← 佚名

亚里士多德《修辞学》佚名评注

§110.11-111.15

怜悯的定义与产生怜悯之心的条件

注解者探讨亚里士多德《修辞学》卷二第八章中怜悯的定义(1385b13起),论述毁灭性恶事的性质,并解释为何彻底毁灭者、极度幸运者以及深陷愤怒或极度恐惧者不起怜悯,而有经验者、受过教育者及处于中间状态者则会起怜悯心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.8#1

8. Ὁ ἔλεός ἐστι λύπη ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ, ἤτοι ὅταν τις λυπῆται ἐπί τινι παθόντι φαινόμενον κακὸν φθαρτικὸν καὶ λυπηρὸν καὶ ταῦτα μὴ ὄντι ἀξίῳ παθεῖν τοιαῦτα κακὰ ἀλλὰ μᾶλλον ἀγαθά, ἅτινα (τὰ κακὰ τὰ ἐπισυμβάντα τῷδε τῷ ἀνθρώπῳ) προσδοκήσει καὶ οὗτος ὁ λυπούμενος παθεῖν, ἤ τις τῶν αὐτοῦ ἤτοι ἢ φίλων ἢ συγγενῶν· καὶ μᾶλλον, εἰ φαίνονται ταῦτα τὰ κακὰ πλησίον ἤδη ἐγγίζοντα καὶ ἐπιφερόμενα τῷ λυπουμένῳ καὶ ἐλεοῦντι. [b 18] καὶ τοιοῦτον κακὸν ἤτοι φθαρτικόν, οἷον εἴπομεν ἐν τῷ ὅρῳ, τὸ μὲν ὅμοιόν ἐστι τὸ ἀπαραλλάκτως ὂν τοιοῦτον, τὸ δὲ παραπλήσιόν ἐστι τὸ πῇ μὲν ἐοικὸς ἑαυτῷ, πῇ δὲ καὶ διαλλάττον. οὔτε γοῦν ἐλεοῦσιν οἱ παντελῶς ἀπολωλότες ἤτοι παθόντες πάντα τὰ δεινὰ καὶ μηκέτι προσδοκῶντες παθεῖν τι διὰ τὸ μηδέν τι καταλειφθῆναι τῶν κακῶν, ὃ οὐκ ἔπαθον, οὔτε 〈οἱ〉 ὑπερευδαιμονεῖν οἰόμενοι ἤτοι οἱ εἰς ἄκρον εὐδαιμονίας ἐλθόντες ἐλεοῦσιν, ἀλλ’ ὑβρίζουσι καὶ ὑπερηφανεύονται· ἐπειδὴ γὰρ πάντα τὰ ἀγαθὰ ἔχουσιν, ἔστι δὲ ἀπὸ τῶν ἀγαθῶν καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακόν, λοιπὸν καὶ τοῦτο τὸ μὴ ἐνδέχεσθαι παθεῖν τι κακὸν ὑπάρχει αὐτῷ. [b 24] εἰσὶ δὲ τοιοῦτοι, οἷοι νομίζειν παθεῖν ἄν,1 ἤτοι οἱ δυνάμενοι παθεῖν κακόν τι, οἱ πεπονθότες κακόν τι καὶ διαπεφευγότες· οἱ γὰρ γηραιότεροι διά τε τὸ φρονεῖν καὶ τὴν πολυπειρίαν πάντα ἐλπίζουσι παθεῖν τὰ δεινά· ἀλλὰ καὶ οἱ πεπαιδευμένοι εὐλόγιστοί εἰσιν ἤτοι συλλογίζονται παθεῖν ποτε τὰ δεινά. [b 28] ἐλπίζουσι παθεῖν τὰ δεινὰ καὶ οἱ ἔχοντες γονεῖς ἢ τέκνα ἢ γυναῖκας· καὶ γὰρ ταῦτα, ἅτινα πάσχουσιν οἱ παῖδες ἢ αἱ γυναῖκες, αὐτοῦ εἰσιν ἤτοι ὡς ἴδια κακὰ λογίζεται τὰ ἐπεισφρήσαντα τῇ γυναικὶ ἢ τῷ παιδὶ κακά, καὶ δυνατά εἰσιν αὐτὰ τὰ τέκνα καὶ αἱ γυναῖκες παθεῖν τὰ εἰρημένα ἤτοι τὰ φθαρτικὰ κακά. [b 30] καὶ γὰρ ταῦτα ἤτοι ἡ ὀργὴ καὶ τὸ θάρρος ἀλόγιστά εἰσιν ἤτοι ποιοῦσι τὸν ὀργιζόμενον ἢ τὸν θαρροῦντα μὴ λογίζεσθαι, ὡς ἐπισυμβήσεται αὐτοῖς τι κακόν· διὰ τοῦτο γὰρ καὶ οἱ ἀνδρεῖοι ὡς θαρροῦντες καὶ ὀργίλοι οὐκ ἐλεοῦσιν. [b 31] ἀλλὰ καὶ οἱ μὴ ὄντες ἐν ὑβριστικῇ διαθέσει ἤτοι οἱ μὴ διακείμενοι καὶ μὴ θέλοντες πάντας ὑβρίζειν ἐλεοῦσι καὶ οὗτοι· καὶ γὰρ οὐδὲ οὗτοι οἱ ὑβρισταὶ λογίζονται παθεῖν τι κακὸν καὶ διὰ τοῦτο οὐκ ἐλεοῦσιν· ἀλλ’ οἱ μεταξὺ τούτων ἐλεοῦσιν οἱ μήτε πάντῃ ὀργίλοι ὄντες μήτε πάντῃ θαρροῦντες, ἀλλ’ οἱ μέσον πως ἔχοντες. [b 33] οὔτε οἱ φοβούμενοι σφόδρα· οἱ γὰρ ἐκπεπληγμένοι διὰ τὸν φόβον οὐκ ἐλεοῦσι διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει2 ἤτοι διὰ τὸ ὅλοι τοῦ πάθους γενέσθαι· καὶ γὰρ οἱ ἐν κλύδωνι κατασχεθέντες καὶ κινδυνεύοντες ποντισθῆναι, εἰ ἐκπλαγεῖς τῷ φόβῳ γένωνται, οὐκ ἄν ποτε ἐλεήσωσι τὸν συμπλέοντα αὐτοῖς, εἴ γε ὁρῶσιν αὐτὸν ἐλεεινὰ θρηνοῦντα διὰ τὸν κίνδυνον· εἰ δὲ μήτε ἄγαν φοβηθῶσι τὸν κλύδωνα μήτε πάλιν πολλὰ θαρροῦσιν, ἐλεήσουσιν οὗτοι τὸν συμπλέοντα καὶ παραθαρρυνοῦσιν.

8. “怜悯是对显而易见的毁灭性恶事的痛苦”,即每当有人因某人遭受了显而易见的、毁灭性且令人痛苦的恶事而感到痛苦,而且[那人]并不配遭受此类恶事,反而配享善事;这人在感到痛苦的同时,亦预期这些恶事(即降临于此人的恶事)要么自己将会遭受,要么属于他的某人(即朋友或亲属)将会遭受;且若这些恶事显得已经临近并逼向那感到痛苦且起怜悯之心的人,则尤为如此。 正如我们在定义中所说,此类恶事(即毁灭性的恶事)中,一种是“相似的”,即毫无差别地具有此种性质;另一种则是“大致相似的”,即在某一方面与自身相像,在另一方面却有所不同。无论如何,那些彻底毁灭的人(即遭受了一切可怕之事,且因未曾遭受的恶事已无所留存而不再预期会遭受任何事的人)固然不起怜悯,那些“自以为极度幸福的人”(即达到了幸福之顶峰的人)亦不起怜悯,反而行事骄横且傲慢自大。因为既然他们拥有一切善事物,而绝不可能遭受任何恶事亦属于善事物之一,因而此种绝不可能遭受任何恶事的性质自然亦属于他们。 而“认为自己可能会遭受[损害]的那类人”,即有能力遭受某种恶事的人,乃是那些曾遭受过某种恶事而又逃脱了的人。因为年长者由于通达事理与阅历丰富,预期自己会遭受一切可怕之事;且受过教育的人亦善于思考,即推算到自己有朝一日会遭受可怕之事。 有父母、子女或妻子的人亦预期会遭受可怕之事;因为子女或妻子所遭受的这些事乃属于他自己,即他将降临于妻子或子女的恶事视作自身的恶事,且子女与妻子本身亦可能遭受上述的恶事(即毁灭性的恶事)。 因为这些东西(即愤怒与自信)是不假思索的,即使得发怒者或自信者不去考虑会有某种恶事降临于自己;亦正因如此,勇敢的人作为自信且易怒者,并不起怜悯。 不仅如此,“那些不处于侮慢心态的人”,即那些并不存心且不愿侮慢所有人的人,这些人亦起怜悯;因为连这些侮慢者亦不认为自己会遭受某种恶事,且正因如此他们不起怜悯;相反,处于这两者之间的人起怜悯,他们既非全然易怒,亦非全然自信,而是处于某种居中状态。 “极度恐惧的人亦不起怜悯”;因为那些因恐惧而惊慌失措的人不起怜悯,是由于专注于自身的苦难,即完全被该情感所俘获。因为那些陷于风暴中并面临灭顶之灾的人,若是吓得魂飞魄散,即便看到同行者因危难而凄惨地哀号,亦绝不会怜悯他;但若他们既不过度恐惧风暴,又非过于自信,这些人便会怜悯同行者并鼓励他。

语法注2 条
  1. 2.0.8οἷοι νομίζειν παθεῖν ἄν

    形容性质的关系短语 οἷοι 与不定式(νομίζειν)连用,意为“属于……此类之人”。此外,小词 ἄν 修饰作为 νομίζειν 之宾语的次级不定式 παθεῖν,构成带有潜势意义(“自己可能会遭受”)的间接引语结构。

  2. 2.0.8τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει

    介词短语 πρὸς τῷ οἰκείῳ πάθει 与 εἶναι 连用作表语,意为“专心于/全神贯注于自身的苦难或情感”。注解者紧接着用 ἤτοι διὰ τὸ ὅλοι τοῦ πάθους γενέσθαι(“由于完全变成该情感的属物/完全被该情感支配”)对此结构作了阐释与转述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:110.11-111.15