并非为避免自身受损,而是纯粹因邻人顺遂而悲痛)。后文的伴随分词短语καὶ ταῦτα μὴ ὑποπτεύων...在副词层面上限定了这种悲痛的性质。
- 2.0.9ἐλλειπτικῶς νοητέον, ὡσαύτως νεμεσῶσιν, εἰ ἐκ νέου αὐτοῖς ἐπιγένηται
注疏者在此处对亚里士多德原文(1387a20–22)的简练句法作出补充。通过前置语ἐλλειπτικῶς νοητέον(“须作省略理解”),补出条件从句εἰ ἐκ νέου αὐτοῖς ἐπιγένηται以阐明文义。
- 2.0.9νεμεσητικοὶ τούτοις εἰσὶν [ὡς ἔχοντες] ὡς ἔχουσιν, ὧν ἀνάξιοί εἰσιν ἔχειν
底本中被括号剔除的ὡς ἔχοντες是紧随其后的ὡς ἔχουσιν的异文或重文。关系代词ὧν吸收了先行词τούτων(作ἔχουσιν的宾语),并由原本受不定词ἔχειν支配的宾格ἅ被吸引为属格(attractio relativi)。
