← 佚名

亚里士多德《修辞学》佚名评注

§109.9-110.10

驳斥与消除恩惠存在的各种论据

对亚里士多德《修辞学》第2卷第7章(1385a34–b11)的评注。评注者阐述了消除与驳斥所谓恩惠的各种论据,如出于私利、出于偶然、出于被迫、属于偿债、基于十个范畴的对比、对敌人施予同等以上恩惠,以及赠送劣质物品等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.7#2

καὶ ποιεῖν ἑαυτοὺς εὐχαρίστους ἤτοι μὴ παθόντας χάριν παρὰ τοῦ δεῖνος κατὰ τὸν τότε καιρὸν ἢ ἀεὶ καὶ ὑπηρετοῦντας καὶ βοηθοῦντας. [a 34] φανερὸν δὲ καὶ ἐκ τίνων δεῖ ἀφαιρεῖν τὴν χάριν καὶ ποιεῖν εὐχαρίστους·1 ἔστι γὰρ λέγειν ὅτι, εἰ καὶ ἐβοήθησάς μοι, ἀλλὰ χάριν ἑαυτοῦ ὑπηρέτησας καὶ ἐβοήθησας ἐμοὶ ἢ ὑπηρετεῖς· ἔδει γὰρ βοηθῆσαί μοι,2 ἢ διότι ἐγὼ μεῖζόν σοι ἐβοήθησα ποτε, σὺ δὲ ἔλαττον ἐβοήθησας, ἢ ὅτι ἐβοήθησά σοι καὶ ταῦτα μὴ δεηθέντι. [b 2] τοῦτο δὲ οὐκ ἦν χάρις ἤτοι τὸ βοηθῆσαί μοι χάριν ἑαυτοῦ ἤτοι διὰ τὸ ἐλπίζειν μᾶλλον ἑαυτὸν ὠφεληθῆναι ἐκ τῆς πρὸς ἐμέ σου βοηθείας ἢ τὸ ἔλαττον βοηθῆσαί μοι καὶ ταῦτα βοηθήσαντί σοι καὶ μὴ δεηθέντι. ἢ ὅτι ἀπὸ τύχης μοι ἐβοήθησας ἤτοι κατὰ τύχην ἢ κατὰ τύχην ἔσυρας τὸν φορμόν, ὁ δὲ εἰς τὸν πύργον ἔπεσεν. [b 2] ἢ ἠναγκάσθησαν ἤτοι ὅτι βίᾳ· βιασθεὶς γὰρ ἐβοήθησάς μοι. ἢ ὅτι ἀπέδωκαν· οἷον παθών συ ἀγαθὰ πολλὰ παρ’ ἐμοῦ ἀπέδωκάς μοι τὴν ἀντίχαριν· χρεώστην σε γὰρ εἶχον. εἴτε εἰδότες εἰσὶν ἤτοι γνωρίζοντες ὅτι, ὃ ἐποίησας εἰς ἐμέ, ἀπόδοσίς ἐστι καὶ χάρις, εἴτε καὶ μή, ἢ ὅτι μεῖζον ἐγὼ εὐηργέτησα αὐτούς, αὐτοὶ δὲ ἔλαττόν μοι ἀπέδωκαν, ἢ ὅτι ὑπηρέτησαν καὶ ἐβοήθησαν ἐμοὶ μὴ δεηθέντες καὶ παρακαλεσθέντες παρ’ ἐμοῦ, ἀλλὰ διότι εὐηργετήθησαν αὐτοὶ πολλὰ παρ’ ἐμοῦ· τοῦτο δὲ οὐκ ἦν χάρις τὸ ἐνδείξασθαι εἰς ἐμὲ τοιαῦτα, ἃ ἐγώ ποτε εἰς αὐτούς· [b 4] ἀμφοτέρως γάρ, εἴτε ἐγίνωσκον παρ’ ἐμοῦ εὐεργετηθέντες εἴτε καὶ μή, τὶ ἀντί τινός ἐστιν ἤτοι ἀντίχαρίς ἐστιν, ὃ ἐποίησαν εἰς ἐμέ, καὶ οὐ χάρις. [b 5] καὶ περὶ ἁπάσας τὰς δέκα κατηγορίας σκεπτέον, εἰ τὸ γενόμενον χάρις ἐστίν. ἢ ὅτι τοδὶ δέδωκας αὐτῷ ἤτοι ζῷον ἢ δοῦλον ἢ τοσονδὶ ἤτοι δέκα λίτρας ἢ τοιονδὶ οἷον σκεῦός τι χρυσοῦν, αὐτὸς δὲ δέδωκέ σοι φορμὸν ἢ ἄρτον, καὶ ποτὲ ἐβοήθησας αὐτῷ ἤτοι ἐν καιρῷ περιστάσεως καὶ ποὺ ἤτοι ἐν τόπῳ τοιούτῳ, ἔνθα οὐκ ἦν δυνατόν τινα εἰσελθεῖν, αὐτὸς δὲ ἐβοήθησέ σοι οὐκ ἐν καιρῷ περιστάσεως οὐδ’ ἐν τοιούτῳ τόπῳ. [b 7] σημεῖον δὲ τοῦ μὴ εἶναι χάριν, εἰ μὴ ὑπηρέτησεν ὅδε ποτὲ τῷ βοηθήσαντι αὐτῷ νῦν ἔλαττον ἤτοι ὀλίγον, αὐτὸς δὲ νῦν ὀλίγον ὑπηρέτησε· καὶ εἰ τοῖς ἐχθροῖς ἢ ταὐτὰ ἢ τὰ ἴσα ἢ μείζω, ἤτοι εἰ μὴ μόνον εἰς ἐμὲ φίλον ὄντα τοιαῦτα ἐνεδείξατο ἀγαθά, ἀλλὰ καὶ εἰς τοὺς ἐχθροὺς αὐτοῦ τοιαῦτα ἐνδείκνυται ἢ ἴσα ἢ μείζω ἢ ταῦτα ἃ ἐποίησεν εἰς ἐμὲ τὰ ἀγαθά, οὐ χάριν ἐμοῦ ταῦτα ἐποίησεν, ἀλλὰ διότι ἐκ τούτου καὶ εἰς αὐτὸν ἀνέτρεχέ τις ὠφέλεια, ἢ δέδωκέ μοι τόνδε τὸν ἵππον εἰδὼς αὐτὸν φαῦλον ἤτοι στασιάριν ἢ τι ἄλλο πάθος ἔχοντα· φαύλου δὲ οὐδεὶς δέεται.

并且[显而易见如何]使我们自己成为应受感激者,即[表现为]在那关头未曾接受某人的恩惠,或者[表现为]始终提供协助并扶持[他的人]。 又,从何种根据出发应当消除恩惠并使[人]应受感激,亦是显而易见的;因为可以说:“即便你曾帮助过我,但你也是为了你自己而向我提供协助并扶持我,或者正在提供协助;因为[你本]应当帮助我,这或是因为我曾对你有过更大的帮助,而你却只提供了较小的帮助,或是因为我曾帮助过你,而且是在你并未有所求的情况下帮助的。” 而这并非恩惠,即为了自己而帮助我,也就是由于指望自己从对我的帮助中获得更多好处,或者我曾帮助过你且在你并未求助的情况下帮助了你,你却只在较小程度上帮助了我。又或者[可以说]:“你是出于机缘巧合帮助了我的”,即出于偶然,或者“你只是碰巧拖着席篮,而它恰好掉进了塔楼中”。 或者[可以说]“他们是被迫的”,即出于强力;因为“你是被迫才帮助我的”。或者因为“他们只是偿还”;例如,“你因从我这里得到了许多好处,才向我回报恩惠;因为我曾把你视作债务人”,无论他们是“明知”,即认清你对我所做的事乃是偿还与恩惠,还是并非如此;抑或是因为我曾对他们施予更大的恩惠,而他们向我偿还的却较少;又或是因为他们向我提供协助与扶持,并非出于我的请求与恳求,而是因为他们自己曾从我这里得到过许多恩惠;而向我展现我曾向他们所展现的那些事,这并非恩惠。 因为在这两种情况下,无论他们知道自己曾蒙我恩惠还是不知道,他们对我所做的事都属于以物换物,即回报恩惠,而非恩惠。 并且应当联系全部十个范畴来考察所行之事是否属于恩惠:或者指[在实体上]你给了他这个,即某种动物或奴隶;或者[在数量上]这么多,即十磅;或者[在性质上]此类物品,例如某件金器,而他给你的却只是席篮或面包;又或者[在时间上]你曾在某个时刻,即危急关头帮助了他,且[在地点上]在某个地方,即在无人能够进入的此类地点[帮助了他],而他帮助你时既非在危急关头,亦非在此类地点。 又,不属于恩惠的一个征兆是:若此人从未向如今帮助了他的人哪怕提供过较小程度的(即微不足道的)协助,而他本人如今却只提供了微小的协助;以及“若对敌人亦做出了相同、同等或更大的事”,即若他不仅对我这个朋友展现了如此的好意,而且对他的敌人亦展现出如此之事,或同等、或更大、或正是对我所施予的善举,那么他做这些事就并非为了我,而是因为借此他自己亦能获得某种利益;或者“他明知这匹马是劣等的,即知道它是暴躁难驯的或带有其他缺陷,却把它给了我”;因为没有人需要劣质之物。

语法注2 条
  1. 2.0.7ποιεῖν εὐχαρίστους

    亚里士多德原文(1385a31)作 ποιεῖν ἀχαρίστους(“使之显得不领情”或“使行为失去恩惠之性质”),但本评注的手抄本在开头和 a34 的引文中均传抄为 ποιεῖν εὐχαρίστους。评注者随后用 ἤτοι μὴ παθόντας χάριν(“即未曾领受恩惠”)进行解释,将其理解为表明自己未负恩义(免除报恩义务),抑或是早期抄写中将 ἀχαρίστους 误写所致。

  2. 2.0.7ἔδει γὰρ βοηθῆσαί μοι

    非人称未完成过去时动词 ἔδει 表示过去的义务(“[你本]应当帮助我”),后接不定式 βοηθῆσαι 及其与格补足语 μοι。随后的两个由 ἢ διότι... 和 ἢ ὅτι... 引导的并列从句,给出了必须承担此种义务的理由(要么是对过去更大恩惠的不足额偿还,要么是对方并未请求却先行施助)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:109.9-110.10