← 佚名

亚里士多德《修辞学》佚名评注

§111.15-112.14

怜悯的对象及其激发与消除的条件

关于《修辞学》第2卷第8章(1385b34–1386b7)的注释。阐述了对有德之人与熟人产生怜悯的条件、极度可怕之事对怜悯的消除、时间临近性的作用,以及演剧身势与临终高贵操守激发怜悯的机理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.8#2

ἐλεοῦσι καὶ τοὺς ἐπιεικεῖς· [b 35] ὁ γὰρ μηδένα οἰόμενος ἐπιεικῆ οἰήσεται πάντας ἀξίους τοῦ παθεῖν τὰ κακά. [1386 a 1] καὶ ὅλως ἐλεοῦσι βλέποντές τινα κακῶς πάσχοντα οἱ ἀναμιμνησκόμενοι, ὅτι τοιαῦτά ποτε καὶ αὐτοὶ ἔπαθον ἢ φίλοι αὐτῶν, ἢ καὶ ἐλπίζοντες παθεῖν ποτε τοιαῦτα. [a 11] ἐλεεινόν ἐστι καὶ τὸ αἶσχος ἤτοι τὸ δυσειδὲς καὶ ἡ ἀσθένεια καὶ ἡ ἀναπηρία ἤτοι τὸ βεβλαμμένον. καὶ τὸ ὅθεν προσῆκεν ἀγαθὸν πρᾶξαι1 ἤτοι καὶ τὸ παθεῖν τι κακόν, ἀφ’ οὗ ἤλπιζε καὶ ἔδει παθεῖν τι ἀγαθόν. καὶ τὸ γενέσθαι τι ἀγαθὸν τῷ πεπονθότι, οἷον ὁ Διοπείθης ἔπαθέ τι κακὸν ἤγουν τὸ ἐξορισθῆναι παρὰ βασιλέως· καὶ ὅτε ἔμελλεν ἐπισυμβῆναι αὐτῷ τι ἀγαθὸν ἤτοι ὅτε ἤδη ἤγγιζεν ἡ βασιλικὴ πρόσταξις ἡ συμπαθοῦσα αὐτὸν καὶ ἐπανακαλουμένη τῆς ἐξορίας καὶ ἤδη ἦλθεν εἰς τὸν τόπον, ἔνθα ἐξωρίσθη, ἀπέθανεν ὁ Διοπείθης· ἐλεεινὸν γοῦν ἐστι τὸ ἀποθανεῖν αὐτὸν πρὸ τοῦ ἐπαπολαῦσαι τῆς συμπαθείας. [a 15] ἐλεεινόν ἐστι καὶ τὸ μηδὲν παθεῖν ποτε ἀγαθὸν ἢ γενομένων τινὶ ἀγαθῶν μὴ ἐπαπολαῦσαι αὐτῶν, ἀλλ’ ἢ θανεῖν ἢ ἐξορισθῆναι. [a 17] ἐλεοῦσι τοὺς γνωρίμους, ἀλλ’ οὐχὶ πρὸς οὓς ἔχουσι πολλὴν τὴν οἰκειότητα καὶ συγγένειαν· τούτους γάρ, πρὸς οὓς ἔχουσι τὴν συγγένειαν, ὡς ἑαυτοὺς ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἐπισυμβῇ τι αὐτοῖς κακόν, ὡς οἰκεῖον ἡγοῦνται. [a 21] καὶ γὰρ τοῦτο μὲν τὸ προσαιτεῖν τὸν φίλον ἐλεεινόν ἐστιν, ἐκεῖνο δὲ τὸ ἀποθανεῖν τὸν υἱὸν δεινόν· τὸ γὰρ δεινὸν ἐπίτασίς ἐστι τοῦ ἐλεεινοῦ. [a 22] καὶ πολλάκις τῷ ἐναντίῳ χρήσιμον ἤτοι καὶ πολλάκις τὸ δεινὸν χρησιμεύει εἰς τὸ ἐναντίον ἤτοι τὸ μὴ ἐλεεῖν· διὰ γὰρ τὴν πολλὴν λύπην οὐκ ἐλεοῦσι τοὺς αἰτοῦντας- [a 23] ἐλεοῦσι καὶ τοὺς ὄντας ἐγγὺς τοῦ δεινοῦ· καὶ ἁπλῶς, ὅσα φοβεῖταί τις παθεῖν, ἐὰν ἴδῃ ταῦτα ἐπισυμβάντα ἄλλῳ, ἐλεεῖ αὐτόν, τὰ δὲ ἐπισυμβάντα πρὸ μυρίων χρόνων τινὶ ἢ τὸν μέλλοντα παθεῖν2 μετὰ πεντήκοντα χρόνους τι δεινὸν οὐκ ἐλεοῦσι. [a 31] συναπεργάζεσθαί ἐστιν, ὅταν σὺν τῷ πάθει ἐργάζηταί τις καὶ ὑποκρίνηται καὶ τὰ σχήματα τῶν πασχόντων καὶ τὰς φωνάς· [a 33] ὁ γὰρ ὑποκρινόμενος ταῦτα πρὸ ὀφθαλμῶν ποιεῖ τὰ δεινὰ ἢ ὡς μέλλοντα ἤδη γενέσθαι ἢ ὡς ἤδη γεγονότα. [b 4] καὶ μάλιστα, ἐὰν τελευτῶντες σπουδαῖοι καὶ ἀγαθοὶ φαίνωνται ἐν τῷ καιρῷ τοῦ θανάτου· ἀγαθὸς δέ ἐστιν, εἰ σπουδάζει μὴ ἀσχημονῆσαι ἐν καιρῷ τοῦ θανάτου· ὡς ὁ Εὐριπίδης παρεισάγει τὴν Πολυξένην σφαζομένην πρόνοιαν πολλὴν ποιουμένην τοῦ σώματος· [b 7] τὸ γὰρ θνήσκειν τοὺς σπουδαίους ἐλεεινόν ἐστι κατ’ ἄμφω, ὡς ἀναξίους τε ὄντας τοῦ παθεῖν καὶ ὡς τοῦ πάθους ὄντος πρὸ ὀφθαλμῶν·3

他们亦怜悯有德之人;因为认为无一人有德的人,会认为所有人都配遭受恶事。 总之,那些回想起自己或朋友曾遭受此类事情的人,或者预期自己有朝一日亦会遭受此类事情的人,在看见有人遭受不幸时便起怜悯。 丑陋(即相貌畸形)、虚弱以及残疾(即受损)亦是值得怜悯的。而从理应获益之处[产生恶事],亦即从原本指望且理应获得善事物之处遭受了某种恶事,亦是[值得怜悯的]。遭受苦难者[迟迟]获得善事物亦是如此;例如狄奥培特斯遭受了某种恶事,即被国王流放;而当某种善事将要降临于他时,即当宽恕他并将其从流放中召回的王室谕令已经临近、并已送达他被流放之地时,狄奥培特斯却死去了;无论如何,他在享受到这份宽恕之前便死去了,这是值得怜悯的。 从未经历过任何善事,或者有人虽遇善事却未能享受,反而要么死去要么被流放,亦是值得怜悯的。 [人们]怜悯熟人,但不怜悯与自己有极深交情和亲属关系的人;因为那些与他们有亲属关系的人,他们视同自己,正因如此,若这些人降临了某种恶事,他们便视同自身的遭遇。 因为友人乞讨这件事是值得怜悯的,而儿子死去那件事则是可怕的;可怕之事乃是值得怜悯之事的强化。 并且“往往对相反之事有用”,即可怕之事往往有利于相反的结果,即不起怜悯;因为出于极大的痛苦,[人们]并不怜悯求助者——[人们]亦怜悯临近可怕之事的人;简而言之,凡是人害怕自己会遭受的事,若看见降临在他人身上,便会怜悯他;但对于万年前降临在某人身上的事,或者对于五十年后将要遭受可怕之事的某人,[人们]则不起怜悯。 “共同促成[怜悯]”是指,有人在表现情感的同时,亦做作并扮演受难者的身势与声音;因为扮演这些的人,使可怕之事仿佛迫在眉睫或仿佛已经发生一般呈现在眼前。 尤其在临终之际,若他们在死亡时刻显得庄重且高贵便尤为如此;而高贵乃是指,在死亡时刻努力不失体面,正如欧里庇得斯所引入的波吕克塞娜,在被屠戮时对身体多加顾护;因为庄重之人死去,无论基于他们不配受难这一点,还是基于苦难呈现在眼前这一点,在这两方面都是值得怜悯的。

语法注3 条
  1. 2.0.8καὶ τὸ ὅθεν προσῆκεν ἀγαθὸν πρᾶξαι

    此处承接 a 11 开头的谓语 ἐλεεινόν ἐστι(“……是值得怜悯的”)。由中性定冠词 τὸ 引导的整个关系从句(ὅθεν προσῆκεν ἀγαθὸν πρᾶξαι)充当主语,注释者随后通过 ἤτοι καὶ τὸ παθεῖν τι κακόν 将其阐释为“从本应获益之处反遭恶事”。

  2. 2.0.8τὰ δὲ ἐπισυμβάντα πρὸ μυρίων χρόνων τινὶ ἢ τὸν μέλλοντα παθεῖν

    谓语动词 οὐκ ἐλεοῦσι 的宾语结构出现了转换。前半部分以指代发生事件的中性复数分词(τὰ ἐπισυμβάντα)为宾语,但在连接词 ἤ 之后,宾语转变为指代将要受难之人的阳性单数分词(τὸν μέλλοντα)。

  3. 2.0.8ὡς ἀναξίους τε ὄντας τοῦ παθεῖν καὶ ὡς τοῦ πάθους ὄντος πρὸ ὀφθαλμῶν

    由表示原因的 ὡς 引导的两个短语通过 καί 连接。前者采用与不定式 θνήσκειν 的宾格主语 τοὺς σπουδαίους 一致的宾格分词(ἀναξίους ... ὄντας),而后者因主语发生改变,转而使用了属格独立结构(τοῦ πάθους ὄντος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:111.15-112.14